Humanitext Reader

斯特拉波 · 地理学 §8.3.30#1

奥林匹亚宙斯神殿与菲迪亚斯的巨像

第 252 段,共 577 段 · 希腊语

内容简介

记述了奥林匹亚神殿及其地理位置,以及菲迪亚斯所作的巨大的宙斯象牙神像,并开始阐述随后埃利斯人如何带来该地繁荣的历史背景。

§8.3.30#1λοιπὸν δʼ ἐστὶν εἰπεῖν περὶ τῆς Ὀλυμπίας καὶ τῆς εἰς τοὺς Ἠλείους ἁπάντων μεταπτώσεως.
剩下要谈的是奥林匹亚,以及所有事物如何转归埃利斯人。
ἔστι δʼ ἐν τῇ Πισάτιδι τὸ ἱερὸν σταδίους τῆς Ἤλιδος ἐλάττους ἢ τριακοσίους διέχον· πρόκειται δʼ ἄλσος ἀγριελαίων ἐν ᾧ τὸ στάδιον· παραρρεῖ δʼ ὁ Ἀλφειὸς ἐκ τῆς Ἀρκαδίας ῥέων εἰς τὴν Τριφυλιακὴν θάλατταν μεταξὺ δύσεως καὶ μεσημβρίας.
神殿位于皮萨蒂斯地区,距离埃利斯不足三百斯塔德;其前方是一片野生橄榄林,体育场便在林中;阿尔菲奥斯河从阿卡迪亚流来,在西与南之间注入特里菲利亚海,从神殿旁流过。
τὴν δʼ ἐπιφάνειαν ἔσχεν ἐξ ἀρχῆς μὲν διὰ τὸ μαντεῖον τοῦ Ὀλυμπίου Διός· ἐκείνου δʼ ἐκλειφθέντος οὐδὲν ἧττον συνέμεινεν ἡ δόξα τοῦ ἱεροῦ, καὶ τὴν αὔξησιν ὅσην ἴσμεν ἔλαβε διά τε τὴν πανήγυριν καὶ τὸν ἀγῶνα τὸν Ὀλυμπιακόν, στεφανίτην τε καὶ ἱερὸν νομισθέντα, μέγιστον τῶν πάντων.
神殿起初因奥林匹亚宙斯的神谕而声名显赫;当神谕衰落后,其名望依然不减,并因奥林匹亚节日大会和竞技会而获得了我们所知的一切发展,这竞技会已被视为授予冠冕的圣事,是所有人之中最伟大的。
ἐκοσμήθη δʼ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος· ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου.
神殿因来自全希腊的无数奉纳物而显得富丽堂皇,其中也有用黄金打制的宙斯像,这是科林斯僭主库普塞洛斯的奉纳物。
μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστʼ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών.
这些奉纳物中最大的是宙斯的木雕神像,由雅典人哈尔米德斯之子菲迪亚斯用象牙制成,其体量如此之大,以至于尽管神殿非常宏伟,这位艺术家却似乎失去了比例的协调,因为他将其设计为坐像,其头顶却几乎触及天花板,以至于给人一种印象:如果神像起立站直,就会掀翻神殿的屋顶。
ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε.
有些人记录了神像的尺寸,卡利马科斯也在某首双音步诗中提到了它。
πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος.
画家帕奈诺斯(他是菲迪亚斯的侄子兼合伙人)在用色彩装饰神像(尤其是衣褶)方面给予了菲迪亚斯很大的协助。
δείκνυνται δὲ καὶ γραφαὶ πολλαί τε καὶ θαυμασταὶ περὶ τὸ ἱερὸν ἐκείνου ἔργα.
在神殿周围还展示着许多精美绝伦的绘画,都是他的作品。
ἀπομνημονεύουσι δὲ τοῦ Φειδίου, διότι πρὸς τὸν Πάναινον εἶπε πυνθανόμενον πρὸς τί παράδειγμα μέλλοι ποιήσειν τὴν εἰκόνα τοῦ Διός, ὅτι πρὸς τὴν Ὁμήρου διʼ ἐπῶν ἐκτεθεῖσαν τούτων " ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο, μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
关于菲迪亚斯,人们还记述道,当帕奈诺斯询问他准备以什么为蓝本来制作宙斯的雕像时,他回答说,是以荷马在以下诗句中所展现的形象: “克罗诺斯之子说着,用那黑青色的双眉示意;于是主宰的不死之头上,神圣的秀发飘动起来,使巨大的奥林匹斯山也随之震颤。
" ἄξιοι δὲ μάλιστα τὴν αἰτίαν ἔχειν τῆς περὶ τὸ Ὀλυμπίασιν ἱερὸν μεγαλοπρεπείας τε καὶ τιμῆς Ἠλεῖοι.
” 然而,奥林匹亚神殿的壮丽与尊荣,最应当归功于埃利斯人。
κατὰ μὲν γὰρ τὰ Τρωικὰ καὶ ἔτι πρὸ τούτων οὐκ ηὐτύχουν, ὑπό τε τῶν Πυλίων ταπεινωθέντες καὶ ὑφʼ Ἡρακλέους ὕστερον, ἡνίκα Αὐγέας ὁ βασιλεύων αὐτῶν κατελύθη.
因为在特洛伊战争时期及更早之前,他们并不幸运,先是被皮洛斯人降服,后来又被赫拉克勒斯挫败,当时他们的国王奥革阿斯被废黜。
σημεῖον δέ· εἰς γὰρ τὴν Τροίαν ἐκεῖνοι μὲν τετταράκοντα ναῦς ἔστειλαν, Πύλιοι δὲ καὶ Νέστωρ ἐνενήκοντα.
这就是证据:因为他们仅向特洛伊派出了四十艘船,而皮洛斯人和内斯托尔则派出了九十艘。
ὕστερον δὲ μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνέβη τἀναντία.
但后来,在赫拉克勒斯后裔回归之后,情况发生了逆转。
Αἰτωλοὶ γὰρ συγκατελθόντες τοῖς Ἡρακλείδαις μετὰ Ὀξύλου καὶ συνοικήσαντες Ἐπειοῖς κατὰ συγγένειαν παλαιὰν ηὔξησαν
因为艾托利亚人与奥克苏路斯一同伴随赫拉克勒斯后裔回归,并基于古老的亲族关系与伊培奥斯人共同居住,从而壮大了

词汇与语法注释

  1. p.503ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην — 连词 ὡς(表示结果,“如此之大以至于……”)引导不定式 δοκεῖν,其逻辑主语为宾格的 τὸν τεχνίτην。καίπερ μεγίστου ὄντος τοῦ νεὼ 是一个由 καίπερ 引导的属格独立分词让步结构(“尽管神殿极其宏大”)。
  2. p.503ὥστʼ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών — ὥστε 引导不定式 ποιεῖν 表示结果(“以至于产生……的印象”)。将来时不定式 ἀποστεγάσειν(其逻辑主语为宙斯神像)隶属于 ἔμφασιν ποιεῖν,用以说明该“印象”的具体内容,并作为由条件从句 ἐὰν ὀρθὸς γένηται(“如果他站直身子”)构成的将来条件句的归结部。
  3. p.503ἀπομνημονεύουσι δὲ τοῦ Φειδίου, διότι πρὸς τὸν Πάναινον εἶπε ... ὅτι ... — 动词 ἀπομνημονεύουσι(他们记述/传颂)支配属格 τοῦ Φειδίου(关于菲迪亚斯)。在引导间接引语的 ὅτι 之后,省略了动词(如 ποιήσει 或 ποιήσειν μέλλοι),直接承接介词短语 πρὸς τὴν Ὁμήρου...(“依照荷马的……”),使表达显得更为简洁。
  4. p.504ἄξιοι δὲ μάλιστα τὴν αἰτίαν ἔχειν τῆς περὶ τὸ Ὀλυμπίασιν ἱερὸν μεγαλοπρεπείας τε καὶ τιμῆς Ἠλεῖοι. — 句首的形容词 ἄξιοι 修饰句末的主语 Ἠλεῖοι(埃利斯人),系动词 εἰσί(是)被省略。ἄξιοι ... τὴν αἰτίαν ἔχειν 意为“最配享有……的功绩/归因”。

引用这一段

斯特拉波, 地理学 §8.3.30#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.30%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。