§8.6.6περὶ δὲ τῆς Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλήνων ἀντιλέγεται.
关于希腊、希腊人以及潘赫勒内斯(全希腊人),存在着争议。
Θουκυδίδης μὲν γὰρ τὸν ποιητὴν μηδαμοῦ βαρβάρους εἰπεῖν φησι διὰ τὸ μηδὲ Ἕλληνάς πω τὸ ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι.
因为修昔底德说,诗人(荷马)在任何地方都没有提到“蛮族(巴尔巴洛伊)”,这是因为希腊人自身当时还没有被区分成一个与之相对立的单一名称。
καὶ Ἀπολλόδωρος δὲ μόνους τοὺς ἐν Θετταλίᾳ καλεῖσθαί φησιν
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες.
阿波罗多洛斯也说,只有色萨利的人才这样被称为: “他们被称为缪尔米多内斯人和赫勒内斯(希腊人)。
Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλληνας λεγομένους τοὺς σύμπαντας καὶ Πανέλληνας, τὸν μὲν περὶ τῶν Προιτίδων λέγοντα ὡς Πανέλληνες ἐμνήστευον αὐτάς, τὸν δὲ
"
ὡς Πανελλήνων ὀιζὺς ἐς Θάσον συνέδραμεν.
” 然而,据说赫西俄德和阿耳基洛科斯已经知道全体都被称为赫勒内斯和潘赫勒内斯,前者在谈到普罗伊托斯的女儿们时说“潘赫勒内斯向她们求婚”,而后者则说: “全希腊人的灾难如何聚集到了萨索斯。
"
ἄλλοι δʼ ἀντιτιθέασιν ὅτι καὶ βαρβάρους εἴρηκεν, εἰπών γε βαρβαροφώνους τοὺς Κᾶρας, καὶ Ἕλληνας τοὺς πάντας
"
ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος· "
καὶ πάλιν
"
εἰ δʼ ἐθέλῃς ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος. "
” 但其他人反驳说,他确实提到了“蛮族”,因为他称卡里亚人为“粗野语言的(巴尔巴罗波诺伊)”,并称全体为赫勒内斯: “他的名声传遍了整个希腊(赫拉斯)和阿哥斯中部的那个男子的名声;” 并且再次说道: “如果你想走遍希腊和阿哥斯中部。
§8.6.7ἡ μὲν οὖν πόλις ἡ τῶν Ἀργείων ἐν χωρίοις ἐπιπέδοις ἵδρυται τὸ πλέον, ἄκραν δʼ ἔχει τὴν καλουμένην Λάρισαν, λόφον εὐερκῆ μετρίως ἔχοντα ἱερὸν Διός·
” 阿哥斯人的城市大部分建在平坦的土地上,但它拥有被称为“拉里萨”的卫城,这是一座防御适度的山丘,建有宙斯的神庙。
ῥεῖ δʼ αὐτῆς πλησίον ὁ Ἴναχος χαραδρώδης ποταμὸς τὰς πηγὰς ἔχων ἐκ Λυρκείου.
在它附近流淌着伊纳科斯河,这是一条源自吕耳刻伊翁山的急流。
περὶ δὲ τῶν μυθευομένων πηγῶν εἴρηται διότι πλάσματα ποιητῶν ἐστί· πλάσμα δὲ καὶ τὸ Ἄργος ἄνυδρον
θεοὶ δʼ αὖ θέσαν Ἄργος ἔνυδρον
τῆς τε χώρας κοίλης οὔσης καὶ ποταμοῖς διαρρεομένης καὶ ἕλη καὶ λίμνας παρεχομένης, καὶ τῆς πόλεως εὐπορουμένης ὕδασι φρεάτων πολλῶν καὶ ἐπιπολαίων.
关于神话中的水源,前面已经说过它们是诗人的虚构;而“无水的阿哥斯”同样也是一种虚构,[相反地:] “但神明反过来使阿哥斯水源充足” 因为这一地区地势低洼,有河流经,并形成了沼泽和湖泊,而且城市本身也富含许多浅层井水。
αἰτιῶνται δὲ τῆς ἀπάτης τὸ
"
καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην.
人们将这种误解归咎于以下诗句: “而我将作为最受耻辱的人,来到干渴的(polydipsion)阿哥斯。
"
τοῦτο δʼ ἤτοι ἀντὶ τοῦ πολυπόθητον κεῖται, ἢ χωρὶς τοῦ δ πολυίψιον, ὡς
"
πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε
"
φησὶ Σοφοκλῆς· τὸ γὰρ ἴψασθαι φθοράν τινα καὶ βλάβην σημαίνει
"
νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν
"
"
κατὰ χρόα καλὸν ἰάψῃ.
” 然而,这要么是代替“备受渴望的”而使用的,要么是去掉字母“d”后的“polyipsion(大受损害的)”,正如 “佩洛普斯家族的这所大受毁灭的房屋,” 索福克勒斯所说;因为“ipsasthai(伤害)”意味着某种毁灭和伤害: “现在他只是尝试,但很快他就将伤害阿开亚人的子孙,” “你将伤害你美丽的肌肤。
"
"
Ἄιδι προίαψεν
"
ἄλλως τε οὐ τὴν πόλιν λέγει τὸ Ἄργος (οὐ γὰρ ἐκεῖσε ἔμελλεν ἀφίξεσθαι) ἀλλὰ τὴν Πελοπόννησον, οὐ δήπου καὶ ταύτην διψηρὰν οὖσαν.
” “他把他们提前送往哈得斯。 ” 此外,他用“阿哥斯”并不是指城市(因为他并不打算到达那里),而是指伯罗奔尼撒,而伯罗奔尼撒当然也绝非干渴之地。
καὶ σὺν τῷ ltδgt δὲ ὑπερβατῶς δέχονταί συναλιφὴν μετὰ τοῦ συνδέσμου τοῦ δέ, ἵνʼ ᾖ οὕτως
καί κεν ἐλέγχιστος πολὺ δʼ ἴψιον Ἄργος ἱκοίμην,
πολυίψιον Ἄργοσδε ἱκοίμην ἀντὶ τοῦ εἰς Ἄργος.
而且对于带有“d”的写法,人们将其作倒置(超前)理解,即与连词“de”产生缩约,从而使其成为: “而我将作为最受耻辱的人,来到大受损害的、并向着阿哥斯(polyipsion Argosde)。 ” 也就是用“polyipsion Argosde(大受损害的并去往阿哥斯)”代替“eis Argos(去往阿哥斯)”。
§8.6.8εἷς μὲν δὴ Ἴναχός ἐστιν ὁ διαρρέων τὴν Ἀργείαν· ἄλλος δὲ ποταμὸς Ἐρασῖνος ἐν τῇ Ἀργείᾳ ἐστίν·
流经阿哥斯地区的一条河是伊纳科斯河;阿哥斯地区还有另一条河,即埃拉西诺斯河。
οὗτος δὲ τὰς ἀρχὰς ἐκ Στυμφάλου τῆς Ἀρκαδίας λαμβάνει καὶ τῆς ἐκεῖ λίμνης τῆς καλουμένης Στυμφαλίδος, ἐν ᾗ τὰς ὄρνεις μυθολογοῦσι τὰς ὑπὸ τοῦ Ἡρακλέους τοξεύμασι καὶ τυμπάνοις ἐξελαθείσας, καὶ αὐτὰς καλοῦσι Στυμφαλίδας·
这条河发源于阿卡迪亚的斯蒂姆法洛斯以及那里的斯蒂姆法利斯湖,神话中赫拉克勒斯用箭和鼓驱逐的那些鸟就生活在那个湖里,那些鸟本身也被称为斯蒂姆法洛斯之鸟。
δύντα δʼ ὑπὸ γῆς φασὶ τὸν ποταμὸν τοῦτον ἐκπίπτειν εἰς τὴν Ἀργείαν καὶ ποιεῖν ἐπίρρυτον τὸ πεδίον·
据说这条河流入地下后,在阿哥斯地区涌出,灌溉了平原。
ῥεῖ δὲ καὶ ἄλλος ὁμώνυμος ἐκ τῆς Ἀρκαδίας εἰς τὸν κατὰ Βοῦραν αἰγιαλόν· ἄλλος δʼ ἐστὶν ὁ Ἐρετρικός, καὶ ὁ ἐν τῇ Ἀττικῇ κατὰ Βραυρῶνα.
另一条同名的河流从阿卡迪亚流向布拉附近的海岸;还有一条是埃雷特里亚的埃拉西诺斯河,以及位于阿提卡布劳龙附近的埃拉西诺斯河。
δείκνυται δὲ καὶ Ἀμυμώνη τις κρήνη κατὰ Λέρνην.
在勒耳涅附近还指明了名为阿密莫涅的泉水。
ἡ δὲ Λέρνη λίμνη τῆς Ἀργείας ἐστὶ καὶ τῆς Μυκηναίας, ἐν ᾗ τὴν Ὕδραν ἱστοροῦσι· διὰ δὲ τοὺς γινομένους καθαρμοὺς ἐν αὐτῇ παροιμία τις ἐξέπεσε
Λέρνη κακῶν.
勒耳涅是阿哥斯和迈锡尼地区的一个湖泊,据传许德拉的故事就发生在那里;由于在其中进行的净化仪式,流传着这样一句谚语: “勒耳涅的灾祸。
τὴν μὲν οὖν χώραν συγχωροῦσιν εὐυδρεῖν, αὐτὴν δὲ τὴν πόλιν ἐν ἀνύδρῳ χωρίῳ κεῖσθαι, φρεάτων δʼ εὐπορεῖν, ἃ ταῖς Δαναΐσιν ἀνάπτουσιν, ὡς ἐκείνων ἐξευρουσῶν, ἀφʼ οὗ καὶ τὸ ἔπος εἰπεῖν τοῦτο
"
Ἄργος ἄνυδρον ἐὸν Δανααὶ θέσαν Ἄργος ἔνυδρον,
"
τῶν δὲ φρεάτων τέτταρα καὶ ἱερὰ ἀποδειχθῆναι καὶ τιμᾶσθαι διαφερόντως, ἐν εὐπορίᾳ ὑδάτων ἀπορίαν εἰσάγοντες.
” 总之,人们承认该地区水源充足,但城市本身位于无水之地,只是富含井水,而这些井水被归功于达那奥斯的女儿们,因为是她们发现了这些井,由此也有了这句诗: “达那奥斯的女儿们使原本无水的阿哥斯变成了水源充足的阿哥斯,” 而这些井中有四口被定为圣井并受到格外的尊崇,这便是在水资源丰富中引入了匮乏。