Humanitext Reader

斯特拉波 · 地理学 §9.1.8-9.1.10

麦加拉学派与围绕萨拉米斯的领土争议

第 278 段,共 577 段 · 希腊语

内容简介

文章介绍了梅加拉的历史、地理特征及其哲学学派,随后阐述了萨拉米斯岛的地名起源、历史重要性,以及雅典与梅加拉之间围绕荷马史诗篡改问题对该岛展开的领土主权争议。

§9.1.8πολλαῖς δὲ κέχρηται μεταβολαῖς ἡ τῶν Μεγαρέων πόλις, συμμένει δʼ ὅμως μέχρι νῦν.
梅加拉人的城市经历了许多变革,但尽管如此,它仍然存活至今。
ἔσχε δέ ποτε καὶ φιλοσόφων διατριβὰς τῶν προσαγορευθέντων Μεγαρικῶν, Εὐκλείδην διαδεξαμένων ἄνδρα Σωκρατικόν, Μεγαρέα τὸ γένος· καθάπερ καὶ Φαίδωνα μὲν τὸν Ἠλεῖον οἱ Ἠλειακοὶ διεδέξαντο, καὶ τοῦτον Σωκρατικόν, ὧν ἦν καὶ Πύρρων, Μενέδημον δὲ τὸν Ἐρετριέα οἱ Ἐρετρικοί.
它曾经也是被称为梅加拉派的哲学家们的学术活动场所,他们继承了苏格拉底的弟子、土生土长的梅加拉人欧克里得;正如埃利斯派继承了埃利斯的斐多(他也是苏格拉底的弟子,该学派中也有皮浪),埃雷特里亚派继承了埃雷特里亚的美涅德莫斯。
ἔστι δʼ ἡ χώρα τῶν Μεγαρέων παράλυπρος καθάπερ καὶ ἡ Ἀττική, καὶ τὸ πλέον αὐτῆς ἐπέχει τὰ καλούμενα Ὄνεια ὄρη, ῥάχις τις μηκυνομένη μὲν ἀπὸ τῶν Σκιρωνίδων πετρῶν ἐπὶ τὴν Βοιωτίαν καὶ τὸν Κιθαιρῶνα, διείργουσα δὲ τὴν κατὰ Νίσαιαν θάλατταν ἀπὸ τῆς κατ Ἀλκυονίδος προσαγορευομένης.
梅加拉人的土地和阿提卡一样贫瘠,其大部分被所谓的奥内亚山脉所占据,这是一条从斯基罗尼デス岩延伸到波伊奥蒂亚和基泰隆山的脊线,将尼塞亚旁的海与被称为阿尔库奥尼斯的海隔开。
§9.1.9πρόκειται δʼ ἀπὸ Νισαίας πλέοντι εἰς τὴν Ἀττικὴν πέντε νησία.
从尼塞亚航行到阿提卡,前方横亘着五个小岛。
εἶτα Σαλαμὶς ἑβδομήκοντά που σταδίων οὖσα τὸ μῆκος, οἱ δʼ ὀγδοήκοντά φασιν· ἔχει δʼ ὁμώνυμον πόλιν τὴν μὲν ἀρχαίαν ἔρημον πρὸς Αἴγιναν τετραμμένην καὶ πρὸς νότον (καθάπερ καὶ Αἰσχύλος εἴρηκεν " Αἴγινα δʼ αὕτη πρὸς νότου κεῖται πνοάς " ), τὴν δὲ νῦν ἐν κόλπῳ κειμένην ἐπὶ χερρονησοειδοῦς τόπου συνάπτοντος πρὸς τὴν Ἀττικήν.
然后是萨拉米斯,长约七十斯塔迪翁,也有人说是八十斯塔迪翁;它有一座同名城市,古城已荒废,面向埃伊纳和南方(正如埃斯库罗斯所说:“而这埃伊纳座落在朝向南风之处”),而现在的城市则坐落在一个半岛状地带的湾内,该地带与阿提卡相连。
ἐκαλεῖτο δʼ ἑτέροις ὀνόμασι τὸ παλαιόν· καὶ γὰρ Σκιρὰς καὶ Κύχρεια ἀπό τινων ἡρώων, ἀφʼ οὗ μὲν Ἀθηνᾶ τε λέγεται Σκιρὰς καὶ τόπος Σκίρα ἐν τῇ Ἀττικῇ καὶ ἐπὶ Σκίρῳ ἱεροποιία τις καὶ ὁ μὴν ὁ Σκιροφοριών, ἀφʼ οὗ δὲ καὶ Κυχρείδης ὄφις, ὅν φησιν Ἡσίοδος τραφέντα ὑπὸ Κυχρέως ἐξελαθῆναι ὑπὸ Εὐρυλόχου λυμαινόμενον τὴν νῆσον, ὑποδέξασθαι δὲ αὐτὸν τὴν Δήμητρα εἰς Ἐλευσῖνα καὶ γενέσθαι ταύτης ἀμφίπολον.
古时它也有其他的名字;例如,因某些英雄而被称为“斯基拉斯”和“库克雷亚”,由于其中一人,雅典娜被称为斯基拉斯,阿提卡有一处名为斯基拉的地方,在斯基隆有某种祭仪,还有斯基罗福里翁月;由于另一人,则有库克雷亚蛇,赫西俄德说这条蛇由库克勒乌斯抚养,因危害岛屿而被欧律洛科斯驱逐,但德墨忒尔在埃勒夫西斯接纳了它,它成为了她的侍从。
ὠνομάσθη δὲ καὶ Πιτυοῦσσα ἀπὸ τοῦ φυτοῦ· ἐπιφανὴς δὲ ἡ νῆσος ὑπῆρξε διά τε τοὺς Αἰακίδας ἐπάρξαντας αὐτῆς, καὶ μάλιστα διʼ Αἴαντα τὸν Τελαμώνιον, καὶ διὰ τὸ περὶ τὴν νῆσον ταύτην καταναυμαχηθῆναι Ξέρξην ὑπὸ τῶν Ἑλλήνων καὶ φυγεῖν εἰς τὴν οἰκείαν.
由于这种植物,它也被命名为 “皮图萨”;由于统治过该岛的埃阿科斯后裔,尤其是特拉蒙之子埃阿斯,以及因为希腊人在该岛附近的海战中彻底击败了薛西斯,迫使其逃回本国,该岛变得非常著名。
συναπέλαυσαν δὲ καὶ Αἰγινῆται τῆς περὶ τὸν ἀγῶνα τοῦτον δόξης, γείτονές τε ὄντες καὶ ναυτικὸν ἀξιόλογον παρασχόμενοι.
埃伊纳人由于是邻国且提供了相当可观的海军,也分享了这场战役的荣耀。
Βώκαρος δʼ ἐστὶν ἐν Σαλαμῖνι ποταμός, ὁ νῦν Βωκαλία καλούμενος.
萨拉米斯有一条河叫博卡罗斯,现在被称为博卡里亚。
§9.1.10καὶ νῦν μὲν ἔχουσιν Ἀθηναῖοι τὴν νῆσον, τὸ δὲ παλαιὸν πρὸς Μεγαρέας ὑπῆρξεν αὐτοῖς ἔρις περὶ αὐτῆς· καί φασιν οἱ μὲν Πεισίστρατον οἱ δὲ Σόλωνα παρεγγράψαντα ἐν τῷ νεῶν καταλόγῳ μετὰ τὸ ἔπος τοῦτο " Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας " ἑξῆς τοῦτο " στῆσε δʼ ἄγων, ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες, " μάρτυρι χρήσασθαι τῷ ποιητῇ τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίων ὑπάρξαι.
现在雅典人占领了该岛,但古时他们曾与梅加拉人为此岛产生争议;有人说裴西斯拉托,也有人说梭伦,在《船只目录》中,在这一行诗之后: “埃阿斯从萨拉米斯率领十二艘船,” 紧接着插入了这一行: “他率领船只,停泊在雅典人阵列所立之处,” 以便利用诗人作为证据,证明该岛自始至终属于雅典人。
οὐ παραδέχονται δὲ τοῦθʼ οἱ κριτικοὶ διὰ τὸ πολλὰ τῶν ἐπῶν ἀντιμαρτυρεῖν αὐτοῖς.
但批评家们并不接受这一点,因为许多诗句都对他们作出了反证。
διὰ τί γὰρ ναυλοχῶν ἔσχατος φαίνεται ὁ Αἴας, οὐ μετʼ Ἀθηναίων ἀλλὰ μετὰ τῶν ὑπὸ Πρωτεσιλάῳ Θετταλῶν;
因为为什么埃阿斯在停泊时显得处于最边缘,不是与雅典人在一起,而是与普罗特西拉乌斯统帅下的忒萨利亚人在一起呢?
" ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου " καὶ ἐν τῇ ἐπιπωλήσει ὁ Ἀγαμέμνων " εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον ἑσταότʼ, ἀμφὶ δʼ Ἀθηναῖοι, μήστωρες ἀυτῆς.
“那里有埃阿斯和普罗特西拉乌斯的船只,” 而且在巡视中,阿伽门农 “发现佩特奥斯之子,驱赶马匹的梅涅斯透斯正立着,周围是熟谙战吼的雅典人。
αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες.
而在其近旁立着足智多谋的奥德修斯,其旁则是凯法勒尼亚人的队列。
" ἐπὶ δὲ τὸν Αἴαντα καὶ τοὺς Σαλαμινίους πάλιν " ἦλθε δʼ ἐπʼ Αἰάντεσσι, " καὶ παρʼ αὐτούς " Ἰδομενεὺς δʼ ἑτέρωθεν, " οὐ Μενεσθεύς.
” 而对于埃阿斯和萨拉米斯人,他又 “来到双埃阿斯之处,” 而在他们身旁 “另一侧则是伊多墨纽斯,” 而非梅涅斯透斯。
οἱ μὲν δὴ Ἀθηναῖοι τοιαύτην τινὰ σκήψασθαι μαρτυρίαν παρʼ Ὁμήρου δοκοῦσιν, οἱ δὲ Μεγαρεῖς ἀντιπαρῳδῆσαι οὕτως " Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν νέας, ἔκ τε Πολίχνης, ἔκ τʼ Αἰγειρούσσης Νισαίης τε Τριπόδων τε.
雅典人似乎就是这样从荷马那里捏造了某种证据,而梅加拉人则以此进行反讽模仿: “埃阿斯从萨拉米斯、波利克内、艾盖鲁萨、尼塞亚和特里波得斯率领船只。
" ἅ ἐστι χωρία Μεγαρικά, ὧν οἱ Τρίποδες Τριποδίσκιον λέγονται, καθʼ ὃ ἡ νῦν ἀγορὰ τῶν Μεγάρων κεῖται.
” 这些都是梅加拉的地方,其中特里波得斯被称为特里波迪斯基翁,即现在的梅加拉市场所在地。

词汇与语法注释

  1. 9.1.8Εὐκλείδην διαδεξαμένων — διαδεξαμένων 是属格、复数、阳性的不定过去时分词,修饰前文的 τῶν προσαγορευθέντων Μεγαρικῶν。宾格的 Εὐκλείδην 是该分词的直接宾语,意为“继承了欧克里得的[梅加拉学派哲学家]”。
  2. 9.1.8τῆς κατ Ἀλκυονίδος προσαγορευομένης — 与前文的 τὴν κα稳步于 Νίσαιαν θάλατταν 相对比,这里省略了名词 θαλάττης(或其属格形式)。意为“被称为阿尔库奥尼斯的[海]”。
  3. 9.1.9τὸ μῆκος — 关系宾格(限定宾格),意为“在长度方面”。与表示度量的属格 ἑβδομήκοντά που σταδίων 连用,用以限定岛屿的尺寸。
  4. 9.1.10παρεγγράψαντα — 宾格、单数的不定过去时分词,修饰作为 φασιν 所引导的对格不定式结构的主语 Πεισίστρατον 或 Σόλωνα,并支配不定式 χρήσασθαι。结构意为“裴西斯拉托(或梭伦)在插入……之后,利用了[诗人]”。

引用这一段

斯特拉波, 地理学 §9.1.8-9.1.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.8-9.1.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。