Humanitext Reader

斯特拉波 · 地理学 §8.3.12-8.3.13

法亚岬角、阿尔菲奥斯河与周边圣所

第 244 段,共 577 段 · 希腊语

内容简介

本文详细描述了法亚岬角、阿尔菲奥斯河与欧罗塔斯河的潜流路径与水源,阿尔菲奥尼亚的阿耳忒弥斯圣林及其著名画作,以及由马基斯托斯人管理的萨米安波塞冬神殿。

§8.3.12μετὰ δὲ τὸν Χελωνάταν ὁ τῶν Πισατῶν ἐστιν αἰγιαλὸς πολύς, εἶτʼ ἄκρα Φειά· ἦν δὲ καὶ πολίχνη " Φειᾶς πὰρ τείχεσσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα· " ἔστι γὰρ καὶ ποτάμιον πλησίον.
在凯罗纳塔斯之后,是比萨人广阔的海滩,然后是法亚岬角;那里也曾是一个小镇: / “在法亚的城墙旁,在雅尔达诺斯的水流周围;” / 因为附近也有一条小河。
ἔνιοι δʼ ἀρχὴν τῆς Πισάτιδος τὴν Φειάν φασι· πρόκειται δὲ καὶ ταύτης νησίον καὶ λιμήν, ἔνθεν εἰς Ὀλυμπίαν τὸ ἐγγυτάτω ἐκ θαλάττης εἰσὶ στάδιοι ἑκατὸν εἴκοσιν.
有些人说法亚是皮萨蒂斯地区的起点;在这个岬角的前面还有一个小岛和港口,从那里走海路到奥林匹亚的最短距离是一百二十个斯塔迪翁。
εἶτʼ ἄλλη ἄκρα εὐθὺς ἐπὶ πολὺ προὔχουσα ἐπὶ τὴν δύσιν, καθάπερ ὁ Χελωνάτας, ἀφʼ ἧς πάλιν ἐπὶ τὴν Κεφαλληνίαν στάδιοι ἑκατὸν εἴκοσιν.
然后是另一个紧接着向西延伸很远的岬角,就像凯罗纳塔斯一样,从那里再次到凯法莱尼亚是一百二十个斯塔迪翁。
εἶθʼ ὁ Ἀλφειὸς ἐκδίδωσι, διέχων τοῦ Χελωνάτα σταδίους διακοσίους ὀγδοήκοντα, Ἀράξου δὲ πεντακοσίους τετταράκοντα πέντε.
然后是阿尔菲奥斯河注入,距离凯罗纳塔斯两百八十个斯塔迪翁,距离阿拉克索斯五百四十五个斯塔迪翁。
ῥεῖ δʼ ἐκ τῶν αὐτῶν τόπων ἐξ ὧν καὶ ὁ Εὐρώτας· καλεῖται δὲ Ἀσέα, κώμη τῆς Μεγαλοπολίτιδος, πλησίον ἀλλήλων ἔχουσα δύο πηγάς, ἐξ ὧν ῥέουσιν οἱ λεχθέντες ποταμοί· δύντες δʼ ὑπὸ γῆς ἐπὶ συχνοὺς σταδίους ἀνατέλλουσι πάλιν, εἶθʼ ὁ μὲν εἰς τὴν Λακωνικὴν ὁ δʼ εἰς τὴν Πισᾶτιν κατάγεται.
而它与欧罗塔斯河流自相同的地方;在美加洛波利斯地区有一个被称为阿塞亚的村庄,它有两个彼此靠近的泉源,上述河流即流自这两个泉源;它们在地下潜流了许多个斯塔迪翁之后再次升起,然后一者流向拉科尼亚,另一者流向皮萨蒂斯。
ὁ μὲν οὖν Εὐρώτας κατὰ τὴν ἀρχὴν τῆς Βλεμινάτιδος ἀναδείξας τὸ ῥεῖθρον, παρʼ αὐτὴν τὴν Σπάρτην ῥυεὶς καὶ διεξιὼν αὐλῶνά τινα μακρὸν κατὰ τὸ Ἕλος, οὗ μέμνηται καὶ ὁ ποιητής, ἐκδίδωσι μεταξὺ Γυθείου τοῦ τῆς Σπάρτης ἐπινείου καὶ Ἀκραίων.
欧罗塔斯河在布莱米纳蒂斯地区的起点显现其流,流经斯巴达本身,穿过沿着海洛斯(诗人也提到了该地)的一条长谷,注入斯巴达的港口吉塞翁与阿克莱埃之间。
ὁ δʼ Ἀλφειὸς παραλαβὼν τόν τε Λάδωνα καὶ τὸν Ἐρύμανθον καὶ ἄλλους ἀσημοτέρους διὰ τῆς Φρίξης καὶ τῆς Πισάτιδος καὶ Τριφυλίας ἐνεχθεὶς παρʼ αὐτὴν τὴν Ὀλυμπίαν ἐπὶ θάλατταν τὴν Σικελικὴν ἐκπίπτει μεταξὺ Φειᾶς τε καὶ Ἐπιταλίου.
而阿尔菲奥斯河在汇合了拉东河、埃里曼托斯河以及其他更为无名的河流之后,流经弗里克萨、皮萨蒂斯和特里菲利亚,穿过奥林匹亚本身,在法亚和埃皮塔里翁之间注入西西里海。
πρὸς δὲ τῇ ἐκβολῇ τὸ τῆς Ἀλφειωνίας Ἀρτέμιδος ἢ Ἀλφειούσης ἄλσος ἐστὶ (λέγεται γὰρ ἀμφοτέρως), ἀπέχον τῆς Ὀλυμπίας εἰς ὀγδοήκοντα σταδίους.
在河口附近有阿尔菲奥尼亚或阿尔菲乌萨的阿耳忒弥斯圣林(两种称呼皆有),距离奥林匹亚大约八十个斯塔迪翁。
ταύτῃ δὲ τῇ θεῷ καὶ ἐν Ὀλυμπίᾳ κατʼ ἔτος συντελεῖται πανήγυρις, καθάπερ καὶ τῇ Ἐλαφίᾳ καὶ τῇ Δαφνίᾳ.
在奥林匹亚,每年也会为这位女神举行盛典,就像为埃拉菲亚和达芙妮亚一样。
μεστὴ δʼ ἐστὶν ἡ γῆ πᾶσα ἀρτεμισίων τε καὶ ἀφροδισίων καὶ νυμφαίων ἐν ἄλσεσιν ἀνθέων ῳς τὸ πολὺ διὰ τὴν εὐυδρίαν, συχνὰ δὲ καὶ ἑρμεῖα ἐν ταῖς ὁδοῖς, ποσείδια δʼ ἐπὶ ταῖς ἀκταῖς.
由于水源充足,整片土地在圣林中都开满了献给阿耳忒弥斯、阿佛洛狄忒和宁芙的花朵,道路上还有许多赫耳墨斯神柱,海岸上则有波塞冬神殿。
ἐν δὲ τῷ τῆς Ἀλφειωνίας ἱερῷ γραφαὶ Κλεάνθους τε καὶ Ἀρήγοντος, ἀνδρῶν Κορινθίων, τοῦ μὲν Τροίας ἅλωσις καὶ Ἀθηνᾶς γοναί, τοῦ δʼ Ἄρτεμις ἀναφερομένη ἐπὶ γρυπός, σφόδρα εὐδόκιμοι.
在阿尔菲奥尼亚的神殿里有科林斯人克莱安特斯和阿雷贡的画作,非常著名,前者的作有《特洛伊的陷落》和《雅典娜的诞生》,后者的作有《乘在狮鹫身上的阿耳忒弥斯》。
§8.3.13εἶτα τὸ διεῖργον ὄρος τῆς Τριφυλίας τὴν Μακιστίαν ἀπὸ τῆς Πισάτιδος· εἶτʼ ἄλλος ποταμὸς Χαλκὶς καὶ κρήνη Κρουνοὶ καὶ κατοικία Χαλκίς, καὶ τὸ Σαμικὸν μετὰ ταῦτα, ὅπου τὸ μάλιστα τιμώμενον τοῦ Σαμίου Ποσειδῶνος ἱερόν· ἔστι δʼ ἄλσος ἀγριελαιῶν πλέων· ἐπεμελοῦντο δʼ αὐτοῦ Μακίστιοι· οὗτοι δὲ καὶ τὴν ἐκεχειρίαν ἐπήγγελλον, ἣν καλοῦσι Σάμιον· συντελοῦσι δʼ εἰς τὸ ἱερὸν πάντες Τριφύλιοι.
然后是将特里菲利亚的马基斯蒂亚与皮萨蒂斯地区隔开的山脉;然后是另一条河卡尔基斯、泉水克鲁诺伊和定居点卡尔基斯,以及其后的萨米孔,那里有最受尊崇的萨米安波塞冬神殿;这是一片长满野生橄榄树的圣林;马基斯托斯人负责管理它;他们也负责宣告他们称为萨米安的停战;所有的特里菲利亚人都会为这座神殿提供贡纳。

词汇与语法注释

  1. 8.3.12ἀρτεμισίων τε καὶ ἀφροδισίων καὶ νυμφαίων ἐν ἄλσεσιν ἀνθέων — 名词化的形容词(artemisiōn、aphrodisiōn、nymphaiōn,意为“……的圣所”)与属格名词(antheōn,“花朵”)共同作为形容词 mestē(充满的)的补足语。短语“en alsesin”(在圣林中)起副词作用,描绘了由于水源充足,这些圣所与花朵在圣林中繁茂充盈的景象。
  2. 8.3.12τοῦ μὲν ... τοῦ δʼ — 这是冠词属格的代名词用法,指代前文属格的科林斯艺术家(Kleanthous te kai Arēgontos),用以对比前者(克莱安特斯)与后者(阿雷贡)。此处省略了表示“作品”(graphai)的名词,属于表示所有关系或作者身份的属格,构成了无动词的名词性分句。
  3. 8.3.13εἶτα τὸ διεῖργον ὄρος — 这是一个省略了系动词(estin 等)的名词性分句,反映了斯特拉波列举地理地标的叙述风格。主格名词短语“to dieirgon oros”(隔开的山)作为句子的主语和核心。

引用这一段

斯特拉波, 地理学 §8.3.12-8.3.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.12-8.3.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。