§9.1.16τὸ δʼ ἄστυ αὐτὸ πέτρα ἐστὶν ἐν πεδίῳ περιοικουμένη κύκλῳ·
城市本身是平原中的一座岩石,周围环绕着居民区。
ἐπὶ δὲ τῇ πέτρᾳ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ὅ τε ἀρχαῖος νεὼς ὁ τῆς Πολιάδος ἐν ᾧ ὁ ἄσβεστος λύχνος, καὶ ὁ παρθενὼν ὃν ἐποίησεν Ἰκτῖνος, ἐν ᾧ τὸ τοῦ Φειδίου ἔργον ἐλεφάντινον ἡ Ἀθηνᾶ.
在这座岩石上有雅典娜的神圣区域,既有保存着不熄灯火的波利亚斯古老神殿,也有伊克蒂诺斯所建的帕特农神庙,其中有斐迪亚斯所作的象牙雅典娜像。
ἀλλὰ γὰρ εἰς πλῆθος ἐμπίπτων τῶν περὶ τῆς πόλεως ταύτης ὑμνουμένων τε καὶ διαβοωμένων ὀκνῶ πλεονάζειν, μὴ συμβῇ τῆς προθέσεως ἐκπεσεῖν τὴν γραφήν.
然而,面对关于这座城市被歌颂和传布的无数事物,我迟疑于写得过于冗长,以免这部著作偏离了原本的主旨。
ἔπεισι γὰρ ὅ φησιν Ἡγησίας
ὁρῶ τὴν ἀκρόπολιν καὶ τὸ περιττῆς τριαίνης ἐκεῖθι σημεῖον, ὁρῶ τὴν Ἐλευσῖνα, καὶ τῶν ἱερῶν γέγονα μύστης· ἐκεῖνο Λεωκόριον, τοῦτο Θησεῖον· οὐ δύναμαι δηλῶσαι καθʼ ἓν ἕκαστον· ἡ γὰρ Ἀττικὴ θεῶν αὐτοῖς καταλαβόντων καὶ τῶν προγόνων ἡρώων
οὗτος μὲν οὖν ἑνὸς ἐμνήσθη τῶν ἐν ἀκροπόλει σημείων, Πολέμων δʼ ὁ περιηγητὴς τέτταρα βιβλία συνέγραψε περὶ τῶν ἀναθημάτων τῶν ἐν ἀκροπόλει·
因为赫格西亚斯所说的话浮现在脑海:“我看见卫城和那里非凡的三叉戟痕迹;我看见埃勒夫西斯,并已成为神圣仪式的入会者;那是莱奥科里翁,这是忒修斯神庙;我无法一一详述,因为阿提卡是诸神自身以及先祖英雄们占领的领土……”因此,此人仅提及了卫城上诸多纪念碑中的一个,而导游者波勒蒙则写了四卷书来讨论卫城上的奉纳物。
τὸ δʼ ἀνάλογον συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων τῆς πόλεως μερῶν καὶ τῆς χώρας·
而同样的情况也适用于城市的其他部分和该地区。
Ἐλευσῖνά τε εἰπὼν ἕνα τῶν ἑκατὸν ἑβδομήκοντα δήμων πρὸς δὲ καὶ τεττάρων, ὥς φασιν, οὐδένα τῶν ἄλλων ὠνόμακεν.
因为在提及了据说有174个区之一的埃勒夫西斯之后,他没有提及其他任何一个区。
§9.1.17ἔχουσι δὲ κἂν εἰ μὴ πάντες οἵ γε πολλοὶ μυθοποιίας συχνὰς καὶ ἱστορίας·
即使不是全部,至少大多数区也拥有丰富的神话和历史。
καθάπερ Ἄφιδνα μὲν τὴν τῆς Ἑλένης ἁρπαγὴν ὑπὸ Θησέως καὶ τὴν ὑπὸ τῶν Διοσκούρων ἐκπόρθησιν αὐτῆς καὶ ἀνακομιδὴν τῆς ἀδελφῆς, Μαραθὼν δὲ τὸν Περσικὸν ἀγῶνα, Ῥαμνοῦς δὲ τὸ τῆς Νεμέσεως ξόανον, ὅ τινες μὲν Διοδότου φασὶν ἔργον τινὲς δὲ Ἀγορακρίτου τοῦ Παρίου, καὶ μεγέθει καὶ κάλλει σφόδρα κατωρθωμένον καὶ ἐνάμιλλον τοῖς Φειδίου ἔργοις.
例如,阿菲德纳拥有忒修斯劫持海伦以及迪奥斯库里对其的攻占和对妹妹的带回;马拉松拥有与波斯人的交战;拉姆努斯拥有涅墨西斯的木雕神像,有人说这是迪奥多托斯的作品,也有人说是帕罗斯人阿戈拉克里托斯的作品,其在尺寸和美感上都极其成功,可与斐迪亚斯的作品相媲美。
οὕτω δὲ καὶ Δεκέλεια μὲν τὸ ὁρμητήριον τῶν Πελοποννησίων κατὰ τὸν Δεκελεικὸν πόλεμον, Φυλὴ δὲ ὅθεν ἐπήγαγε τὸν δῆμον Θρασύβουλος εἰς Πειραιᾶ κἀκεῖθεν εἰς ἄστυ.
同样,德克莱亚是德克莱亚战争期间伯罗奔尼撒人的行动基地,而菲莱则是色拉西布洛斯率领民主派前往培拉亚斯并从那里前往城市的起点。
οὕτω δὲ καὶ ἐπʼ ἄλλων πλειόνων ἔστιν ἱστορεῖν πολλά·
同样,对于其他许多地方也可以讲述很多历史。
καὶ ἔτι τὸ Λεωκόριον καὶ τὸ Θηυς ἔχει, καὶ τὸ Λύκειον καὶ τὸ Ὀλυμπικὸν ὸ τὸ Ὀλύμπιον, ὅπερ ἡμιτελὲς κατέλιπε τελευτῶν ὁ ἀναθεὶς βασιλεύς· ὁμοίως δὲ καὶ ἡ Ἀκαδημία καὶ οἱ κῆποι τῶν φιλοσόφων καὶ τὸ Ὠιδεῖον καὶ ἡ ποικίλη στοὰ καὶ τὰ ἱερὰ τὰ ἐν τῇ πό ἔχοντα τεχνιτῶν ἔργα.
此外,莱奥科里翁和忒修斯神庙,以及吕克昂和奥林匹亚宙斯神庙(由于奉纳的国王去世而留下未完工的部分)也拥有历史;同样,阿卡德米、哲学家的花园、音乐厅、彩绘柱廊,以及城里拥有名工杰作的所有神殿也是如此。
§9.1.18πολὺ δʼ ἂν πλείων εἴη λόγος, εἰ τοὺς ἀρχηγέτας τοῦ κτίσματος ἐξετάζοι τις ἀρξάμενος ἀπὸ Κέκροπος· οὐδὲ γὰρ ὁμοίως λέγουσιν ἅπαντες.
如果有人从凯克洛普斯开始考察这座城邦的建立者,那么论述将会长得多;因为并非所有人的说法都一致。
τοῦτο δὲ καὶ ἀπὸ τῶν ὀνομάτων δῆλον· ἀκτὴν μὲν γὰρ ἀπὸ Ἀκταίωνος φασίν, Ἀτθίδα δὲ καὶ Ἀττικὴν ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ, ἀφʼ οὗ καὶ Κραναοὶ οἱ ἔνοικοι, Μοψοπίαν δὲ ἀπὸ Μοψόπου, Ἰωνίαν δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου, Ποσειδωνίαν δὲ καὶ Ἀθήνας ἀπὸ τῶν ἐπωνύμων θεῶν.
这从名字中也显而易见:因为他们说,“阿克特”得名于阿克泰翁,“阿特伊斯”和“阿提卡”得名于克拉纳奥斯的女儿阿特伊斯(居民也因克拉纳奥斯而被称作克拉纳伊),“莫普索皮亚”得名于莫普索波斯,“爱奥尼亚”得名于克苏托斯之子爱奥,而“波塞多尼亚”和“雅典”则得名于同名的神指。
εἴρηται δʼ ὅτι κἀνταῦθα φαίνεται τὸ τῶν Πελασγῶν ἔθνος ἐπιδημῆσαν, καὶ διότι ὑπὸ τῶν Ἀττικῶν Πελαργοὶ προσηγορεύθησαν διὰ τὴν πλάνην.
此外已经提到,佩拉斯吉人似乎也曾迁徙到这里,并且因为他们的流浪而被阿提卡人称为“佩拉尔戈伊”(鹳)。
§9.1.19ὅσῳ δὲ πλέον ἐστὶ τὸ φιλότιμον περὶ τὰ ἔνδοξα καὶ πλείους οἱ λαλήσαντές τι περὶ αὐτῶν, τοσῷδε μείζων ὁ ἔλεγχος, ἐὰν μὴ κρατῇ τις τῆς ἱστορίας·
对于著名事物的虚荣心越强,谈论它们的人越多,如果人们不掌握历史,那么所受到的驳斥也就越大。
οἷον ἐν τῇ συναγωγῇ τῶν ποταμῶν ὁ Καλλίμαχος γελᾶν φησιν, εἴ τις θαρρεῖ γράφειν τὰς τῶν Ἀθηναίων παρθένους
ἀφύσσεσθαι καθαρὸν γάνος Ἠριδανοῖο,
οὗ καὶ τὰ βοσκήματα ἀπόσχοιτʼ ἄν.
例如,卡利马科斯在《河流汇编》中说,如果有谁胆敢写道雅典的处女们“汲取埃里达诺斯的清澈甘泉”,他就会感到好笑,因为那里的水甚至连牲畜都会避开。
εἰσὶ μὲν νῦν αἱ πηγαὶ καθαροῦ καὶ ποτίμου ὕδατος, ὥς φασιν, ἐκτὸς τῶν Διοχάρους καλουμένων πυλῶν πλησίον τοῦ Λυκείου· πρότερον δὲ καὶ κρήνη κατεσκεύαστό τις πλησίον πολλοῦ καὶ καλοῦ ὕδατος·
确实,如人们所说,现在在被称为迪奥哈雷斯城门之外、靠近吕克昂的地方,有清澈且可饮用的水源;以前附近也曾建造过一座拥有充足优质水源的泉涌。
εἰ δὲ μὴ νῦν, τί ἂν εἴη θαυμαστόν, εἰ πάλαι πολὺ καὶ καθαρὸν ἦν ὥστε καὶ πότιμον εἶναι, μετέβαλε δὲ ὕστερον;
但即便现在不是这样,如果古时候它曾是充足且清澈以至于可供饮用、而后来发生了变化,又有什么可奇怪的呢?
ἐν μὲν οὖν τοῖς καθʼ ἕκαστα τοσούτοις οὖσιν οὐκ ἐνδέχεται διατρίβειν, οὐ μὴν οὐδὲ σιγῇ παρελθεῖν ὥστε μηδʼ ἐν κεφαλαίῳ μνησθῆναί τινων.
因此,虽然无法在如此众多的细节上耽搁时间,但确实也不应当默默走过,而不对其中一些内容作一概括性的提及。