Humanitext Reader

斯特拉波 · 地理学 §8.6.1-8.6.5

阿尔哥利斯海岸与荷马史诗中的阿哥斯

第 262 段,共 577 段 · 希腊语

内容简介

本节详细描述了从马利亚角到地峡的伯罗奔尼撒半岛东岸的海湾、城市和岛屿的地理特征,指出了关于纳夫普利奥斯神话的年代错误,并分析了荷马史诗中“阿哥斯”一词的多重含义和具体指代。

§8.6.1μετὰ δὲ Μαλέας ὁ Ἀργολικὸς ἐκδέχεται κόλπος καὶ ὁ Ἑρμιονικός, ὁ μὲν μέχρι τοῦ Σκυλλαίου πλέοντι ὡς πρὸς ἕω βλέπων καὶ πρὸς τὰς Κυκλάδας, ὁ δὲ ἑωθινώτερος τούτου μέχρι πρὸς Αἴγιναν καὶ τὴν Ἐπιδαυρίαν.
紧接马利亚角之后的是阿哥利斯湾和赫米奥尼湾。 前者对于航行者而言,一直延伸到斯库莱翁角,面向东方并朝向基克拉泽斯群岛;后者比前者更偏东,一直延伸到埃伊纳岛和埃皮道鲁斯地区。
τὰ μὲν δὴ πρῶτα τοῦ Ἀργολικοῦ Λάκωνες ἔχουσι, τὰ δὲ λοιπὰ Ἀργεῖοι·
阿哥利斯湾的最前一部分由拉科尼亚人占领,其余部分由阿哥斯人占领。
ἐν οἷς ἐστι τῶν μὲν Λακώνων τὸ Δήλιον ἱερὸν Ἀπόλλωνος ὁμώνυμον τῷ Βοιωτιακῷ, καὶ Μινώα φρούριον ὁμώνυμος καὶ αὕτη τῇ Μεγαρικῇ, καὶ ἡ λιμηρὰ Ἐπίδαυρος, ὡς Ἀρτεμίδωρός φησιν.
在拉科尼亚人的领地中,有与波奥蒂亚同名地相同名字的阿波罗德里翁神庙,还有与墨加拉同名地相同名字的米诺阿堡垒(此词亦为阴性),以及阿耳特弥多罗斯所说的“港口丰富的埃皮道鲁斯”。
Ἀπολλόδωρος δὲ Κυθήρων πλησίον ἱστορεῖ ταύτην, εὐλίμενον δὲ οὖσαν βραχέως καὶ ἐπιτετμημένως λιμηρὰν εἰρῆσθαι ὡς ἂν λιμενηράν, μεταβεβληκέναι δὲ τοὔνομα.
但阿波罗多洛斯记载,此地靠近基瑟拉岛,因其港口优良,故被简称为“limēra”,好似“limenēra”一般,且其名称已发生变化。
ἔστι δὲ τραχὺς ὁ παράπλους εὐθὺς ἀπὸ Μαλεῶν ἀρξάμενος μέχρι πολλοῦ ὁ Λακωνικός, ἔχει δʼ ὅμως ὑφόρμους καὶ λιμένας.
从马利亚角立即开始的拉科尼亚沿岸航线在很长一段距离内都是崎岖险峻的,但它依然拥有停泊处和港口。
ἡ λοιπὴ δʼ ἐστὶ παραλία εὐλίμενος, νησίδιά τε πολλὰ πρόκειται αὐτῆς οὐκ ἄξια μνήμης.
其余的海岸则港口优良,其前方横亘着许多不值得提及的小岛。
§8.6.2τῶν δʼ Ἀργείων αἵ τε Πρασιαὶ καὶ τὸ Τημένιον, ἐν ᾧ τέθαπται Τήμενος, καὶ ἔτι πρότερον τὸ χωρίον, διʼ οὗ ῥεῖ ποταμὸς ἡ Λέρνη καλουμένη ὁμώνυμος τῇ λίμνῃ, ἐν ᾗ μεμύθευται τὰ περὶ τὴν Ὕδραν.
阿哥斯人的领地包括普拉西亚伊和德墨尼翁(德墨诺斯葬于此处),在此之前还有一处地方,被称为勒耳涅的河流经此地,该河与同名的湖泊齐名,关于许德拉的神话便产生于该湖。
τὸ δὲ Τημένιον ἀπέχει τοῦ Ἄργους ἓξ καὶ εἴκοσι σταδίους ὑπὲρ τῆς θαλάττης, ἀπὸ δὲ τοῦ Ἄργους εἰς τὸ Ἡραῖον τετταράκοντα, ἔνθεν δὲ εἰς Μυκήνας δέκα.
德墨尼翁距离阿哥斯二十六斯塔德,位于海面之上;从阿哥斯到赫拉神庙为四十斯塔德,从那里到迈锡尼为十斯塔德。
μετὰ δὲ τὸ Τημένιον ἡ Ναυπλία, τὸ τῶν Ἀργείων ναύσταθμον· τὸ δʼ ἔτυμον ἀπὸ τοῦ ταῖς ναυσὶ προσπλεῖσθαι.
紧接德墨尼翁之后的是纳夫普利奥,这是阿哥斯人的军港;其语源来自于船只航行至此。
ἀπὸ τούτου δὲ πεπλάσθαι φασὶ τὸν Ναύπλιον καὶ τοὺς παῖδας αὐτοῦ παρὰ τοῖς νεωτέροις· οὐ γὰρ Ὅμηρον ἀμνημονῆσαι ἂν τούτων, τοῦ μὲν Παλαμήδους τοσαύτην σοφίαν καὶ σύνεσιν ἐπιδεδειγμένου, δολοφονηθέντος δὲ ἀδίκως, τοῦ δὲ Ναυπλίου τοσοῦτον ἀπεργασαμένου φθόρον ἀνθρώπων περὶ τὸν Καφηρέα.
据说,后世的作家们正是根据这一名称虚构了纳夫普利奥斯及其子嗣的故事;因为如果是真的,荷马绝不会遗忘他们,毕竟帕拉墨得斯展现了如此伟大的智慧与聪明,却被无辜杀害,而纳夫普利奥斯在卡菲勒乌斯角周围造成了如此多的人员伤亡。
ἡ δὲ γενεαλογία πρὸς τῷ μυθώδει καὶ τοῖς χρόνοις διημάρτηται· δεδόσθω γὰρ Ποσειδῶνος εἶναι, Ἀμυμώνης δὲ πῶς τὸν κατὰ τὰ Τρωικὰ ἔτι ζῶντα;
此外,该家谱除了具有神话色彩外,在年代上也是错误的;因为即使承认他是波塞冬和阿密莫涅的儿子,他又如何能在特洛伊战争时期依然在世呢?
ἐφεξῆς δὲ τῇ Ναυπλίᾳ τὰ σπήλαια καὶ οἱ ἐν αὐτοῖς οἰκοδομητοὶ λαβύρινθοι, Κυκλώπεια δʼ ὀνομάζουσιν.
紧邻纳夫普利奥的是一些洞穴以及在其中建造的迷宫,人们称之为独眼巨人建筑。
§8.6.3εἶτʼ ἄλλα χωρία καὶ ἐφεξῆς ὁ Ἑρμιονικὸς κόλπος· καὶ ήρου τάξαντος ὑπὸ τῇ Ἀργείᾳ καὶ ἡμῖν οὐ φηνεν ὁ μερισμὸς τῆς περιοδείας οὗτος.
随后是其他一些地方,紧接着是赫米奥尼湾;既然荷马也将其置于阿哥斯地区之下,我们的这一游历划分对我们来说也就不会显得突兀了。
ἄρχεται δʼ ἀπὸ Ἀσίνης πολίχνης· εἶθʼ Ἑρμιόνη καὶ Τροιζήν· ἐν παράπλῳ δὲ πρόκειται καὶ Καλαυρία νῆσος, κύκλον ἔχουσα τριάκοντα σταδίων, πορθμῷ δὲ τετρασταδίῳ διεστῶσα τῆς ἠπείρου.
它始于阿西涅小镇;然后是赫米奥尼和特罗曾;在沿岸航行中,前方还横亘着卡劳里亚岛,周长为三十斯塔德,由四斯塔德宽的海峡与大陆隔开。
§8.6.4εἶθʼ ὁ Σαρωνικὸς κόλπος· οἱ δὲ πόντον λέγουσιν, οἱ δὲ πόρον, καθʼ ὃ καὶ πέλαγος λέγεται Σαρωνικὸν πᾶς ὁ συνάπτων πόρος ἀπὸ τῆς Ἑρμιονικῆς καὶ τῆς περὶ τὸν Ἰσθμὸν θαλάττης τῷ τε Μυρτῴῳ πελάγει καὶ τῷ Κρητικῷ.
接下来是萨罗尼克湾;有些人称其为海,另一些人则称其为水道,与此相应,从赫米奥尼地区和地峡周围的海域连接到米尔托安海和克里特海的整个通道,也被称为萨罗尼克海。
τοῦ δὲ Σαρωνικοῦ Ἐπίδαυρός τέ ἐστι καὶ ἡ προκειμένη νῆσος Αἴγινα· εἶτα Κεγχρεαὶ τὸ τῶν Κορινθίων ἐπὶ τὰ πρὸς ἕω μέρη ναύσταθμον· εἶτα λιμὴν Σχοινοῦς πλεύσαντι τετταράκοντα καὶ πέντε σταδίους· ἀπὸ δὲ Μαλεῶν τοὺς πάντας περὶ χιλίους καὶ ὀκτακοσίους.
在萨罗尼克湾旁有埃皮道鲁斯和横亘在其前方的埃伊纳岛;然后是坚克里埃,这是科林斯人在东侧的军港;然后是斯霍伊努斯港,航行四十五斯塔德即可到达;从马利亚角算起,总共约一千八百斯塔德。
κατὰ δὲ τὸν Σχοινοῦντα ὁ δίολκος τὸ στενώτατον τοῦ Ἰσθμοῦ, περὶ ὃν τὸ τοῦ Ἰσθμίου Ποσειδῶνος ἱερόν· ἀλλὰ τα μὲν ὑπερκείσθω· ἔξω γάρ ἐστι τῆς Ἀργείας.
在斯霍伊努斯附近有陆上输送道,即地峡最窄处,其周围有地峡波塞冬神庙;但这些且先搁置,因为它们在阿哥斯地区之外。
ἀναλαβόντες δʼ ἐφοδεύσωμεν πάλιν τὰ κατὰ τὴν Ἀργείαν.
让我们重新开始,再次巡视阿哥斯地区的情况。
§8.6.5καὶ πρῶτον ποσαχῶς λέγεται παρὰ τῷ ποιητῇ τὸ Ἄργος καὶ καθʼ αὑτὸ καὶ μετὰ τοῦ ἐπιθέτου, Ἀχαιικὸν Ἄργος καλοῦντος ἢ Ἴασον ἢ ἵππιον ἢ Πελασγικὸν ἢ ἱππόβοτον.
首先,让我们探讨在诗人的作品中,“阿哥斯”一词无论是单独使用还是带有修饰语,究竟有多少种含义。 他将其称为“阿开亚的阿哥斯”、“伊阿索斯的”、“产马的”、“佩拉斯吉的”或“养马的”。
καὶ γὰρ ἡ πόλις Ἄργος λέγεται " Ἄργος τε Σπάρτη τε. " " οἱ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε.
因为城市也被称为阿哥斯: “阿哥斯和斯巴达,” 以及 “那些占领阿哥斯和蒂林斯的人。
" καὶ ἡ Πελοπόννησος " ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ. " οὐ γὰρ ἡ πόλις γε ἦν οἶκος αὐτοῦ.
” 伯罗奔尼撒也被如此称呼: “在我们在阿哥斯的家中,” 因为城市本身当然不是他的家。
καὶ ὅλη ἡ Ἑλλάς· Ἀργείους γοῦν καλεῖ πάντας καθάπερ καὶ Δαναοὺς καὶ Ἀχαιούς.
整个希腊也是如此;至少,他把所有人都称为阿哥斯人,正如他称他们为达那奥斯人和阿开亚人一样。
τὴν δʼ οὖν ὁμωνυμίαν τοῖς ἐπιθέτοις διαστέλλεται, τὴν μὲν Θετταλίαν Πελασγικὸν Ἄργος καλῶν " νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον. " τὴν δὲ Πελοπόννησον " εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιικὸν " " ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ.
总之,他通过修饰语来区分这种同名异义,将色萨利称为佩拉斯吉的阿哥斯: “现在又是那些居住在佩拉斯吉的阿哥斯的人们,” 而将伯罗奔尼撒称为: “如果我们到达阿开亚的阿哥斯,” 或者 “难道他不在阿开亚的阿哥斯吗?
" σημαίνων ἐνταῦθα, ὅτι καὶ Ἀχαιοὶ ἰδίως ὠνομάζοντο οἱ Πελοποννήσιοι κατʼ ἄλλην σημασίαν.
” 在此表明,伯罗奔尼撒人在另一种意义上也被特别称为阿开亚人。
Ἴασόν τε Ἄργος τὴν Πελοπόννησον λέγει " εἰ πάντες γʼ ἐσίδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί " τὴν Πηνελόπην, ὅτι πλείους ἂν λάβοι μνηστῆρας· οὐ γὰρ τοὺς ἐξ ὅλης τῆς Ἑλλάδος εἰκός, ἀλλὰ τοὺς ἐγγύς.
他还将伯罗奔尼撒称为伊阿索斯的阿哥斯: “如果所有阿开亚人都在伊阿索斯的阿哥斯注视她,” 这是指珀涅罗珀,因为她会得到更多的求婚者;因为求婚者不可能来自整个希腊,而更可能来自附近的人。
ἱππόβοτον δὲ καὶ ἵππιον κοινῶς εἴρηκε.
至于“养马的”和“产马的”,他是以通用的方式使用的。

词汇与语法注释

  1. §8.6.1πλέοντι — 现在分词单数阳性与格,构成关系与格或判断与格(dativus iudicantis),意为“对于航行者而言”。
  2. §8.6.2οὐ γὰρ Ὅμηρον ἀμνημονῆσαι ἂν τούτων — 助词 ἂν 与不定式 ἀμνημονῆσαι 的结合,表示间接引语中与过去事实相反的虚拟条件句的主句(条件从句“如果这是真的”在文脉中被省略)。宾格主语为 Ὅμηρον,属格 τούτων 为动词所支配的宾语。
  3. §8.6.2δεδόσθω γὰρ Ποσειδῶνος εἶναι, Ἀμυμώνης δὲ — δεδόσθω 是第三人称单数完成时被动命令式,表示为了讨论而做出的让步(“姑且承认”)。Ποσειδῶνος 与 Ἀμυμώνης 是表示出身(父母)的属格(genitivus originis)。
  4. §8.6.5τὴν δʼ οὖν ὁμωνυμίαν τοῖς ἐπιθέτοις διαστέλλεται — 意为“他通过修饰语来区分地名的同名异义”。动词 διαστέλλεται 为中动态(第三人称单数),表明主语(诗人荷马)为了自己的叙述而“加以明确区分”。

引用这一段

斯特拉波, 地理学 §8.6.1-8.6.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.1-8.6.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。