Humanitext Reader

斯特拉波 · 地理学 §8.3.29

对皮洛斯的埃利斯与麦塞尼亚假说的反驳

第 251 段,共 577 段 · 希腊语

内容简介

斯特拉博引用荷马的诗句,详细批判了关于皮洛斯地理位置的埃利斯假说和麦塞尼亚假说,指出它们在地理和历史上存在的诸多矛盾。

§8.3.29ἐκ τούτων δὴ πῶς ἂν ἢ τὸν Ἠλιακὸν Πύλον ὑπολάβοι τις ἢ τὸν Μεσσηνιακὸν λέγεσθαι;
由此看来,人们怎能设想这里指的是埃利斯皮洛斯或是麦塞尼亚皮洛斯呢?
τὸν μὲν Ἠλιακόν, ὅτι τούτου πορθουμένου συνεπορθεῖτο καὶ ἡ τῶν Ἐπειῶν ὑπὸ τοῦ Ἡρακλέους· αὕτη δʼ ἐστὶν ἡ Ἠλεία.
就埃利斯皮洛斯而言,因为当该城被蹂躏时,伊培奥斯人的领土也被赫拉克勒斯一同蹂躏,而这领土正是埃利斯。
πῶς οὖν ἤμελλον οἱ συμπεπορθημένοι καὶ ὁμόφυλοι τοιαύτην ὑπερηφανίαν καὶ ὕβριν κτήσασθαι κατὰ τῶν συναδικηθέντων;
那么,作为共同受害者且同族的人们,怎会对自己一同遭受不公的同胞产生如此的傲慢与侮辱呢?
πῶς δʼ ἂν τὴν οἰκείαν κατέτρεχον καὶ ἐλεηλάτουν;
他们又怎会侵略并掠夺自己的国土呢?
πῶς δʼ ἂν ἅμα καὶ Αὐγέας ἦρχε τῶν αὐτῶν καὶ Νηλεὺς ἐχθροὶ ὄντες ἀλλήλων;
互为仇敌的奥革阿斯和涅琉斯又怎能同时统治同一群人呢?
εἴγε τῷ Νηλεῖ " χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ, τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν, ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει.
如果对涅琉斯而言,确实: "在神圣的埃利斯欠有一大笔债务,那是四匹带车参赛并赢取奖赏的马,它们曾去争夺奖赏,因为它们要在那里为了一只三脚鼎而奔驰;但人类之王奥革阿斯在那里扣留了马匹,却打发走了驾车人。
" εἰ δʼ ἐνταῦθα ᾤκει ὁ Νηλεύς, ἐνταῦθα καὶ ὁ Νέστωρ ἐπῆρχε.
"如果涅琉斯居住在此,内斯托尔也同样在此统治。
πῶς οὖν τῶν μὲν Ἠλείων καὶ Βουπρασίων " τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί;
那么,关于埃利斯人和布乌普拉西翁人,为何说: "有四位领袖,每个人有十艘捷船紧随,许多伊培奥斯人登船 "呢?
" εἰς τέτταρα δὲ καὶ ἡ χώρα διῄρητο, ὧν οὐδενὸς ἐπῆρχεν ὁ Νέστωρ, " οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν " καὶ τὰ ἑξῆς τὰ μέχρι Μεσσήνης;
而且该地区被分为四个部分,内斯托尔没有统治其中任何一个,而是统治: "那些居住在皮洛斯和美丽的阿雷内的人 "以及一直延伸到麦塞内的后续地区。
οἱ δὲ δὴ ἀντεπεξιόντες Ἐπειοὶ τοῖς Πυλίοις πῶς ἐπὶ τὸν Ἀλφειὸν ἐξορμῶσι καὶ τὸ Θρύον;
此外,那些对抗皮洛斯人而出击的伊培奥斯人,又怎会向阿尔菲奥斯河和斯里翁进军呢?
πῶς δʼ ἐκεῖ τῆς μάχης γενομένης τρεφθέντες ἐπὶ Βουπρασίου φεύγουσι;
当战斗在彼处发生、他们战败溃逃时,又怎会逃往布乌普拉西翁呢?
πάλιν δʼ, εἰ τὸν Μεσσηνιακὸν Πύλον ἐπόρθησεν ὁ Ἡρακλῆς, πῶς οἱ τοσοῦτον ἀφεστῶτες ὕβριζον εἰς αὐτούς, καὶ ἐν συμβολαίοις ἦσαν πολλοῖς, καὶ ταῦτʼ ἀπεστέρουν χρεοκοποῦντες, ὥστε διὰ ταῦτα συμβῆναι τὸν πόλεμον;
另一方面,如果赫拉克勒斯蹂躏的是麦塞尼亚皮洛斯,那些相距如此遥远的人怎能侮辱他们,并在许多契约纠纷中,通过赖账来剥夺他们的财产,以致因此爆发战争呢?
πῶς δὲ ἐπὶ τὴν λεηλασίαν ἐξιὼν Νέστωρ τοσαύτην περιελάσας λείαν συῶν τε καὶ προβάτων, ὧν οὐδὲν ὠκυπορεῖν οὐδὲ μακροπορεῖν δύναται, πλειόνων ἢ χιλίων σταδίων ὁδὸν διήνυσεν εἰς τὴν πρὸς τῷ Κορυφασίῳ Πύλον, οἱ δὲ τρίτῳ ἤματι πάντες ἐπὶ τὴν Θρυόεσσαν καὶ τὸν ποταμὸν τὸν Ἀλφειὸν ἥκουσι πολιορκήσοντες τὸ φρούριον;
内斯托尔外出掠夺,驱赶了如此多的猪群和羊群,这些牲畜既不能快速奔跑也不能长途跋涉,他又是如何行进了一千多斯塔德的路程,到达科里法西翁附近的皮洛斯,而敌军却能在第三天全部赶到斯里奥埃萨和阿尔菲奥斯河来围攻这座要塞呢?
πῶς δὲ ταῦτα τὰ χωρία προσήκοντα ἦν τοῖς ἐν τῇ Μεσσηνίᾳ δυναστεύουσιν ἐχόντων Καυκώνων καὶ Τριφυλίων καὶ Πισατῶν;
此外,在卡乌科内斯人、特里菲利亚人和皮萨人占领这些地方的情况下,这些地方又怎能属于在麦塞尼亚掌权的人呢?
τὰ δὲ Γέρηνα ἢ τὴν Γερηνίαν (ἀμφοτέρως γὰρ λέγεται) τάχα μὲν ἐπίτηδες ὠνόμασάν τινες· δύναται δὲ καὶ κατὰ τύχην οὕτως ὠνομάσθαι τὸ χωρίον.
至于盖雷纳或盖雷尼亚(两种称呼皆有),也许确实是某些人刻意如此命名的,但该地方偶然得到这个名字也是可能的。
τὸ δʼ ὅλον, τῆς Μεσσηνίας ὑπὸ Μενελάῳ τεταγμένης, ὑφʼ ᾧ καὶ ἡ Λακωνικὴ ἐτέτακτο (ὡς δῆλον ἔσται καὶ ἐκ τῶν ὕστερον), καὶ τοῦ μὲν Παμισοῦ ῥέοντος διὰ ταύτης καὶ τοῦ Νέδωνος, Ἀλφειοῦ δʼ οὐδαμῶς " ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, " ἧς ἐπῆρχεν ὁ Νέστωρ, τίς ἂν γένοιτο πιθανὸς λόγος εἰς τὴν ἀλλοτρίαν ἀρχὴν ἐκβιβάζων τὸν ἄνδρα, ἀφαιρούμενος δὲ τὰς συγκαταλεγείσας αὐτῷ πόλεις πάνθʼ ὑπʼ ἐκείνῳ ποιῶν;
总而言之,由于麦塞尼亚归墨涅拉俄斯管辖,拉科尼亚地区也同样归他管辖(这从后文也将看得很清楚),且帕米索斯河与内东河流经该地,但阿尔菲奥斯河绝不流经那里,而这河: "广阔地流经皮洛斯人的土地, "也就是内斯托尔所统治的土地。 既然如此,还有什么说得通的理由,能把这个人放逐到他人的领地中,剥夺与他一并列举的城市,并把所有这些都归于他人统治之下呢?

词汇与语法注释

  1. 8.3.29τὸν μὲν Ἠλιακόν — 承接前句的疑问主句 `πῶς ἂν ... ὑπολάβοι τις ... λέγεσθαι`(怎能设想这里指的是……)。此处 `τὸν μὲν Ἠλιακόν` 作为对比(μέν)的前半部分,省略了“(怎能设想指的是)埃利斯皮洛斯,因为……”之意。
  2. 8.3.29εἴγε τῷ Νηλεῖ — 带有加强语气小词 `γε` 的连词 `εἴγε`(如果确实、既然)在此引入了一个已知的事实或前提(荷马史诗的诗句)作为论证的依据。该条件从句在逻辑上穿过所引用的诗句,与随后的条件句 `εἰ δʼ ἐνταῦθα ᾤκει ὁ Νηλεύς`(如果涅琉斯居住在此)相呼应。
  3. 8.3.29ὧν οὐδενὸς ἐπῆρχεν ὁ Νέστωρ — 关系代词 `ὧν` 的先行词是紧接在前一句 `εἰς τέτταρα δὲ καὶ ἡ χώρα διῄρητο`(该地区被分为四个部分)中所指的“四个部分”。此处确立了一个对比:内斯托尔并不统治这四个部分的任何一个,而是统治随后引文 `οἳ δὲ Πύλον τʼ ἐνέμοντο`(那些居住在皮洛斯的人)所列的地区。

引用这一段

斯特拉波, 地理学 §8.3.29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。