Humanitext Reader

斯特拉波 · 地理学 §8.7.5

阿开亚各主要城市的地理与历史

第 274 段,共 577 段 · 希腊语

内容简介

作者记述了组成阿开亚十二个部分的村庄和主要城市(如佩莱内、艾盖拉、布拉、艾吉翁、帕特雷和迪梅)的地理位置、历史背景、神话及地名由来,并提到了近期罗马人的定居情况。

§8.7.5ἑκάστη δὲ τῶν δώδεκα μερίδων ἐκ δήμων συνειστήκει ἑπτὰ καὶ ὀκτώ· τοσοῦτον εὐανδρεῖν τὴν χώραν συνέβαινεν.
这十二个部分中的每一个都由七到八个德莫(区)组成;该地区的人口竟如此昌盛。
ἔστι δʼ ἡ Πελλήνη στάδια ἑξήκοντα τῆς θαλάττης ὑπερκειμένη, φρούριον ἐρυμνόν.
佩莱内位于海平面以上六十斯塔迪翁处,是一座坚固的堡垒。
ἔστι δὲ καὶ κώμη Πελλήνη, ὅθεν καὶ αἱ Πελληνικαὶ χλαῖναι, ἃς καὶ ἆθλα ἐτίθεσαν ἐν τοῖς ἀγῶσι· κεῖται δὲ μεταξὺ Αἰγίου καὶ Πελλήνης·
还有一个名为佩莱内的村庄,那里产出佩莱内斗篷,人们在竞技会中也将其作为奖品;它位于艾吉翁和佩莱内之间。
τὰ δὲ Πέλλανα ἕτερα τούτων ἐστί, Λακωνικὸν χωρίον, ὡς πρὸς τὴν Μεγαλοπολῖτιν νεῦον.
佩拉纳与这些地方不同,是一个拉科尼亚的地方,朝向美加洛波利斯领地。
Αἴγειρα δὲ ἐπὶ βουνοῦ κεῖται.
艾盖拉坐落在一座山丘上。
Βοῦρα δʼ ὑπέρκειται τῆς θαλάττης ἐν τετταράκοντά πως σταδίοις, ἣν ὑπὸ σεισμοῦ καταποθῆναι συνέβη. ἀπὸ δὲ τῆς ἐνταῦθα κρήνης Συβάριδος τὸν κατὰ τὴν Ἰταλίαν ποταμὸν ὀνομασθῆναί φασιν.
布拉位于海平面以上大约四十斯塔迪翁处,它因地震而被吞没;据说意大利的那条河就是以这里的西巴里斯泉命名的。
ἡ δʼ Αἰγὰ (καὶ γὰρ οὕτω λέγουσι τὰς Αἰγὰς) νῦν μὲν οὐκ οἰκεῖται, τὴν δὲ χώραν ἔχουσιν Αἰγιεῖς.
艾盖(因为人们确实也用这个单数形式称呼艾盖)现在无人居住,但艾吉翁人占有这一地区。
Αἴγιον δὲ ἱκανῶς οἰκεῖται· ἱστοροῦσι δʼ ἐνταῦθα τὸν Δία ὑπʼ αἰγὸς ἀνατραφῆναι, καθάπερ φησὶ καὶ Ἄρατος " αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν.
艾吉翁有充足的人口居住;这里传说宙斯曾由一只山羊抚养长大,正如阿拉托斯所说: "神圣的山羊,传说它曾向宙斯授乳。
" ἐπιλέγει δὲ καὶ ὅτι " Ὠλενίην δέ μιν αἶγα Διὸς καλέουσʼ ὑποφῆται " δηλῶν τὸν τόπον διότι πλησίον Ὠλένη.
"他还补充说道: "宙斯的代言人们称它为奥勒诺斯的山羊, "以此表明该地点,因为奥勒诺斯就在附近。
αὐτοῦ δὲ καὶ ἡ Κερύνεια ἐπὶ πέτρας ὑψηλῆς ἱδρυμένη.
在这附近还有克律内亚,建立在高耸的岩石之上。
Αἰγιέων δʼ ἐστὶ καὶ ταῦτα καὶ Ἑλίκη καὶ τὸ τοῦ Διὸς ἄλσος τὸ Ἁμάριον, ὅπου συνῄεσαν οἱ Ἀχαιοὶ βουλευσόμενοι περὶ τῶν κοινῶν.
这些地方、赫利刻以及宙斯的圣林哈马里翁(阿开亚人曾在此聚集商议公共事务)都属于艾吉翁人。
ῥεῖ δὲ διὰ τῆς Αἰγιέων ὁ Σελινοῦς ποταμός, ὁμώνυμος τῷ τε ἐν Ἐφέσῳ παρὰ τὸ Ἀρτεμίσιον ῥέοντι, καὶ τῷ ἐν τῇ νῦν Ἠλείᾳ τῷ παραρρέοντι τὸ χωρίον ὅ φησιν ὠνήσασθαι τῇ Ἀρτέμιδι Ξενοφῶν κατὰ χρησμόν· ἄλλος δὲ Σελινοῦς ὁ παρὰ τοῖς Ὑβλαίοις Μεγαρεῦσιν, οὓς ἀνέστησαν Καρχηδόνιοι.
流经艾吉翁人领地的是塞里努斯河,它与流经以弗所阿耳忒弥斯神庙旁的同名河流,以及现在伊利斯地区流经色诺芬声称根据神谕为阿耳忒弥斯购买的地产旁的河流同名;另一条塞里努斯河是流经许布拉的美加拉人领地的那条,他们曾被迦太基人驱逐。
τῶν δὲ λοιπῶν πόλεων τῶν Ἀχαϊκῶν εἴτε μερίδων Ῥύπες μὲν οὐκ οἰκοῦνται, τὴν δὲ χώραν Ῥυπίδα καλουμένην ἔσχον Αἰγιεῖς καὶ Φαριεῖς· ἐκ δὲ τῶν Ῥυπῶν ἦν ὁ Μύσκελλος ὁ Κρότωνος οἰκιστής· τῆς δὲ Ῥυπίδος καὶ τὸ Λεῦκτρον ἦν, δῆμος τῶν Ῥυπῶν.
在其余的阿开亚城市或部分中,吕佩斯无人居住,而艾吉翁人和法雷人占领了被称为吕皮斯的土地;来自吕佩斯的是克罗托内的创建者米斯克鲁斯;属于吕皮斯的还有莱乌克特隆,它是吕佩斯的一个德莫。
μετὰ δὲ τούτους Πάτραι πόλις ἀξιόλογος· μεταξὺ δὲ τὸ Ῥίον ἀπέχον Πατρῶν στάδια τετταράκοντα.
在这些之后是帕特雷,一座值得瞩目的城市;在这之间是里翁,距离帕特雷四十斯塔迪翁。
Ῥωμαῖοι δὲ νεωστὶ μετὰ τὴν Ἀκτιακὴν νίκην ἵδρυσαν αὐτόθι τῆς στρατιᾶς μέρος ἀξιόλογον, καὶ διαφερόντως εὐανδρεῖ νῦν ἀποικία Ῥωμαίων οὖσα· ἔχει δὲ ὕφορμον μέτριον.
罗马人最近在亚克兴战役胜利后,在此安置了其军队中相当一部分人,如今作为罗马殖民地,该地人口格外昌盛;它有一个适度的锚地。
ἐφεξῆς δʼ ἐστὶν ἡ Δύμη, πόλις ἀλίμενος, πασῶν δυσμικωτάτη, ἀφʼ οὗ καὶ τοὔνομα· πρότερον δʼ ἐκαλεῖτο Στράτος· διαιρεῖ δʼ αὐτὴν ἀπὸ τῆς Ἠλείας κατὰ Βουπράσιον ὁ Λάρισος ποταμός, ῥέων ἐξ ὄρους· τοῦτο δʼ οἱ μὲν Σκόλλιν καλοῦσιν, Ὅμηρος δὲ πέτρην Ὠλενίην.
紧接着是迪梅,一个没有港口的城市,是所有城市中最西边的一个,其名称也由此而来;它以前被称为斯特拉托斯;拉里索斯河在布普拉西翁附近将它与伊利斯地区隔开,该河源自一座山;这座山有人称之为斯科利斯,而荷马称之为奥勒诺斯之岩。
τοῦ δʼ Ἀντιμάχου Καυκωνίδα τὴν Δύμην εἰπόντος, οἱ μὲν ἐδέξαντο ἀπὸ τῶν Καυκώνων ἐπιθέτως εἰρῆσθαι αὐτὸ μέχρι δεῦρο καθηκόντων, καθάπερ ἐπάνω προείπομεν· οἱ δʼ ἀπὸ Καύκωνος ποταμοῦ τινος, ὡς αἱ Θῆβαι Διρκαῖαι καὶ Ἀσωπίδες, Ἄργος δʼ Ἰνάχειον, Τροία δὲ Σιμουντίς.
由于安提马科斯称迪梅为“卡乌科尼斯”,一些人理解这是由曾延伸至此的卡乌康人派生出的形容性称呼,正如我们上面所说;而另一些人则认为它得名于某条卡乌康河,就像底比斯被称为迪尔凯安和阿索皮底安、阿耳戈斯被称为伊纳科斯、特洛伊被称为西摩伊斯一样。
δέδεκται δʼ οἰκήτορας καὶ ἡ Δύμη μικρὸν πρὸ ἡμῶν ἀνθρώπους μιγάδας, οὓς ἀπὸ τοῦ πειρατικοῦ πλήθους περιλιπεῖς ἔσχε Πομπήιος, καταλύσας τὰ λῃστήρια καὶ ἱδρύσας τοὺς μὲν ἐν Σόλοις τοῖς Κιλικίοις τοὺς δʼ ἄλλοθι καὶ δὴ καὶ ἐνταῦθα.
迪梅在我们时代前不久也接纳了混杂的人群作为居民,他们是庞培在消灭海盗活动后,从海盗人群中留存下来并安置的人,庞培将其中一些人安置在基利家的索里,另一些人安置在其他地方,而且确实也安置在这里。
ἡ δὲ Φάρα συνορεῖ μὲν τῇ Δυμαίᾳ.
法拉与迪梅的领土接壤。
καλοῦνται δὲ οἱ μὲν ἐκ ταύτης τῆς Φάρας Φαρεῖς, οἱ δʼ ἐκ τῆς Μεσσηνιακῆς Φαραιᾶται· ἔστι δʼ ἐν τῇ Φαραϊκῇ Δίρκη κρήνη ὁμώνυμος τῇ ἐν Θήβαις.
来自这一法拉的人被称为法雷人,而来自美塞尼亚法拉的人被称为法莱亚泰;在法拉地区有迪尔刻泉,与底比斯的同名。
ἡ δʼ Ὤλενος ἔστι μὲν ἔρημος, κεῖται δὲ μεταξὺ Πατρῶν καὶ Δύμης· ἔχουσι δὲ Δυμαῖοι τὴν χώραν.
奥勒诺斯如今荒废,位于帕特雷和迪梅之间;迪梅人拥有其土地。
εἶτʼ Ἄραξος, τὸ ἀκρωτήριον τῆς Ἠλείας, ἀπὸ Ἰσθμοῦ στάδιοι χίλιοι.
然后是阿拉克索斯,伊利斯地区的岬角,距离地峡一千斯塔迪翁。

词汇与语法注释

  1. 8.7.5ἐπισχεῖν — 不定式 `ἐπισχεῖν` 由前述的名词 `λόγος`(意为“有传说/故事说……”)引导,构成间接引语(相当于宾格加不定式结构)。
  2. 8.7.5ὠνήσασθαι — 不定式 `ὠνήσασθαι` 是动词 `φησὶν` 的补充不定式。由于主语 `Ξενοφῶν`(主格)也是该不定式的逻辑主语,因此构成了主格加不定式结构(NCI)。关系代词 `ὅ` 是 `ὠνήσασθαι` 的直接宾语,其先行词为 `χωρίον`。

引用这一段

斯特拉波, 地理学 §8.7.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.7.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。