Humanitext Reader

斯特拉波 · 地理学 §9.1.20-9.1.21

阿提卡的政治史与通向苏尼翁的沿岸德莫斯

第 281 段,共 577 段 · 希腊语

内容简介

本文概述了阿提卡从凯克洛普斯划分十二城、忒修斯统一,到民主政体变迁及罗马统治下保持自治的历史,并列举了自培拉亚斯至苏尼翁角沿岸的各个区(德莫斯)及其地理特征。

§9.1.20τοσαῦτʼ οὖν ἀπόχρη προσθεῖσιν ὅτι φησὶ Φιλόχορος πορθουμένης τῆς χώρας ἐκ θαλάττης μὲν ὑπὸ Καρῶν ἐκ γῆς δὲ ὑπὸ Βοιωτῶν, οὓς ἐκάλουν Ἄονας, Κέκροπα πρῶτον εἰς δώδεκα πόλεις συνοικίσαι τὸ πλῆθος, ὧν ὀνόματα Κεκροπία Τετράπολις Ἐπακρία Δεκέλεια Ἐλευσὶς Ἄφιδνα (λέγουσι δὲ καὶ πληθυντικῶς Ἀφίδνας) Θόρικος Βραυρὼν Κύθηρος Σφηττὸς Κηφισιά πάλιν δʼ ὕστερον εἰς μίαν πόλιν συναγαγεῖν λέγεται τὴν νῦν τὰς δώδεκα Θησεύς.
因此,只需补充这一点就足够了:菲洛科罗斯说,当这片土地在海上受到卡里亚人、在陆上受到被称为阿奥内斯人的波奥蒂亚人的蹂躏时,凯克洛普斯首先将民众安置在十二个城市中,它们的名字是凯克洛皮亚、四联市、埃帕克里亚、德克莱亚、埃勒夫西斯、阿菲德纳(人们也用复数形式阿菲德奈)、托里科斯、布劳隆、キュテロス、斯斐托斯、凯菲西亚;而据说后来忒修斯又将这十二个城市合并为如今的一个城市。
ἐβασιλεύοντο μὲν πρότερον, εἶτʼ εἰς δημοκρατίαν μετέστησαν· τυράννων δʼ ἐπιθεμένων αὐτοῖς, Πεισιστράτου καὶ τῶν παίδων, ὕστερόν τε ὀλιγαρχίας γενομένης τῆς τε τῶν τετρακοσίων καὶ τῆς τῶν τριάκοντα τυράννων, οὓς ἐπέστησαν Λακεδαιμόνιοι, τούτους μὲν διεκρούσαντο ῥᾳδίως, ἐφύλαξαν δὲ τὴν δημοκρατίαν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας.
起初他们由国王统治,后来过渡到民主制;当僭主们——即培西斯特拉托斯和他的儿子们——袭击他们,以及后来出现四百人寡头政治和由拉克代蒙人扶植的三十人僭主统治时,他们都轻易地摆脱了这些,并将民主制一直保持到罗马人确立霸权为止。
καὶ γὰρ εἴ τι μικρὸν ὑπὸ τῶν Μακεδονικῶν βασιλέων παρελυπήθησαν ὥσθʼ ὑπακούειν αὐτῶν ἀναγκασθῆναι, τόν γε ὁλοσχερῆ τύπον τῆς πολιτείας τὸν αὐτὸν διετήρουν.
因为,即使他们曾受到马凯多尼亚国王们的一些骚扰以至于被迫屈服,但他们仍然保留了完全相同的政体形式。
ἔνιοι δέ φασι καὶ βέλτιστα τότε αὐτοὺς πολιτεύσασθαι δεκαετῆ χρόνον ὃν ἦρχε Μακεδόνων Κάσανδρος.
有些人还说,在卡山德统治马凯多尼亚人的十年间,他们的治理是最好的。
οὗτος γὰρ ὁ ἀνὴρ πρὸς μὲν τὰ ἄλλα δοκεῖ τυραννικώτερος γενέσθαι, πρὸς Ἀθηναίους δὲ εὐγνωμόνησε λαβὼν ὑπήκοον τὴν πόλιν· ἐπέστησε γὰρ τῶν πολιτῶν Δημήτριον τὸν Φαληρέα τῶν Θεοφράστου τοῦ φιλοσόφου γνωρίμων, ὃς οὐ μόνον οὐ κατέλυσε τὴν δημοκρατίαν ἀλλὰ καὶ ἐπηνώρθωσε.
因为这个人虽然在其他方面显得有些专制,但在将该城收为附庸后,对雅典人却十分宽厚;他任命了市民法勒鲁姆的德米特里,即哲学家狄奥弗拉斯特的门徒之一,来治理他们,此人不仅没有废除民主,反而使之更加完善。
δηλοῖ δὲ τὰ ὑπομνήματα ἃ συνέγραψε περὶ τῆς πολιτείας ταύτης ἐκεῖνος.
他自己所著的关于该政体的回忆录就证明了这一点。
ἀλλʼ οὕτως ὁ φθόνος ἴσχυσε καὶ ἡ πρὸς ὀλίγους ἀπέχθεια ὥστε μετὰ τὴν Κασάνδρου τελευτὴν ἠναγκάσθη φυγεῖν εἰς Αἴγυπτον· τὰς δʼ εἰκόνας αὐτοῦ πλείους ἢ τριακοσίας κατέσπασαν οἱ ἐπαναστάντες καὶ κατεχώνευσαν, ἔνιοι δὲ καὶ προστιθέασιν ὅτι καὶ εἰς ἀμίδας.
然而,嫉妒和对少数人的仇恨是如此强大,以至于在卡山德死后,他被迫逃往埃及;起义者推倒并熔化了他三百多尊雕像,有些人甚至补充说,他们甚至将这些雕像改铸成了便壶。
Ῥωμαῖοι δʼ οὖν παραλαβόντες αὐτοὺς δημοκρατουμένους ἐφύλαξαν τὴν αὐτονομίαν αὐτοῖς καὶ τὴν ἐλευθερίαν.
总之,罗马人在接管处于民主政体下的他们后,保护了他们的自治和自由。
ἐπιπεσὼν δʼ ὁ Μιθριδατικὸς πόλεμος τυράννους αὐτοῖς κατέστησεν οὓς ὁ βασιλεὺς ἐβούλετο· τὸν δʼ ἰσχύσαντα μάλιστα τὸν Ἀριστίωνα καὶ ταύτην βιασάμενον τὴν πόλιν ἐκ πολιορκίας ἑλὼν Σύλλας ὁ τῶν Ῥωμαίων ἡγεμὼν ἐκόλασε, τῇ δὲ πόλει συγγνώμην ἔνειμε· καὶ μέχρι νῦν ἐν ἐλευθερίᾳ τέ ἐστι καὶ τιμῇ παρὰ τοῖς Ῥωμαίοις.
但当米特拉达梯战争爆发时,战争为他们扶植了国王所期望的僭主;而罗马统帅苏拉在通过围攻夺取并惩罚了势力最大且强占该城的阿里斯提翁之后,宽恕了这座城市;直到今天,它在罗马人那里依然享有自由和尊荣。
§9.1.21μετὰ δὲ τὸν Πειραιᾶ Φαληρεῖς δῆμος ἐν τῇ ἐφεξῆς παραλίᾳ· εἶθʼ Ἁλιμούσιοι Αἰξωνεῖς Ἁλαιεῖς οἱ Αἰξωνικοὶ Ἀναγυράσιοι· εἶτα Θοραιεῖς Λαμπτρεῖς Αἰγιλιεῖς Ἀναφλύστιοι Ἀζηνιεῖς· οὗτοι μὲν οἱ μέχρι τῆς ἄκρας τοῦ Σουνίου.
在培拉亚斯之后,是紧邻海岸的法勒雷斯区;然后是哈里姆斯区、艾克索内区、艾克索内的哈莱区、阿纳居拉斯区;然后是托赖区、兰普特雷区、埃吉利亚区、阿纳弗吕斯托斯区、阿泽尼亚区;这些是直到苏尼翁海岬为止的各区。
μεταξὺ δὲ τῶν λεχθέντων δήμων μακρὰ ἄκρα, πρώτη μετὰ τοὺς Αἰξωνέας Ζωστήρ, εἶτʼ ἄλλη μετὰ Θοραιέας Ἀστυπάλαια· ὧν τῆς μὲν πρόκειται νῆσος Φάβρα τῆς δʼ Ἐλαιοῦσσα· καὶ κατὰ τοὺς Αἰξωνέας δʼ ἔστιν Ὑδροῦσσα·
在上述各区之间有长形海岬:第一个在艾克索内之后,称为佐斯泰尔,另一个在托赖之后,称为阿斯图帕莱亚;在前一个海岬前有法布拉岛,在后一个海岬前有埃莱乌萨岛;在艾克索内人附近还有许德鲁萨岛。
περὶ δὲ Ἀνάφλυστόν ἐστι καὶ τὸ Πανεῖον καὶ τὸ τῆς Κωλιάδος Ἀφροδίτης ἱερόν, εἰς ὃν τόπον ἐκκυμανθῆναι τὰ τελευταῖα τὰ ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας τῆς Περσικῆς ναυάγιά φασι, περὶ ὧν καὶ τὸν Ἀπόλλω προειπεῖν Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι.
在阿纳弗吕斯托斯附近有潘神庙以及科利亚斯的阿佛洛狄忒神殿,据说萨拉米斯附近的波斯海战中的最后一部分船只残骸就是被波浪冲到了这个地方,关于这些残骸,据说阿波罗也曾预言道: “科利亚斯的妇女们将用船桨烧烤。
πρόκειται δὲ καὶ τούτων τῶν τόπων Βέλβινα νῆσος οὐ πολὺ ἄπωθεν καὶ ὁ Πατρόκλου χάραξ· ἔρημοι δʼ αἱ πλεῖσται τούτων.
” 在这些地方的前方不远处,还有贝尔比纳岛和巴特罗克洛斯营垒;其中大部分都是荒无人烟的。

词汇与语法注释

  1. §9.1.20τοσαῦτʼ οὖν ἀπόχρη προσθεῖσιν ὅτι — 无人称动词 ἀπόχρη(足够)与与格分词 προσθεῖσιν(对于补充者而言)相结合,构成过渡句,后续的 ὅτι 从句具体补充其内容。
  2. §9.1.20λέγεται τὴν νῦν τὰς δώδεκα Θησεύς — 本句为被动结构,Θησεύς 为 λέγεται 的主语,并省略了前句的不定式 συναγαγεῖν。τὴν νῦν 是省略了名词 πόλιν 的宾格短语,意为“(合并为)如今的一座(城市)”,而 τὰς δώδεκα 则作为宾语,意为“那十二个(城市)”。
  3. §9.1.20λαβὼν ὑπήκοον τὴν πόλιν — 形容词 ὑπήκοον 对名词 τὴν πόλιν 作谓语性修饰,应理解为“夺取该城并使其臣服”,而非“夺取本已臣服的城市”。
  4. §9.1.21Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι — 引用阿波罗的神谕(诗句)。ἐρετμοῖσι 是爱奥尼亚/诗歌方言的与格复数形式(等同于 ἐρετμοῖς)。动词 φρύξουσι(φρύγω 的将来时,意为烧烤、烘焙)预言妇女们将用触礁船只的船桨作为柴火来做饭。

引用这一段

斯特拉波, 地理学 §9.1.20-9.1.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.20-9.1.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。