Humanitext Reader

斯特拉波 · 地理学 §8.6.23-8.6.25

科林斯的毁灭与重建及西库翁周边诸城

第 270 段,共 577 段 · 希腊语

内容简介

叙述了罗马人对科林斯的摧毁及凯撒对该城的重建,以及围绕掠夺艺术品与墓葬文物的逸事,随后介绍了奥尔内艾、弗利乌斯和西库翁的地理与历史。

§8.6.23Κορίνθιοι δʼ ὑπὸ Φιλίππῳ ὄντες ἐκείνῳ τε συνεφιλονείκησαν καὶ ἰδίᾳ πρὸς Ῥωμαίους ὑπεροπτικῶς εἶχον, ὥστε τινὲς καὶ τῶν πρέσβεων παριόντων τὴν οἰκίαν αὐτῶν ἐθάρρησαν καταντλῆσαι βόρβορον.
科林斯人由于处于腓力统治之下,不仅在竞争中支持他,而且私下里对罗马人态度傲慢,以至于当罗马使节经过他们的房屋时,有些人甚至敢于向下倾倒污泥。
ἀντὶ τούτων μὲν οὖν καὶ ἄλλων ὧν ἐξήμαρτον ἔτισαν δίκας αὐτίκα· πεμφθείσης γὰρ ἀξιολόγου στρατιᾶς, αὐτή τε κατέσκαπτο ὑπὸ Λευκίου Μομμίου καὶ τἆλλα μέχρι Μακεδονίας ὑπὸ Ῥωμαίοις ἐγένετο, ἐν ἄλλοις ἄλλων πεμπομένων στρατηγῶν· τὴν δὲ χώραν ἔσχον Σικυώνιοι τὴν πλείστην τῆς Κορινθίας.
然而,为了这些罪行以及他们所犯下的其他过失,他们很快便付出了代价;因为罗马人派遣了一支庞大的军队,该城本身被卢基乌斯·穆姆米乌斯彻底摧毁,而其余直至马其顿的地区都落入罗马人的统治之下,在不同的地方派遣了不同的将领;而西库翁人则占领了科林斯地区的大部分土地。
Πολύβιος δὲ τὰ συμβάντα περὶ τὴν ἅλωσιν ἐν οἴκτου μέρει λέγων προστίθησι καὶ τὴν στρατιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ τὰ ἀναθήματα.
波德比乌斯在带着悲悯之情讲述攻陷该城时所发生的事情之余,还补充了士兵们对艺术品和献纳物的轻视。
φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπʼ ἐδάφους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων.
因为他说他亲眼目睹绘画被扔在地上,士兵们在上面玩骰子。
ὀνομάζει δʼ αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφʼ οὗ τινες εἰρῆσθαί φασι τὸ οὐδὲν πρὸς τὸν Διόνυσον, καὶ τὸν Ἡρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι.
他在其中提到了阿里斯泰德所作的一幅狄奥尼索斯的画像,有人说: “这与狄奥尼索斯毫无关系” 这句谚语就是针对这幅画说的,此外还有一幅表现赫拉克勒斯被德伊阿妮拉的衣衫折磨的画。
τοῦτον μὲν οὖν οὐχ ἑωράκαμεν ἡμεῖς, τὸν δὲ Διόνυσον ἀνακείμενον ἐν τῷ Δημητρείῳ τῷ ἐν Ῥώμῃ κάλλιστον ἔργον ἑωρῶμεν· ἐμπρησθέντος δὲ τοῦ νεὼ συνηφανίσθη καὶ ἡ γραφὴ νεωστί.
后一幅画我们自己没有见过,但那幅曾供奉在罗马德墨忒尔神庙中的狄奥尼索斯画作,我们曾见过它是一件极美的作品;但当该庙宇被焚毁时,这幅画也在最近一同消失了。
σχεδὸν δέ τι καὶ τῶν ἄλλων ἀναθημάτων τῶν ἐν Ῥώμῃ τὰ πλεῖστα καὶ ἄριστα ἐντεῦθεν ἀφῖχθαι· τινὰ δὲ καὶ αἱ κύκλῳ τῆς Ῥώμης πόλεις ἔσχον.
罗马其他大部分且最优秀的献纳物几乎也都来自这里;罗马周围的城市也获得了一些。
μεγαλόφρων γὰρ ὢν μᾶλλον ἢ φιλότεχνος ὁ Μόμμιος, ὥς φασι, μετεδίδου ῥᾳδίως τοῖς δεηθεῖσι.
因为人们说,穆姆米乌斯为人慷慨大度,而非艺术爱好者,所以他很容易把这些东西分给请求者。
Λεύκολλος δὲ κατασκευάσας τὸ τῆς Εὐτυχίας ἱερὸν καὶ στοάν τινα χρῆσιν ᾐτήσατο ὧν εἶχεν ἀνδριάντων ὁ Μόμμιος, ὡς κοσμήσων τὸ ἱερὸν μέχρι ἀναδείξεως, εἶτʼ ἀποδώσων· οὐκ ἀπέδωκε δέ, ἀλλʼ ἀνέθηκε κελεύσας αἴρειν εἰ βούλεται· πράως δʼ ἤνεγκεν ἐκεῖνος οὐ φροντίσας οὐδέν, ὥστʼ ηὐδοκίμει τοῦ ἀναθέντος μᾶλλον.
卢库鲁斯在建造了命运女神庙和一座柱廊时,请求借用穆姆米乌斯所拥有的一些雕像,借口是在神庙落成典礼前用作装饰,随后归还;但他并未归还,而是直接将其奉献,并对穆姆米乌斯说如果想要可以拿走;而后者宽容地承受了这一切,毫不介意,以至于他比那位奉献者赢得了更高的声誉。
πολὺν δὲ χρόνον ἐρήμη μείνασα ἡ Κόρινθος ἀνελήφθη πάλιν ὑπὸ Καίσαρος τοῦ θεοῦ διὰ τὴν εὐφυΐαν, ἐποίκους πέμψαντος τοῦ ἀπελευθερικοῦ γένους πλείστους· οἳ τὰ ἐρείπια κινοῦντες καὶ τοὺς τάφους συνανασκάπτοντες εὕρισκον ὀστρακίνων τορευμάτων πλήθη, πολλὰ δὲ καὶ χαλκώματα· θαυμάζοντες δὲ τὴν κατασκευὴν οὐδένα τάφον ἀσκευώρητον εἴασαν, ὥστε εὐπορήσαντες τῶν τοιούτων καὶ διατιθέμενοι πολλοῦ νεκροκορινθίων ἐπλήρωσαν τὴν Ῥώμην· οὕτω γὰρ ἐκάλουν τὰ ἐκ τῶν τάφων ληφθέντα, καὶ μάλιστα τὰ ὀστράκινα.
科林斯在荒废了很长时间后,因其天然的优越地理位置,由神君凯撒重建,他派遣了极多释放奴隶阶层的殖民者;他们清理废墟、挖掘坟墓时,发现了大量的陶制浮雕和许多青铜器;他们惊叹于其工艺,没有放过任何一个坟墓,因此他们获得了丰富的此类物品,并以高价售出,使罗马充斥着“墓出科林斯器”;因为他们把从坟墓中获取的东西,尤其是陶制器皿,称作这个名字。
κατʼ ἀρχὰς μὲν οὖν ἐτιμήθη σφόδρα ὁμοίως τοῖς χαλκώμασι τοῖς κορινθιουργέσιν, εἶτʼ ἐπαύσαντο τῆς σπουδῆς, ἐκλιπόντων τῶν ὀστράκων καὶ οὐδὲ κατωρθωμένων τῶν πλείστων.
起初,这些器物极受重视,就像科林斯制造的青铜器一样,但后来人们失去了热情,因为陶器枯竭了,而且其中大部分甚至都称不上是成功之作。
ἡ μὲν δὴ πόλις ἡ τῶν Κορινθίων μεγάλη τε καὶ πλουσία διὰ παντὸς ὑπῆρξεν, ἀνδρῶν τε ηὐπόρησεν ἀγαθῶν εἴς τε τὰ πολιτικὰ καὶ εἰς τὰς τέχνας τὰς δημιουργικάς· μάλιστα γὰρ καὶ ἐνταῦθα καὶ ἐν Σικυῶνι ηὐξήθη γραφική τε καὶ πλαστικὴ καὶ πᾶσα ἡ τοιαύτη δημιουργία.
科林斯城自古以来一直强盛而富庶,人才辈出,无论是在政治事务中还是在手工技艺方面;因为绘画、雕塑和所有此类手工业在这里和西库翁都得到了极大的发展。
χώραν δʼ ἔσχεν οὐκ εὔγεων σφόδρα, ἀλλὰ σκολιάν τε καὶ τραχεῖαν, ἀφʼ οὗ πάντες ὀφρυόεντα Κόρινθον εἰρήκασι καὶ παροιμιάζονται "Κόρινθος ὀφρυᾷ τε καὶ κοιλαίνεται.
然而,它的土地并不是很肥沃,而是崎岖而险峻,因此大家都称其为“险峻的科林斯”,并流传着谚语: “科林斯既险峻又低洼。
" §8.6.24Ὀρνεαὶ δʼ εἰσὶν ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ, νῦν μὲν ἔρημοι πρότερον δʼ οἰκούμεναι καλῶς, ἱερὸν ἔχουσαι Πριάπου τιμώμενον, ἀφʼ ὧν καὶ ὁ τὰ Πριάπεια ποιήσας Εὐφορίων Ὀρνεάτην καλεῖ τὸν θεόν· κεῖνται δʼ ὑπὲρ τοῦ πεδίου τοῦ Σικυωνίων, τὴν δὲ χώραν ἔσχον Ἀργεῖοι.
” 奥尔内艾因旁流的河流而得名,现在确实荒芜了,但以前居民众多,有一座受到尊崇的普利亚波斯神庙,因此创作了《普利亚波斯歌》的欧福里翁称这位神明为“奥尔内艾之神”;它坐落在西库翁人平原的上方,其土地由阿哥斯人占领。
Ἀραιθυρέα δʼ ἐστὶν ἡ νῦν Φλιασία καλουμένη, πόλιν δʼ εἶχεν ὁμώνυμον τῇ χώρᾳ πρὸς ὄρει Κηλώσσῃ· οἱ δʼ ὕστερον ἀναστάντες ἐκεῖθεν πρὸ τριάκοντα σταδίων ἔκτισαν πόλιν, ἣν ἐκάλεσαν Φλιοῦντα· τῆς δὲ Κηλώσσης μέρος ὁ Καρνεάτης, ὅθεν λαμβάνει τὴν ἀρχὴν Ἀσωπὸς ὁ παραρρέων τὴν Σικυῶνα καὶ ποιῶν τὴν Ἀσωπίαν χώραν, μέρος οὖσαν τῆς Σικυωνίας.
阿莱テュレア就是现在被称为弗利阿西亚的地方,它在凯洛萨山附近有一座与该地区同名的城市;但后来的居民迁离了那里,在三十斯塔迪翁外建立了一座城市,他们称之为弗利乌斯;凯洛萨山的一部分是卡尔内阿特斯,流经西库翁并形成阿索皮亚地区的阿索波斯河便发源于此,阿索皮亚是西库尼亚的一部分。
ἔστι δʼ Ἀσωπὸς καὶ ὁ παρὰ Θήβας ῥέων καὶ Πλαταιὰς καὶ Τάναγραν, ἄλλος δʼ ἔστιν ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ παρὰ κώμην ῥέων ἣν Παρασωπίους ὀνομάζουσι, τέταρτος δʼ ὁ ἐν Πάρῳ.
也有一条阿索波斯河流经底比斯、普拉泰亚和塔纳格拉,另一条在特拉克斯的赫拉克莱亚,流经一个被称为旁阿索波斯人的村庄,第四条在帕罗斯岛。
κεῖται δʼ ὁ Φλιοῦς ἐν μέσῳ Σικυωνίας Ἀργείας Κλεωνῶν καὶ Στυμφάλου κύκλῳ περιεχόμενος· τιμᾶται δʼ ἐν Φλιοῦντι καὶ Σικυῶνι τὸ τῆς Δίας ἱερόν· καλοῦσι δʼ οὕτω τὴν Ἥβην.
弗利乌斯坐落在西库尼亚、阿哥斯、克莱奥奈和斯廷法洛斯的中间,被它们环绕在中央;在弗利乌斯和西库翁,人们尊崇蒂亚的神庙,他们把赫柏称为蒂亚。
§8.6.25τὴν δὲ Σικυῶνα πρότερον Μηκώνην ἐκάλουν, ἔτι δὲ πρότερον Αἰγιαλεῖς· ἀνῴκισε δʼ αὐτὴν ἀπὸ θαλάττης ὅσον εἴκοσι σταδίοις (οἱ δὲ δώδεκά φασιν) ἐπὶ λόφον ἐρυμνὸν Δημήτριος· τὸ δὲ παλαιὸν κτίσμα ἐπίνειόν ἐστιν ἔχον λιμένα.
西库翁以前被称为麦科内,更早以前被称为艾吉亚莱斯;但德米特里在距离大海约二十斯塔迪翁(有人说是十二斯塔迪翁)的一座险要的山丘上重建了它;古老的定居点则是拥有港口的港口镇。
ὁρίζει δὲ τὴν Σικυωνίαν καὶ τὴν Κορινθίαν ποταμὸς Νεμέα· ἐτυραννήθη δὲ πλεῖστον χρόνον, ἀλλʼ ἀεὶ τοὺς τυράννους ἐπιεικεῖς ἄνδρας ἔσχεν, Ἄρατον δʼ ἐπιφανέστατον, ὃς καὶ τὴν πόλιν ἠλευθέρωσε, καὶ Ἀχαιῶν ἦρξε παρʼ ἑκόντων λαβὼν τὴν ἐξουσίαν, καὶ τὸ σύστημα ηὔξησε προσθεὶς αὐτῷ τήν τε πατρίδα καὶ τὰς ἄλλας πόλεις τὰς ἐγγύς.
内梅亚河划定了西库尼亚和科林西亚的边界;西库翁被僭主统治了极长的时间,但它总是拥有温和的僭主,其中阿拉托斯最为著名,他也解放了这座城市,并自愿接受了阿开亚人赋予的权力,通过将自己的祖国和附近的其他城市加入其中,扩大了他们的同盟。
Ὑπερησίην δὲ καὶ τὰς ἑξῆς πόλεις ἃς ὁ ποιητὴς λέγει, καὶ τὸν Αἰγιαλὸν τῶν Ἀχαιῶν ἤδη συμβέβηκεν εἶναι μέχρι Δύμης καὶ τῶν ὅρων τῆς Ἠλείας.
休佩雷西亚以及诗人所提到的接下来的城市,以及阿开亚人的“海岸”,现在已经属于阿开亚人,一直延伸到迪美和伊利斯的边界。

词汇与语法注释

  1. 8.6.23ἐθάρρησαν καταντλῆσαι βόρβορον — 动词 ἐθάρρησαν(敢于)后接补足性不定式 καταντλῆσαι(倾倒、泼洒),并以 βόρβορον(污泥、污水)作为其直接宾语。
  2. 8.6.23ὡς κοσμήσων τὸ ἱερὸν μέχρι ἀναδείξεως, εἶτʼ ἀποδώσων — 带有 ὡς 的将来时分词 κοσμήσων 与 ἀποδώσων 表示主语(卢库鲁斯)的主观意图或借口,意为“借口用于装饰、随后归还”。
  3. 8.6.23ὥστʼ ηὐδοκίμει τοῦ ἀναθέντος μᾶλλον — 由 ὥστε 引导的结果从句。属格 τοῦ ἀναθέντος(奉献者,即卢库鲁斯)是与比较级副词 μᾶλλον(更)连用的比较属格,与 ηὐδοκίμει 的主语(穆姆米乌斯)进行比较。
  4. 8.6.24Ὀρνεαὶ δʼ εἰσὶν ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ — 形容词 ἐπώνυμοι(以……命名)支配与格 τῷ παραρρέοντι ποταμῷ(旁流的河流),表示名称的来源。

引用这一段

斯特拉波, 地理学 §8.6.23-8.6.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.23-8.6.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。