Humanitext Reader

斯特拉波 · 地理学 §8.7.2

赫利刻的沉没与波塞冬崇拜

第 272 段,共 577 段 · 希腊语

内容简介

描述了因地震导致的赫利刻淹没与波塞冬神庙消失、关于荷马诗句中祭祀描述的阐释争议,以及历史学家和地理学家的证言。

§8.7.2ἐξαρθὲν γὰρ ὑπὸ σεισμοῦ τὸ πέλαγος κατέκλυσε καὶ αὐτὴν καὶ τὸ ἱερὸν τοῦ Ἑλικωνίου Ποσειδῶνος, ὃν καὶ νῦν ἔτι τιμῶσιν Ἴωνες, καὶ θύουσιν ἐκεῖ τὰ Πανιώνια.
因为地震引起的巨浪吞没了赫利刻自身以及赫利科尼乌斯·波塞冬的神庙,伊奥尼亚人直到今天仍在崇拜这位神明,并在那里举行泛伊奥尼亚节。
μέμνηται δʼ, ὡς ὑπονοοῦσί τινες, ταύτης τῆς θυσίας Ὅμηρος ὅταν φῇ " αὐτὰρ ὁ θυμὸν ἄισθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα. " τεκμαίρονταί τε νεώτερον εἶναι τῆς Ἰωνικῆς ἀποικίας τὸν ποιητήν, μεμνημένον γε τῆς Πανιωνικῆς θυσίας ἣν ἐν τῇ Πριηνέων χώρᾳ συντελοῦσιν Ἴωνες τῷ Ἑλικωνίῳ Ποσειδῶνι, ἐπεὶ καὶ αὐτοὶ οἱ Πριηνεῖς ἐξ Ἑλίκης εἶναι λέγονται·
正如一些人所推测的那样,荷马在以下诗句中提到了这一祭祀: "αὐτὰρ ὁ θυμὸν ἄισθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα. "他们以此推断,这位诗人的时代晚于伊奥尼亚人的殖民运动,因为他提到了伊奥尼亚人在普里埃内人的领地上为赫利科尼乌斯·波塞冬举行的泛伊奥尼亚祭祀,因为普里埃内人自身据说也来自赫利刻。
καὶ δὴ πρὸς τὴν θυσίαν ταύτην καθιστᾶσιν ἄνδρα νέον Πριηνέα τὸν τῶν ἱερῶν ἐπιμελησόμενον.
事实上,为了这一祭祀,他们会指定一名普里埃内的年轻人来管理祭祀仪式。
τεκμηριοῦνται δʼ ἔτι μᾶλλον τὸ προκείμενον ἐκ τῶν περὶ τοῦ ταύρου πεφρασμένων· τότε γὰρ νομίζουσι καλλιερεῖν περὶ τὴν θυσίαν ταύτην Ἴωνες, ὅταν θυόμενος ὁ ταῦρος μυκήσηται.
他们还从关于公牛的描述中更进一步证实了前述论点,因为伊奥尼亚人认为,当献祭的公牛发出叫声时,这次祭祀便得到了吉兆。
οἱ δʼ ἀντιλέγοντες μεταφέρουσιν εἰς τὴν Ἑλίκην τὰ λεχθέντα τεκμήρια περὶ τοῦ ταύρου καὶ τῆς θυσίας, ὡς ἐκεῖ νενομισμένων τούτων καὶ τοῦ ποιητοῦ παραβάλλοντος τὰ ἐκεῖ συντελούμενα.
而反对这一说法的人,则将关于公牛和祭祀的这些证据转移到赫利刻,认为这些是赫利刻当地的习俗,而诗人只是在类比那里举行的仪式。
κατεκλύσθη δʼ ἡ Ἑλίκη δυσὶν ἔτεσι πρὸ τῶν Λευκτρικῶν.
赫利刻是在留克特拉战役前两年被淹没的。
Ἐρατοσθένης δὲ καὶ αὐτὸς ἰδεῖν φησι τὸν τόπον, καὶ τοὺς πορθμέας λέγειν ὡς ἐν τῷ πόρῳ ὀρθὸς ἑστήκει Ποσειδῶν χάλκεος, ἔχων ἱππόκαμπον ἐν τῇ χειρὶ κίνδυνον φέροντα τοῖς δικτυεῦσιν.
埃拉托斯特尼说他自己也亲眼见过那个地方,并说渡船夫们提到,在航道中直立着一座青铜的波塞冬像,手里拿着一只海马,给渔民们带来了挂网的危险。
Ἡρακλείδης δέ φησι κατʼ αὐτὸν γενέσθαι τὸ πάθος νύκτωρ, δώδεκα σταδίους διεχούσης τῆς πόλεως ἀπὸ θαλάττης καὶ τούτου τοῦ χωρίου παντὸς σὺν τῇ πόλει καλυφθέντος, δισχιλίους δὲ παρὰ τῶν Ἀχαιῶν πεμφθέντας ἀνελέσθαι μὲν τοὺς νεκροὺς μὴ δύνασθαι, τοῖς δʼ ὁμόροις νεῖμαι τὴν χώραν.
而赫拉克莱德斯则说,这场灾难发生在他的时代,是在夜间发生的,当时城市距离大海有十二斯塔迪翁,而这整片土地连同城市一起被淹没。 阿开亚人派遣的两千名人员无法打捞死者遗体,只能将土地分配给邻近的居民。
συμβῆναι δὲ τὸ πάθος κατὰ μῆνιν Ποσειδῶνος·
他还说,这场灾难是因为波塞冬的愤怒而发生的。
τοὺς γὰρ ἐκ τῆς Ἑλίκης ἐκπεσόντας Ἴωνας αἰτεῖν πέμψαντας παρὰ τῶν Ἑλικέων μάλιστα μὲν τὸ βρέτας τοῦ Ποσειδῶνος, εἰ δὲ μή, τοῦ γε ἱεροῦ τὴν ἀφίδρυσιν·
因为被逐出赫利刻的伊奥尼亚人曾派遣使者向赫利刻人请求,最希望得到波塞冬的神像,如果得不到,至少也希望得到神殿的分灵(复制品)。
οὐ δόντων δὲ πέμψαι πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν·
由于赫利刻人不给,伊奥尼亚人便向阿开亚人的联合大会提出请求。
τῶν δὲ ψηφισαμένων οὐδʼ ὣς ὑπακοῦσαι·
尽管阿开亚人通过决议予以准许,赫利刻人仍不服从。
τῷ δʼ ἑξῆς χειμῶνι συμβῆναι τὸ πάθος, τοὺς δʼ Ἀχαιοὺς ὕστερον δοῦναι τὴν ἀφίδρυσιν τοῖς Ἴωσιν.
结果在紧接着的冬天里发生了这场灾难,阿开亚人后来将分灵交给了伊奥尼亚人。
Ἡσίοδος δὲ καὶ ἄλλης Ἑλίκης μέμνηται Θετταλικῆς.
赫西俄德还提到了另一座位于色萨利的赫利刻。

词汇与语法注释

  1. 8.7.2ἄισθε — 引用自荷马史诗《意利亚特》(第20卷第403行)。是动词 ἀίσθω(或 ἀίω)的未完成过去时或不定过去时第三人称单数(诗歌缩略形式),意为“断气”或“息绝”。
  2. 8.7.2νεώτερον εἶναι τῆς Ἰωνικῆς ἀποικίας τὸν ποιητήν — 这是一个“对格加不定式”(A.C.I.)结构,作为主句动词 τεκμαίρονται(他们推断)的宾语从句。不定式 εἶναι 的逻辑主语是对格的 τὸν ποιητήν(诗人,即荷马),νεώτερον 是其表语。比较级 νεώτερον(更晚、更年轻)支配着表示比较对象的属格 τῆς Ἰωνικῆς ἀποικίας τῆς Ἰωνικῆς ἀποικίας(伊奥尼亚人的殖民运动),即“比较属格”。
  3. 8.7.2τὸν τῶν ἱερῶν ἐπιμελησόμενον — 这是一个带冠词的将来分词,修饰前面的名词短语 ἄνδρα νέον Πριηνέα(普里埃内的年轻人)。将来媒体分词 ἐπιμελησόμενον 表示目的或意图(“为了管理……”),由于该动词支配属格,因此其宾语 τῶν ἱερῶν(祭祀、神圣之物)使用了属格。
  4. 8.7.2ἀφίδρυσιν — 名词 ἀφίδρυσις 的单数对格,指神庙的建立、神像的复制品,或分灵、分社的劝请。在本语境中,由于原神像(βρέτας)的转让遭到拒绝,他们请求获得其“复制品”或具有同样神圣力量的“分灵”,这展示了古希腊殖民和宗教传播过程中的重要概念。

引用这一段

斯特拉波, 地理学 §8.7.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.7.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。