Humanitext Reader

斯特拉波 · 地理学 §8.6.9-8.6.11

达那奥斯建城与阿哥斯及迈锡尼的兴衰

第 264 段,共 577 段 · 希腊语

内容简介

本章节讨论了达那奥斯建立阿哥斯的传说,荷马史诗中地理术语的阐释,阿哥斯与迈锡尼两王国的历史演变,以及周边城镇如蒂林斯、阿西内的荒废与居民迁移。

§8.6.9τὴν δὲ ἀκρόπολιν τῶν Ἀργείων οἰκίσαι λέγεται Δαναός, ὃς τοσοῦτον τοὺς πρὸ αὐτοῦ δυναστεύοντας ἐν τοῖς τόποις ὑπερβαλέσθαι δοκεῖ ὥστε κατʼ Εὐριπίδην " Πελασγιώτας ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκʼ ἀνʼ Ἑλλάδα.
据传达那奥斯建立了阿哥斯人的卫城,他被认为极大地超越了在他之前统治该地区的人,以至于根据欧里庇得斯的说法: “他制定了法律,使以前被称为佩拉斯吉奥泰的人在全希腊被称为达那奥伊。
" ἔστι δὲ καὶ τάφος αὐτοῦ κατὰ μέσην τὴν τῶν Ἀργείων ἀγοράν· καλεῖται δὲ πλίνθος.
” 在阿哥斯人广场的正中央也有他的坟墓,被称为“普林托斯(砖)”。
οἶμαι δʼ ὅτι καὶ Πελασγιώτας καὶ Δαναούς, ὥσπερ καὶ Ἀργείους, ἡ δόξα τῆς πόλεως ταύτης ἀπʼ αὐτῆς καὶ τοὺς ἄλλους Ἕλληνας καλεῖσθαι παρεσκεύασεν· οὕτω δὲ καὶ Ἰασίδας καὶ Ἴασον Ἄργος.
我认为,正如“阿哥斯人”一样,这座城市的名声使得“佩拉斯吉奥泰”和“达那奥伊”——乃至其他希腊人——都因它而得名;同样,“伊阿西代”和“伊阿索斯·阿哥斯”也是如此。
καὶ Ἀπίαν καὶ Ἀπιδόνας οἱ νεώτεροί φασιν· Ὅμηρος δʼ Ἀπιδόνας μὲν οὐ λέγει, ἀπίαν δὲ τὴν πόρρω μᾶλλον.
后来的作家提到了“阿皮亚”和“阿皮多内斯”;但荷马没有提到“阿皮多内斯”,而是把“阿皮亚”当成远方的土地。
ὅτι δʼ Ἄργος τὴν Πελοπόννησον λέγει, προσλαβεῖν ἔστι καὶ τάδε " Ἀργείη δʼ Ἑλένη " καὶ " ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος " καὶ " μέσον Ἄργος " καὶ " πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
关于他用“阿哥斯”来指伯罗奔尼撒,也可以从以下例子中得知: “阿哥斯的海伦” 以及 “在阿哥斯深处有埃皮拉城” 以及 “阿哥斯中部” 以及 “统治许多岛屿和整个阿哥斯。
" Ἄργος δὲ καὶ τὸ πεδίον λέγεται παρὰ τοῖς νεωτέροις, παρʼ Ὁμήρῳ δʼ οὐδʼ ἅπαξ· μάλιστα δʼ οἴονται Μακεδονικὸν καὶ Θετταλικὸν εἶναι.
” 在后来的作家中,“阿哥斯”也指平原,但在荷马那里一次也没有;他们认为这尤其是马其顿和色萨利的方言。
§8.6.10τῶν δʼ ἀπογόνων τοῦ Δαναοῦ διαδεξαμένων τὴν ἐν Ἄργει δυναστείαν, ἐπιμιχθέντων δὲ τούτοις τῶν Ἀμυθαονιδῶν ὡρμημένων ἐκ τῆς Πισάτιδος καὶ τῆς Τριφυλίας, οὐκ ἂν θαυμάσειέ τις εἰ συγγενεῖς ὄντες οὕτω διείλοντο τὴν χώραν εἰς δύο βασιλείας τὸ πρῶτον, ὥστε τὰς ἡγεμονευούσας ἐν αὐταῖς δύο πόλεις ἀποδειχθῆναι πλησίον ἀλλήλων ἱδρυμένας ἐν ἐλάττοσιν ἢ πεντήκοντα σταδίοις, τό τε Ἄργος καὶ τὰς Μυκήνας, καὶ τὸ Ἡραῖον εἶναι κοινὸν ἱερὸν τὸ πρὸς ταῖς Μυκήναις ἀμφοῖν, ἐν ᾧ τὰ Πολυκλείτου ξόανα τῇ μὲν τέχνῃ κάλλιστα τῶν πάντων πολυτελείᾳ δὲ καὶ μεγέθει τῶν Φειδίου λειπόμενα.
当达那奥斯的子孙继承了阿哥斯的统治权,且来自皮萨蒂斯和特里菲利亚的阿密塔翁家族与他们融合后,人们对他们因是亲属而在最初将该地区划分为两个王国便不会感到惊讶,以至于其中的两个统治城市阿尔戈斯和迈锡尼建在彼此相距不足五十斯塔迪翁的近距离内,而迈锡尼附近的赫拉神庙成为了双方共有的神庙。 神庙中安放着波留克列特斯的木雕像,其艺术水平在所有雕像中最为精美,但在昂贵和规模上逊于菲迪亚斯的作品。
κατʼ ἀρχὰς μὲν οὖν τὸ Ἄργος ἐπεκράτει μᾶλλον, εἶθʼ αἱ Μυκῆναι μείζονα ἐπίδοσιν λαβοῦσαι διὰ τὴν τῶν Πελοπιδῶν εἰς αὐτὰς μεθίδρυσιν·
起初,阿哥斯更为强盛,但后来迈锡尼因佩洛普斯家族迁入而获得了更大的发展。
περιστάντων γὰρ εἰς τοὺς Ἀτρέως παῖδας ἁπάντων, Ἀγαμέμνων ὢν πρεσβύτερος παραλαβὼν τὴν ἐξουσίαν ἅμα τύχῃ τε καὶ ἀρετῇ πρὸς τοῖς οὖσι πολλὴν προσεκτήσατο τῆς χώρας, καὶ δὴ καὶ τὴν Ἀργολικὴν τῇ Μυκηναίᾳ προσέθηκε.
因为当所有权力落到阿特柔斯的子孙手中时,年长的小阿伽门农继承了权力,凭借运气和才干,在原有的基础上开拓了许多疆土,甚至将阿哥斯地区并入了迈锡尼的版图。
Μενέλαος μὲν δὴ τὴν Λακωνικὴν ἔσχε, Μυκήνας δὲ καὶ τὰ μέχρι Κορίνθου καὶ Σικυῶνος καὶ τῆς Ἰώνων μὲν τότε καὶ Αἰγιαλέων καλουμένης Ἀχαιῶν δὲ ὕστερον Ἀγαμέμνων παρέλαβε.
梅内拉俄斯占领了拉科尼亚地区,阿伽门农则接管了迈锡尼以及直到科林斯、西锡安以及当时被称为伊奥尼亚人和埃吉亚莱斯人、后来被称为阿开亚人的地区。
μετὰ δὲ τὰ Τρωικὰ τῆς Ἀγαμέμνονος ἀρχῆς καταλυθείσης ταπεινωθῆναι Μυκήνας καὶ μάλιστα μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον.
但在特洛伊战争之后,阿伽门农的统治崩溃,迈锡尼衰落,尤其是在赫拉克勒斯后裔皈依之后。
κατασχόντες γὰρ οὗτοι τὴν Πελοπόννησον ἐξέβαλον τοὺς πρότερον κρατοῦντας ὥσθʼ οἱ τὸ Ἄργος ἔχοντες εἶχον καὶ τὰς Μυκήνας συντελούσας εἰς ἕν· χρόνοις δʼ ὕστερον κατεσκάφησαν ὑπʼ Ἀργείων ὥστε νῦν μηδʼ ἴχνος εὑρίσκεσθαι τῆς Μυκηναίων πόλεως.
因为这些人占领了伯罗奔尼撒并驱逐了先前的统治者,以至于占有阿哥斯的人也占有了合并为一体的迈锡尼;在后来的时期里,它被阿哥斯人夷为平地,以至于现在连迈锡尼人城市的痕迹也找不到了。
ὅπου δὲ Μυκῆναι τοιαῦτα πεπόνθασιν, οὐ δεῖ θαυμάζειν οὐδʼ εἴ τινες τῶν ὑπὸ τῷ Ἄργει καταλεγομένων ἀφανεῖς νῦν εἰσιν.
既然迈锡尼遭受了这样的命运,那么即使在阿哥斯名下登记的一些地方现在消失了,也不足为奇。
ὁ μὲν δὴ κατάλογος ἔχει οὕτως " οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν Ἑρμιόνην τʼ Ἀσίνην τε, ν κατὰ κόλπον ἐχούσας, Τροιζῆνʼ Ἠιόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον, οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε, κοῦροι Ἀχαιῶν.
其名录如下: “还有那些占有阿哥斯和筑有城墙的蒂林斯、赫尔米奥内和阿西内(它们位于海湾沿岸)、特罗曾和埃奥内以及盛产葡萄的埃皮道鲁斯,还有那些占有埃吉纳和马塞斯的人,阿开亚人的青年们。
" τούτων δὲ περὶ μὲν τοῦ Ἄργους εἴρηται, περὶ δὲ τῶν ἄλλων λεκτέον.
” 其中,关于阿哥斯已经讲过了,关于其他的地方则必须再作说明。
§8.6.11τῇ μὲν οὖν Τίρυνθι ὁρμητηρίῳ χρήσασθαι δοκεῖ Προῖτος καὶ τειχίσαι διὰ Κυκλώπων, οὓς ἑπτὰ μὲν εἶναι καλεῖσθαι δὲ γαστερόχειρας τρεφομένους ἐκ τῆς τέχνης, ἥκειν δὲ μεταπέμπτους ἐκ Λυκίας· καὶ ἴσως τὰ σπήλαια τὰ περὶ τὴν Ναυπλίαν καὶ τὰ ἐν αὐτοῖς ἔργα τούτων ἐπώνυμά ἐστιν.
普罗伊托斯似乎以蒂林斯为基地,并利用库克罗普斯筑起城墙。 据说库克罗普斯有七人,被称为“腹手者”,因为他们靠自己的手艺养活自己,并应召来自吕基亚;也许纳夫普利奥附近的洞穴以及其中的工程就是以他们命名的。
ἡ δὲ ἀκρόπολις Λίκυμνα ἐπώνυμος Λικυμνίου, διέχει δὲ τῆς Ναυπλίας περὶ δώδεκα σταδίους· ἔρημος δʼ ἐστὶ κἀκείνη καὶ ἡ πλησίον Μιδέα, ἑτέρα οὖσα τῆς Βοιωτικῆς·
卫城名叫利库姆纳,得名于利库姆尼奥斯,距离纳夫普利奥约十二斯塔迪翁;该地和邻近的米德亚都已荒废,此处的米德亚与波奥蒂亚的米德亚不同。
ἐκείνη γὰρ ἔστι Μίδεια ὡς πρόνοια, αὕτη δὲ Μιδέα ὡς Τεγέα·
因为后者是读作“Mideia”如“pronoia(先见)”,而此地是读作“Midea”如“Tegea”。
ταύτῃ δʼ ὅμορος Πρόσυμνα αὕτη ἱερὸν ἔχουσα Ἥρας· ἠρήμωσαν δὲ τὰς πλείστας οἱ Ἀργεῖοι ἀπειθούσας.
与之相邻的是普罗叙姆纳,这里建有赫拉神庙;但阿哥斯人因其不顺从而荒废了其中的大部分地方。
οἱ δʼ οἰκήτορες οἱ μὲν ἐκ Τίρυνθος ἀπῆλθον εἰς Ἐπίδαυρον, οἱ δὲ ἐ εἰς τοὺς Ἁλιεῖς καλουμένους, οἱ δʼ ἐκ τῆς Ἀ αὕτη κώμη τῆς Ἀργείας πλησίον Ναυπλίας) ὑπὸ Λακεδαιμονίων εἰς τὴν Μεσσηνίαν μετῳκίσθ καὶ ἡ ὁμώνυμος τῇ Ἀργολικῇ Ἀσίνῃ πολίχ.
在居民中,有些从蒂林斯迁往埃皮道鲁斯,有些从阿西内迁往被称为哈里埃斯的地方,还有一些从纳夫普利奥(这是阿哥斯地区靠近纳夫普利奥的一个村庄)被拉刻代蒙人迁往美塞尼亚,在那里也有一个与阿哥斯阿西内同名的小镇。
οἱ γὰρ Λακεδαιμόνιοι, φησὶν ὁ Θεόπομπος, πολλὴν κατακτησάμενοι τῆς ἀλλοτρίας εἰς ταύτην κατῴκιζον οὓς ἂν ὑποδέξαιντο τῶν φυγόντων ἐπʼ αὐτο ἐκ τῆς Ναυπλίας ἐκεῖσε ἀνεχώρησαν.
斐奥庞波斯说,拉刻代蒙人在夺取了他人的大量土地后,把他们所接纳的避难者安置在那里,而来自纳夫普利奥的人也撤退到了那里。

词汇与语法注释

  1. 8.6.9ὃς τοσοῦτον τοὺς πρὸ αὐτοῦ δυναστεύοντας ἐν τοῖς τόποις ὑπερβαλέσθαι δοκεῖ ὥστε... — 在由关系代词 ὃς(主格)引导的从句中,非人称动词 δοκεῖ 支配着一个“对格+不定式”结构(以 τοὺς πρὸ αὐτοῦ δυναστεύοντας 为主语,以 ὑπερβαλέσθαι 为不定式),随后是与 τοσοῦτον 相呼应的 ὥστε 结果从句。
  2. 8.6.10οὐκ ἂν θαυμάσειέ τις εἰ συγγενεῖς ὄντες οὕτω διείλοντο τὴν χώραν εἰς δύο βασιλείας τὸ πρῶτον, ὥστε... — 主句 οὐκ ἂν θαυμάσειέ τις 使用了潜在希求法(“人们不会感到惊讶”)。接下来的 εἰ 从句(带有直陈式过去时 διείλοντο)并不是一个纯粹的条件句,而是引入了一个确凿的事实(“既然他们划分了领土”),并在此基础上做出客观判定。
  3. 8.6.11οὓς ἑπτὰ μὲν εἶναι καλεῖσθαι δὲ γαστερόχειρας τρεφομένους ἐκ τῆς τέχνης, ἥκειν δὲ μεταπέμπτους ἐκ Λυκίας — 这是一系列在间接引语中依赖于前述 δοκεῖ(或暗示的 λέγεται)的“对格+不定式”结构(εἶναι、καλεῖσθαι、ἥκειν),以关系代词 οὓς 为主语。分词 τρεφομένους 与主语 οὓς(对格复数)保持一致。

引用这一段

斯特拉波, 地理学 §8.6.9-8.6.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.9-8.6.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。