§8.3.4ἔστι δέ τις ἄκρα τῆς Ἠλείας πρόσβορρος ἀπὸ ἑξήκοντα Δύμης Ἀχαϊκῆς πόλεως Ἄραξος.
埃雷亚有一个最北端的海角阿拉克索斯,距离阿开亚城市迪梅六十 stadia。
ταύτην μὲν οὖν ἀρχὴν τίθεμεν τῆς τῶν Ἠλείων παραλίας· μετὰ δὲ ταύτην ἐστὶν ἐπὶ τὴν ἑσπέραν προϊοῦσι τὸ τῶν Ἠλείων ἐπίνειον ἡ Κυλλήνη, ἀνάβασιν ἔχουσα ἐπὶ τὴν νῦν πόλιν ἑκατὸν καὶ εἴκοσι σταδίων.
因此,我们将此作为埃雷奥斯人海岸线的起点;在这之后,向西前进,是埃雷奥斯人的港口基勒涅,从那里登上海拔到达现在的城市有一百二十 stadia。
μέμνηται δὲ τῆς Κυλλήνης ταύτης καὶ Ὅμηρος λέγων Ὦτον Κυλλήνιον ἀρχὸν Ἐπειῶν.
荷马也提到了这个基勒涅,称奥托斯为“艾佩奥斯人的基勒涅领袖”。
οὐ γὰρ ἀπὸ τοῦ Ἀρκαδικοῦ ὄρους ὄντα ἔμελλεν ἡγεμόνα τῶν Ἐπειῶν ἀποφῆναι·
因为他不可能将一个来自阿卡迪亚山脉的人宣布为艾佩奥斯人的领袖。
ἔστι δὲ κώμη μετρία, τὸν Ἀσκληπιὸν ἔχουσα τὸν Κολώτου, θαυμαστὸν ἰδεῖν ξόανον ἐλεφάντινον.
基勒涅是一个中等规模的村庄,拥有科洛特斯所作的阿斯克勒庇俄斯像,这是一尊令人惊叹的、覆有象牙的木雕神像。
μετὰ δὲ Κυλλήνην ἀκρωτήριόν ἐστιν ὁ Χελωνάτας, δυσμικώτατον τῆς Πελοποννήσου σημεῖον.
基勒涅之后是希洛纳塔斯角,这是伯罗奔尼撒半岛的最西端。
πρόκειται δʼ αὐτοῦ νησίον καὶ βραχέα ἐν μεθορίοις τῆς τε κοίλης Ἤλιδος Πισατῶν, ὅθεν εἰς Κεφαλληνίαν πλέοντι εους στάδιοι ὀγδοήκοντα.
在它前面有一个小岛和浅滩,位于低地伊利斯与皮萨人的交界处,从那里乘船前往凯法洛尼亚有八十 stadia。
αὐτοῦ δέ που καὶ ὁ Ἐλίσων ἢ Ἔλισα ῥεῖ ποταμὸς ἐν τῇ λεχθείσῃ μεθορίᾳ.
在这条边界的某个地方,埃利松河(或称埃利萨河)在上述边界内流淌。
§8.3.5μεταξὺ δὲ τοῦ Χελωνάτα καὶ τῆς Κυλλήνης ὅ τε Πηνειὸς ἐκδίδωσι ποταμὸς καὶ ὁ Σελλήεις ὑπὸ τοῦ ποιητοῦ λεγόμενος, ῥέων ἐκ Φολόης· ἐφʼ ᾧ Ἐφύρα πόλις, ἑτέρα τῆς Θεσπρωτικῆς καὶ Θετταλικῆς καὶ τῆς Κορίνθου, τετάρτη τις ἐπὶ τῇ ὁδῷ κειμένη τῇ ἐπὶ Λασίωνα, ἤτοι ἡ αὐτὴ οὖσα τῇ Βοινώᾳ (τὴν γὰρ Οἰνόην οὕτω καλεῖν εἰώθασιν) ἢ πλησίον ἐκείνης, διέχουσα τῆς Ἠλείων πόλεως σταδίους ἑκατὸν εἴκοσιν· ἐξ ἧς ἥ τε Τληπολέμου τοῦ Ἡρακλέους δοκεῖ λέγεσθαι μήτηρ
"
τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
"
(ἐκεῖ γὰρ μᾶλλον αἱ τοῦ Ἡρακλέους στρατεῖαι, πρὸς ἐκείναις τε οὐδεὶς ποταμὸς Σελλήεις), καὶ ὁ τοῦ Μέγητος
"
τόν ποτε Φυλεὺς
ἤγαγεν ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
"
ἐξ ἧς καὶ τὰ φάρμακα τὰ ἀνδροφόνα. εἰς Ἐφύραν γὰρ ἀφῖχθαι φησὶ τὸν Ὀδυσσέα
"
φάρμακον ἀνδροφόνον διζήμενον, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι
"
καὶ τὸν Τηλέμαχον οἱ μνηστῆρες
"
ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν
ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ. "
καὶ γὰρ τὴν Αὐγέου θυγατέρα τοῦ τῶν Ἐπειῶν βασιλέως ὁ Νέστωρ ἐν τῇ διηγήσει τοῦ πρὸς αὐτοὺς πολέμου φαρμακίδα εἰσάγει
"
πρῶτος ἐγὼν ἕλον ἄνδρα φήσας
Μούλιον αἰχμητήν, γαμβρὸς δʼ ἦν Αὐγείαο,
πρεσβυτάτην δὲ θύγατρʼ εἶχεν,
ἣ τόσα φάρμακα ᾔδη, ὅσα τρέφει εὐρεῖα χθών.
在希洛纳塔斯和基勒涅之间,佩涅奥斯河流入,同时流入的还有诗人所提到的塞莱伊斯河,该河流自佛洛埃;河畔有埃非拉市,这是不同于特斯普罗蒂亚、色萨利和科林斯的第四个埃非拉,坐落在通往拉西翁的路上,它要么与波伊诺亚相同(因为他们习惯于这样称呼奥伊诺埃),要么在其附近,距离埃雷奥斯人的城市一百二十 stadia;据说赫拉克勒斯之子特勒波勒摩斯的母亲就是从这里被带走的: "他将她从塞莱伊斯河畔的埃非拉带走 "(因为赫拉克勒斯的征战更是在那一带,而在其他城市附近并没有塞莱伊斯河);梅格斯的铠甲也是如此: "这是菲琉斯曾经从塞莱伊斯河畔的埃非拉带回的 "能致命的毒药也是来自这座城市;因为诗人说奥德修斯去了埃非拉: "寻找能杀人的毒药,以便用来涂抹他的箭镞 "求婚者们也这样说特勒马科斯: "或者他想去埃非拉那片肥沃的土地,以便从那里带回夺命的毒药 "事实上,涅斯托尔在叙述与他们的战争时,也将艾佩奥斯国王奥革阿斯的女儿作为女巫引入: "我第一个斩杀了那人,即枪手穆利奥斯;他是奥革阿斯的女婿,娶了奥革阿斯的长女为妻,她通晓宽阔大地所孕育的一切药物。
"
ἔστι δὲ καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ Ἐφύρα πλησίον κώμη, καὶ ἐν τῇ Ἀγραίᾳ τῆς Αἰτωλίας Ἐφύρα κώμη, οἱ δʼ ἀπʼ αὐτῆς Ἔφυροι· καὶ ἄλλοι οἱ Περραιβῶν πρὸς Μακεδονία, οἱ Κραννώνιοι, καὶ οἱ Θεσπρωτικοὶ οἱ ἐκ Κιχύρου τῆς πρότερον Ἐφύρας.
"在锡基翁附近也有一条塞莱伊斯河,附近有一个名为埃非拉的村庄,在埃托利亚的阿格莱亚也有一个名为埃非拉的村庄,那里的居民被称为埃非罗伊;在靠近马其顿的佩莱博伊人中还有其他被称为克兰诺尼奥伊的人,以及来自基希罗斯(以前称为埃非拉)的特斯普罗蒂亚埃非拉。
§8.3.6Ἀπολλόδωρος δὲ διδάσκων ὃν τρόπον ὁ ποιητὴς εἴωθε διαστέλλεσθαι τὰς ὁμωνυμίας, οἷον ἐπὶ τοῦ Ὀρχομενοῦ τὸν μὲν Ἀρκαδικὸν πολύμηλον καλῶν τὸν δὲ Βοιωτιακὸν Μινύειον, καὶ Σάμον Θρηικίην συντιθείς
"
μεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου,
"
ἵνα χωρίσῃ ἀπὸ τῆς Ἰωνικῆς, οὕτω φησὶ καὶ τὴν Θεσπρωτικὴν Ἐφύραν διαστέλλεσθαι τῷ τε τηλόθεν καὶ τῷ
"
ποταμοῦ ἄπο Σελλήεντος.
阿波罗多洛斯在阐明诗人习惯于如何区分同名异义词时——例如在奥尔科梅诺斯的情况下,将阿卡迪亚的称为“多羊的”,将波伊奥蒂亚的称为“米尼亚的”,并在萨摩斯上加上“色雷斯的”: "在萨摩斯与伊姆布罗斯之间, "以便将其与伊奥尼亚的萨摩斯区分开来——他说特斯普罗蒂亚的埃非拉同样通过“来自远方”和“来自塞莱伊斯河”来区分。
"
ταῦτα δʼ οὐχ ὁμολογεῖ τοῖς ὑπὸ τοῦ Σκηψίου Δημητρίου λεγομένοις, παρʼ οὗ μεταφέρει τὰ πλεῖστα.
但这些说法与斯凯普西斯的德米特里乌斯所说的并不一致,阿波罗多洛斯的大部分材料都是从他那里借来的。
ἐκεῖνος γὰρ οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμόν, ἀλλʼ ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἐφύραν, ὡς προείπομεν.
因为德米特里乌斯说在特斯普罗蒂亚人中并没有塞莱伊斯河,而是在埃雷亚,正如我们之前所说,在当地的埃非拉旁边。
τοῦτό τε οὖν εἴρηκε σκέψεως δεόμενον καὶ περὶ τῆς Οἰχαλίας ὅτι φησὶν οὐ μιᾶς οὔσης, μίαν εἶναι πόλιν Εὐρύτου Οἰχαλιῆος· δῆλον οὖν ὅτι τὴν Θετταλικήν, ἐφʼ ἧς φησιν
"
οἵ τʼ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου Οἰχαλιῆος
"
τίς οὖν ἔστιν ἐξ ἧς ὁρμηθέντα αἱ Μοῦσαι κατὰ Δώριον
"
ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς;
因此,他所说的这一点需要考证;他关于奥哈利亚的说法也是如此,因为他说,虽然奥哈利亚不只一个,但奥哈利亚人尤里托斯的城市只有一个——这显然是指色萨利的那一个,关于它他说道: "以及占有奥哈利亚、即奥哈利亚人尤里托斯之城的人们 "那么,缪斯女神在多里翁相遇并阻止其歌唱的色雷斯人塔米里斯,是从哪一个城市出发的呢?
"
εἰ μὲν γὰρ ἡ Θετταλική, οὐκ εὖ πάλιν ὁ Σκήψιος Ἀρκαδικήν τινα λέγων, ἣν νῦν Ἀνδανίαν καλοῦσιν· εἰ δʼ οὗτος εὖ, καὶ ἡ Ἀρκαδικὴ πόλις Εὐρύτου εἴρηται, ὥστʼ οὐ μία μόνον· ἐκεῖνος δὲ μίαν φησί.
"遇见色雷斯人塔米里斯,阻止了他的歌唱 "因为如果它是色萨利的那一个,斯凯普西斯人说它是现在被称为安达尼亚的某座阿卡迪亚城市,就又是错的;但如果后者是对的,那么那座阿卡迪亚城市也被称为尤里托斯的城市,这样就不止一个了;然而阿波罗多洛斯却说只有一个。