§8.3.7μεταξὺ δὲ τοῦ Πηνειοῦ καὶ τῆς Σελλήεντος ἐμβολῆς Πύλος ᾠκεῖτο κατὰ τὸ Σκόλλιον, οὐχ ἡ τοῦ Νέστορος πόλις, ἀλλʼ ἑτέρα τις, ᾗ πρὸς τὸν Ἀλφειὸν οὐδέν ἐστι κοινώνημα, οὐδὲ πρὸς τὸν Παμισόν, εἴτε Ἄμαθον χρὴ καλεῖν.
在佩涅奥斯河与塞莱伊斯河的注口之间,靠近斯科里翁山的地方,曾建有皮洛斯——这并非涅斯托尔的城市,而是另一座,它与阿尔菲奥斯河毫无共同之处,与帕米索斯河(无论我们是否应该称之为阿马托斯)也是如此。
βιάζονται δʼ ἔνιοι μνηστευόμενοι τὴν Νέστορος δόξαν καὶ τὴν εὐγένειαν· τριῶν γὰρ Πύλων ἱστορουμένων ἐν Πελοποννήσῳ (καθότι καὶ τὸ ἔπος εἴρηται τουτί
"
ἔστι Πύλος πρὸ Πύλοιο· Πύλος γε μέν ἐστι καὶ ἄλλος
"
)τούτου τε καὶ τοῦ Λεπρεατικοῦ τοῦ ἐν τῇ Τριφυλίᾳ καὶ τῇ Πισάτιδι, τρίτου δὲ τοῦ Μεσσηνιακοῦ τοῦ κατὰ Κορυφάσιον, ἕκαστοι τὸν παρά σφισιν ἠμαθόεντα πειρῶνται δεικνύναι, καὶ τὴν τοῦ Νέστορος πατρίδα τοῦτον ἀποφαίνουσιν.
但是,有些人为了谋求涅斯托尔的名望和高贵出身,便强行解释;因为在伯罗奔尼撒半岛有三座记载的皮洛斯(正如这首诗所说:“皮洛斯之前有皮洛斯,而确实还有另一个皮洛斯”),即这一座、位于特里菲利亚和皮萨蒂斯的莱普雷阿托斯的皮洛斯,以及第三座位于科里法西翁附近的梅塞尼亚的皮洛斯,各方都试图证明自己那里的皮洛斯是“多沙的”皮洛斯,并宣称这是涅斯托尔的故乡。
οἱ μὲν οὖν πολλοὶ τῶν νεωτέρων καὶ συγγραφέων καὶ ποιητῶν Μεσσήνιόν φασι τὸν Νέστορα, τῷ σωζομένῳ μέχρι εἰς αὐτοὺς προστιθέμενοι· οἱ δʼ Ὁμηρικώτεροι τοῖς ἔπεσιν ἀκολουθοῦντες τοῦτον εἶναί φασι τὸν τοῦ Νέστορος Πύλον, οὗ τὴν χώραν διέξεισιν ὁ Ἀλφειός· διέξεισι δὲ τὴν Πισᾶτιν καὶ τὴν Τριφυλίαν.
因此,大多数后世的著述家和诗人都说涅斯托尔是梅塞尼亚人,赞同保留到他们时代的状况;而更通晓荷马的人则遵循诗句,说涅斯托尔的皮洛斯是阿尔菲奥斯河流经其领土的那一座;而阿尔菲奥斯河流经皮萨蒂斯和特里菲利亚。
οἱ δʼ οὖν ἐκ τῆς κοίλης Ἤλιδος καὶ τοιαύτην φιλοτιμίαν προσετίθεσαν τῷ παρʼ αὐτοῖς Πύλῳ, καὶ γνωρίσματα δεικνύντες Γέρηνον τόπον καὶ Γέροντα ποταμὸν καὶ ἄλλον Γεράνιον, εἶτʼ ἀπὸ τούτων ἐπιθέτως Γερήνιον εἰρῆσθαι πιστούμενοι τὸν Νέστορα.
无论如何,来自低地伊利斯的人也为他们那里的皮洛斯增添了这样的自负,并指出地名格雷诺斯、格伦河以及另一条格拉尼奥斯河作为证据,以此力图证明涅斯托尔被称为“格雷尼亚的”是由于这些地名的缘故。
τοῦτο δὲ ταὐτὸ καὶ οἱ Μεσσήνιοι πεποιήκασι, καὶ πιθανώτεροί γε φαίνονται· μᾶλλον γὰρ γνώριμά φασιν εἶναι τὰ παρʼ ἐκείνοις Γέρηνα, συνοικουμένην ποτὲ εὖ.
梅塞尼亚人也做了完全相同的事,而且他们看起来更有说服力;因为他们说他们那里的格雷纳(曾是一个繁荣的居住地)更为人所知。
τοιαῦτα μὲν τὰ περὶ τὴν κοίλην Ἦλιν ὑπάρχοντα νυνί.
关于低地伊利斯目前的情况大致如此。
§8.3.8ὁ δὲ ποιητὴς εἰς τέτταρα μέρη διελὼν τήνδε τὴν χώραν, τέτταρας δὲ καὶ τοὺς ἡγεμόνας εἰπών, οὐ σαφῶς εἴρηκεν
"
οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον,
ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
πέτρη τʼ Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει,
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί· πολέες δʼ ἔμβαινον Ἐπειοί.
但是,诗人虽然将这个地区分为四个部分,并说领导者也是四个,但他表达得并不明确: “那些居住在布乌普拉西翁和神圣的伊利斯的人,凡是许尔米内和最边缘的米尔西诺斯以及奥勒尼亚岩石和阿莱西翁在内部所包围的土地,他们的指挥官又是四人,每个人有十艘快速的船只跟随;许多艾佩奥斯人登上了船。
"
τῷ μὲν γὰρ Ἐπειοὺς ἀμφοτέρους προσαγορεύειν τούς τε Βουπρασιεῖς καὶ τοὺς Ἠλείους, Ἠλείους δὲ μηκέτι καλεῖν τοὺς Βουπρασιεῖς, οὐ τὴν Ἠλείαν δόξειεν ἂν εἰς τέτταρα μέρη διαιρεῖν, ἀλλὰ τὴν τῶν Ἐπειῶν, ἣν εἰς δύο μέρη διεῖλε πρότερον· οὐδʼ ἂν μέρος εἴη τῆς Ἤλιδος τὸ Βουπράσιον, ἀλλὰ τῶν Ἐπειῶν μᾶλλον.
” 因为通过将布乌普拉西翁人和伊利斯人双方都称为“艾佩奥斯人”,而不再称布乌普拉西翁人为“伊利斯人”,他似乎并不是把伊利斯地区分为四个部分,而是把艾佩奥斯人的土地分为四个部分,而他此前曾将这块土地分为两个部分;布乌普拉西翁也不是伊利斯的一部分,而更像是艾佩奥斯人土地的一部分。
ὅτι γὰρ Ἐπειοὺς καλεῖ τοὺς Βουπρασίους, δῆλον
"
ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
Βουπρασίῳ.
因为他把布乌普拉西翁人称为艾佩奥斯人,这是显而易见的: “正如当艾佩奥斯人在布乌普拉西翁埋葬君主阿马伦克斯时。
"
πάλιν δὲ τῷ συγκαταριθμεῖσθαι Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν λέγοντα, εἶτʼ εἰς τέτταρας διαιρεῖν μερίδας, ὡς ἂν κοινῷ δοκεῖ τῷ τε Βουπρασίῳ καὶ τῇ Ἤλιδι αὐτὰς ὑποτάττειν.
” 但另一方面,通过将布乌普拉西翁和神圣的伊利斯并列列出,然后分为四个部分,他似乎将这些部分从属于布乌普拉西翁和伊利斯两者的共同整体。
ἦν δʼ, ὡς ἔοικε, κατοικία τῆς Ἠλείας τὸ Βουπράσιον ἀξιόλογος, ἣ νῦν οὐκέτʼ ἐστίν· ἡ δὲ χώρα καλεῖται μόνον οὕτως ἡ ἐπὶ τῆς ὁδοῦ τῆς ἐπὶ Δύμην ἐξ Ἤλιδος τῆς νῦν πόλεως.
而且看来,布乌普拉西翁曾是伊利斯地区一个值得注意的定居点,现在已不复存在;只有那个地方仍然这样称呼,它位于从现在的伊利斯市通往迪梅的道路上。
ὑπολάβοι δʼ ἄν τις καὶ ὑπεροχήν τινα ἔχειν τότε τὸ Βουπράσιον παρὰ τὴν Ἦλιν, ὥσπερ καὶ οἱ Ἐπειοὶ παρὰ τούτους· ὕστερον δʼ ἀντʼ Ἐπειῶν Ἠλεῖοι ἐκλήθησαν.
人们也可以设想,当时布乌普拉西翁对伊利斯具有某种优越性,正如艾佩奥斯人对这些人具有优越性一样;但后来他们被改称为伊利斯人,而不是艾佩奥斯人。
καὶ τὸ Βουπράσιον μὲν δὴ μέρος ἦν τῆς Ἤλιδος.
而且布乌普拉西翁确实曾是伊利斯的一部分。
ποιητικῷ δέ τινι σχήματι συγκαταλέγειν τὸ μέρος τῷ ὅλῳ φασὶ τὸν Ὅμηρον, ὡς τό
"
ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος
"
καί
"
ἀνʼ Ἑλλάδα τε Φθίην τε
"
; καὶ
"
Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοί,
"
καὶ
"
οἱ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων.
人们说荷马用某种诗歌修辞,将部分与整体并列列出,例如: “在整个赫拉斯和阿耳戈斯中部” 以及: “在赫拉斯与弗提亚”;以及: “库雷特斯人与埃托利亚人交战,” 以及: “来自杜利基翁和神圣的厄科那得斯群岛的人。
"
καὶ γὰρ τὸ Δουλίχιον τῶν Ἐχινάδων.
” 因为杜利基翁确实是厄科那得斯群岛的一部分。
χρῶνται δὲ καὶ οἱ νεώτεροι·
后世的作者也使用这种修辞。
Ἱππῶναξ μέν
"
Κυπρίων βέκος φαγοῦσι καὶ Ἀμαθουσίων πυρόν· "
Κύπριοι γὰρ καὶ οἱ Ἀμαθούσιοι· καὶ Ἀλκμὰν δέ
"
Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν
"
καὶ Αἰσχύλος
"
Κύπρου Πάφου τʼ ἔχουσα πάντα κλῆρον.
希波纳克斯说: “吃着塞浦路斯人的大麦面包和阿马图斯人的小麦;” 因为阿马图斯人也是塞浦路斯人;阿尔克曼也说: “离开了可爱的塞浦路斯和四面环海的帕福斯” 以及埃斯库罗斯: “占有了塞浦路斯和帕福斯的全部领地。
"
εἰ δʼ οὐκ εἴρηκεν Ἠλείους τοὺς Βουπρασίους, οὐδʼ ἄλλα πολλὰ τῶν ὄντων, φήσομεν· ἀλλὰ τοῦτʼ οὐκ ἔστιν ἀπόδειξις τοῦ μὴ εἶναι, ἀλλὰ τοῦ μὴ εἰπεῖν μόνον.
” 但是,如果他没有称布乌普拉西翁人为伊利斯人,我们会说,他也没有提到存在的许多其他事物;但这并不是不存在的证明,而仅仅是没有说出来的证明。