Humanitext Reader

斯特拉波 · 地理学 §9.2.1-9.2.3

波奥蒂亚的地理地缘优势与早期历史

第 283 段,共 577 段 · 希腊语

内容简介

文章介绍了作为第二条陆地带的波奥蒂亚的地理特征,结合埃福罗斯的观点分析了其地缘政治优势以及因领导者缺乏训练而丧失霸权的历史,并叙述了各部族在波奥蒂亚的定居与迁徙史。

§9.2.1ἑξῆς δʼ ἐστὶν ἡ Βοιωτία, περὶ ἧς λέγοντα καὶ περὶ τῶν συνεχῶν ἐθνῶν ἀνάμνησιν ποιήσασθαι χρὴ τοῦ σαφοῦς χάριν ὧν εἴπομεν πρότερον.
接下来是波奥蒂亚,在讨论它和相邻部族时,为了清晰起见,有必要回顾一下我们此前所说的话。
εν δὲ τὴν ἀπὸ Σουνίου παραλίαν μέχρι Θετταλο ἐπὶ τὰς ἄρκτους τετάσθαι, μικρὸν ἐκκλίνουσαν ἔχουσαν τὴν θάλατταν πρὸς ἕω, τὰ δʼ ὑπερη πρὸς δύσιν ὡς ἂν ταινίας τινὰς διὰ τῆς τεταμένας παραλλήλους·
我们曾假设,从苏尼翁出发的海岸向北延伸,海面向东微微倾斜,而其上方部分向西延伸,就像穿过整个国土平行伸展的几条带子一样。
ὧν πρώτη ἐστὶν Μεγαρίδι ὡς ἂν ταινία τις, τὸ μὲν ἑωθισα τὴν ἀπὸ Σουνίου μέχρι Ὠρωποῦ καὶ ίας, τὸ δʼ ἑσπέριον τόν τε Ἰσθμὸν καὶ τὴν ατταν τὴν κατὰ Παγὰς μέχρι τῶν ας τῶν περὶ Κρέουσαν· τὰ δὲ λοιπὰ μέχρι Ἰσθμοῦ παραλίαν καὶ τὴν ὡς ἂν ς ὀρεινὴν τὴν διείργουσαν ἀπὸ τῆς ττικήν.
在这些带子中,第一条是带有梅加里斯的阿特提卡,它就像一条带子,其东侧拥有从苏尼翁到奥罗波斯以及波奥蒂亚边界的海岸,西侧拥有地峡以及从帕盖附近到克雷乌萨周边边界的海洋;其余部分则是通往地峡的海岸,以及仿佛在宽度上延伸、将阿特提卡与梅加里斯隔开的山区。
δευτέρα δʼ ἐστὶν ἡ Βοιωτία ἀπὸ τῆς ἕω ἐπὶ δύσιν τεταμένη ταινία τις ἀπὸ τῆς κατʼ Εὔβοιαν θαλάττης ἐπὶ θάλατταν τὴν κατὰ τὸν Κρισαῖον κόλπον, ἰσομήκης πως τῇ Ἀττικῇ ἢ καὶ ἐλάττων κατὰ μῆκος· ἀρετῇ μέντοι τῆς χώρας πάμπολυ διαφέρει.
第二条是波奥蒂亚,是一条从东向西延伸的带子,从靠近厄维亚的海延伸到靠近克里萨湾的海,长度与阿特提卡大致相等或更短;然而,在土地的肥沃程度上,它却远远胜过。
§9.2.2Ἔφορος δὲ καὶ ταύτῃ κρείττω τὴν Βοιωτίαν ἀποφαίνει τῶν ὁμόρων ἐθνῶν καὶ ὅτι μόνη τριθάλαττός ἐστι καὶ λιμένων εὐπορεῖ πλειόνων, ἐπὶ μὲν τῷ Κρισαίῳ κόλπῳ καὶ τῷ Κορινθιακῷ τὰ ἐκ τῆς Ἰταλίας καὶ Σικελίας καὶ Λιβύης δεχομένη, ἐπὶ δὲ τῶν πρὸς Εὔβοιαν μερῶν ἐφʼ ἑκάτερα τοῦ Εὐρίπου σχιζομένης τῆς παραλίας τῇ μὲν ἐπὶ τὴν Αὐλίδα καὶ τὴν Ταναγρικὴν τῇ δʼ ἐπὶ τὸν Σαλγανέα καὶ τὴν Ἀνθηδόνα, τῇ μὲν εἶναι συνεχῆ τὴν κατʼ Αἴγυπτον καὶ Κύπρον καὶ τὰς νήσους θάλατταν τῇ δὲ τὴν κατὰ Μακεδόνας καὶ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον.
埃福罗斯也指出,在这方面波奥蒂亚优于邻近的部族,并且它是唯一面临三海且拥有更多港口的地方:在克里萨湾和科林斯湾接收来自意大利、西西里和利比亚的货物,而在面向厄维亚的部分,海岸在埃夫里普斯海峡的两侧分开,一侧通往奥利斯和塔纳格拉地区,另一侧通往萨尔加内乌斯和安特东,一侧连通着埃及、塞浦路斯和诸岛的海,另一侧连通着马其顿、普罗蓬蒂斯和赫勒斯滂的海。
προστίθησι δὲ ὅτι καὶ τὴν Εὔβοιαν τρόπον τινὰ μέρος αὐτῆς πεποίηκεν ὁ Εὔριπος οὕτω στενὸς ὢν καὶ γεφύρᾳ συνεζευγμένος πρὸς αὐτὴν διπλέθρῳ.
他还补充说,埃夫里普斯海峡如此狭窄,并由一座两普勒特隆长的桥梁与之相连,从而在某种程度上使厄维亚成为了波奥蒂亚的一部分。
τὴν μὲν οὖν χώραν ἐπαινεῖ διὰ ταῦτα, καί φησι πρὸς ἡγεμονίαν εὐφυῶς ἔχειν, ἀγωγῇ δὲ καὶ παιδείᾳ μὴ χρησαμένους ἐπιμελεῖ τοὺς ἀεὶ προϊσταμένους αὐτῆς, εἰ καί ποτε κατώρθωσαν, ἐπὶ μικρὸν τὸν χρόνον συμμεῖναι, καθάπερ Ἐπαμεινώνδας ἔδειξε· τελευτήσαντος γὰρ ἐκείνου τὴν ἡγεμονίαν ἀποβαλεῖν εὐθὺς τοὺς Θηβαίους γευσαμένους αὐτῆς μόνον·
因此,他因这些原因而赞美这个地方,并说它在天性上适合夺取霸权,但是由于历届领导者没有采用精细的训练和教育,即使他们曾取得成功,也只维持了很短的时间,正如伊帕密诺达所表明的那样;因为在他死后,底比斯人立刻失去了霸权,仅仅是尝到了它的滋味而已。
αἴτιον δὲ εἶναι τὸ λόγων καὶ ὁμιλίας τῆς πρὸς ἀνθρώπους ὀλιγωρῆσαι, μόνης δʼ ἐπιμεληθῆναι τῆς κατὰ πόλεμον ἀρετῆς.
至于原因,则是他们轻视言论和与人交往,仅关注战争中的美德。
ἔδει δὲ προσθεῖναι διότι τοῦτο πρὸς Ἕλληνας μάλιστα χρήσιμόν ἐστιν, ἐπεὶ πρός γε τοὺς βαρβάρους βία λόγου κρείττων ἐστί.
但是,应该补充的是,这对于希腊人最为有用,因为面对野蛮人时,武力胜于言论。
καὶ Ῥωμαῖοι δὲ τὸ παλαιὸν μὲν ἀγριωτέροις ἔθνεσι πολεμοῦντες οὐδὲν ἐδέοντο τῶν τοιούτων παιδευμάτων, ἀφʼ οὗ δὲ ἤρξαντο πρὸς ἡμερώτερα ἔθνη καὶ φῦλα τὴν πραγματείαν ἔχειν, ἐπέθεντο καὶ ταύτῃ τῇ ἀγωγῇ καὶ κατέστησαν πάντων κύριοι.
事实上,罗马人在古代与更野蛮的民族作战时,也不需要这样的教育,但自从他们开始与更文明的民族和部落发生往来之后,他们也致力于这种训练,并成为了所有人的主人。
§9.2.3ἡ δʼ οὖν Βοιωτία πρότερον μὲν ὑπὸ βαρβάρων ᾠκεῖτο Ἀόνων καὶ Τεμμίκων ἐκ τοῦ Σουνίου πεπλανημένων καὶ Λελέγων καὶ Ὑάντων·
无论如何,波奥蒂亚起初是由野蛮人居住的,即从苏尼翁流浪而来的阿奥内斯人和特姆米克斯人,以及勒莱热斯人和许安特斯人。
εἶτα Φοίνικες ἔσχον οἱ μετὰ Κάδμου, ὃς τήν τε Καδμείαν ἐτείχισε καὶ τὴν ἀρχὴν τοῖς ἐκγόνοις ἀπέλιπεν.
随后,随同卡德摩斯的腓尼基人占领了这里,卡德摩斯筑起了卡德米亚城堡,并将统治权留给了子孙。
ἐκεῖνοι δὲ τὰς Θήβας τῇ Καδμείᾳ προσέκτισαν, καὶ συνεφύλαξαν τὴν ἀρχὴν ἡγούμενοι τῶν πλείστων Βοιωτῶν ἕως τῆς τῶν Ἐπιγόνων στρατείας.
他们在卡德米亚旁增建了底比斯,并共同维护着统治,率领大多数波奥蒂亚人,直到艾皮戈尼的远征。
κατὰ δὲ τούτους ὀλίγον χρόνον ἐκλιπόντες τὰς Θήβας ἐπανῆλθον πάλιν·
在那次远征期间,他们曾短暂地离开底比斯,但后来又重新返回。
ὡς δʼ αὕτως ὑπὸ Θρᾳκῶν καὶ Πελασγῶν ἐκπεσόντες ἐν Θετταλίᾳ συνεστήσαντο τὴν ἀρχὴν μετὰ Ἀρναίων ἐπὶ πολὺν χρόνον, ὥστε καὶ Βοιωτοὺς κληθῆναι πάντας.
同样地,当他们被色雷斯人和佩拉斯吉人驱逐时,他们在帖萨利亚与阿尔奈人一起建立起长期的统治,以至于他们所有人都被称为波奥蒂亚人。
εἶτʼ ἀνέστρεψαν εἰς τὴν οἰκείαν, ἤδη τοῦ Αἰολικοῦ στόλου παρεσκευασμένου περὶ Αὐλίδα τῆς Βοιωτίας, ὃν ἔστελλον εἰς τὴν Ἀσίαν οἱ Ὀρέστου παῖδες.
随后他们返回了自己的家园,当时奥雷斯特斯的孩子们正准备送往亚洲的埃奥利斯船队已经在波奥蒂亚的奥利斯附近筹备就绪。
προσθέντες δὲ τῇ Βοιωτίᾳ τὴν Ὀρχομενίαν (οὐ γὰρ ἦσαν κοινῇ πρότερον, οὐδʼ Ὅμηρος μετὰ Βοιωτῶν αὐτοὺς κατέλεξεν ἀλλʼ ἰδίᾳ, Μινύας προσαγορεύσας) μετʼ ἐκείνων ἐξέβαλον τοὺς μὲν Πελασγοὺς εἰς Ἀθήνας, ἀφʼ ὧν ἐκλήθη μέρος τι τῆς πόλεως Πελασγικόν (ᾤκησαν δὲ ὑπὸ τῷ Ὑμηττῷ), τοὺς δὲ Θρᾷκας ἐπὶ τὸν Παρνασσόν.
他们在波奥蒂亚合并了奥尔霍迈诺斯地区(因为他们以前并不在一起,荷马也没有将他们与波奥蒂亚人列在一起,而是单独列出,称之为米尼埃人),并与他们一起将佩拉斯吉人驱逐到雅典,城市的一部分因此被称为佩拉斯吉孔(他们居住在许梅托斯山下),并将色雷斯人驱逐到帕纳索斯山。
Ὕαντες δὲ τῆς Φωκίδος Ὕαν πόλιν ᾤκισαν.
而许安特斯人则在福基斯建立了许阿斯城。

词汇与语法注释

  1. 9.2.1λέγοντα — 非人称动词 `χρή` 所引导的“对格加不定式”结构中的分词,其逻辑主语隐指叙述者本身(采用单数对格 `λέγοντα`)。表示伴随状况或条件。
  2. 9.2.2χρησαμένους — 此无定过去时分词与不定式 `συμμεῖναι` 的逻辑主语(对格 `τοὺς ἀεὶ προϊσταμένους αὐτῆς`)保持一致。带有否定词 `μή`,表原因或条件。
  3. 9.2.3ἐκπεσόντες — 不及物动词 `ἐκπίπτω`(被驱逐、跌落)的无定过去时分词。该动词通过与 `ὑπό` 加属格(`ὑπὸ Θρᾳκῶν καὶ Πελασγῶν`)搭配,常规性地作为及物动词 `ἐκβάλλω`(驱逐)的被动语态等价物使用。

引用这一段

斯特拉波, 地理学 §9.2.1-9.2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.2.1-9.2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。