§8.3.27εἰ γοῦν τὸν Ἠλιακὸν Πύλον εἶναί τις τὸν Νέστορος ἐπινοήσειεν, οὐκ ἂν οἰκείως λέγοιτο ἡ ἐντεῦθεν ἀναχθεῖσα ναῦς παρὰ Κρουνοὺς ἐνεχθῆναι καὶ Χαλκίδα μέχρι δύσεως, εἶτα Φεαῖς ἐπιβάλλειν νύκτωρ, καὶ τότε τὴν Ἠλείαν παραπλεῖν·
无论如何,如果有人设想埃利斯皮洛斯就是内斯托尔的那个皮洛斯,那么说从那里启航的船只在日落前被带过克鲁诺伊和哈尔基斯,然后在夜间驶向菲亚斯,并在那时绕过埃利斯地区,就显得不合情理了。
οὗτοι γὰρ οἱ τόποι πρὸς νότον τῆς Ἠλείας εἰσί, πρῶται μὲν αἱ Φεαί, εἶθʼ ἡ Χαλκίς, εἶθʼ οἱ Κρουνοί, εἶθʼ ὁ Πύλος ὁ Τριφυλιακὸς καὶ τὸ Σαμικόν.
因为这些地方都位于埃利斯的南部,首先是菲亚斯,然后是哈尔基斯,然后是克鲁诺伊,再然后是特里菲利亚皮洛斯和萨米孔。
τῷ μὲν οὖν πρὸς νότον πλέοντι ἐκ τοῦ Ἠλιακοῦ Πύλου οὗτος ἂν ὁ πλοῦς εἴη· τῷ δὲ πρὸς ἄρκτον, ὅπου ἐστὶν ἡ Ἰθάκη, ταῦτα μὲν πάντα ὀπίσω λείπεται, αὐτὴ δʼ ἡ Ἠλεία παραπλευστέα ἦν, καὶ πρὸ δύσεώς γε· ὁ δέ φησι μετὰ δύσιν.
因此,对于从埃利斯皮洛斯向南航行的人来说,这确实是其航线;但对于向北航行(即伊萨卡所在方向)的人来说,所有这些地方都被留在了身后,而埃利斯本身则必须被绕行,且必须在日落之前,但诗人却说是日落之后。
καὶ μὴν εἰ καὶ πάλιν ὑπόθοιτό τις τὸν Μεσσηνιακὸν Πύλον καὶ τὸ Κορυφάσιον ἀρχὴν τοῦ παρὰ Νέστορος πλοῦ, πολὺ ἂν εἴη τὸ διάστημα καὶ πλέονος χρόνου.
况且,如果有人再次假定麦塞尼亚皮洛斯和科里法西翁是内斯托尔航行的起点,那么距离将会非常遥远,且需要更多的时间。
αὐτὸ γοῦν τὸ ἐπὶ τὸν Τριφυλιακὸν Πύλον καὶ τὸ Σαμιακὸν ποσείδιον τετρακοσίων ἐστὶ σταδίων· καὶ ὁ παράπλους παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ Φεάν, ἀδόξων ποταμῶν ὀνόματα μᾶλλον δὲ ὀχετῶν, ἀλλὰ παρὰ τὴν Νέδαν πρῶτον, εἶτʼ Ἀκίδωνα, εἶτα τὸν Ἀλφειὸν καὶ τόπους τούτων τοὺς μεταξύ· ὕστερον δʼ, εἰ ἄρα, κἀκείνων ἐχρῆν μνησθῆναι· καὶ γὰρ παρʼ ἐκείνους ὑπῆρχεν ὁ πλοῦς.
无论如何,单是到特里菲利亚皮洛斯和萨米亚波塞伊迪翁的距离就有四百斯塔德;而在绕过克鲁诺伊、哈尔基斯和菲亚斯(这些是无名河流甚至可以说是沟渠的名字)之前,本应首先经过内达河,然后是阿基顿河,然后是阿尔菲奥斯河以及这些河流之间的地区;如果是这样,之后才应该提到那些地方(克鲁诺伊等),因为航程确实是经过那些大河的。
§8.3.28καὶ μὴν ἥ γε τοῦ Νέστορος διήγησις, ἣν διατίθεται πρὸς Πάτροκλον περὶ τοῦ γενομένου τοῖς Πυλίοις πρὸς Ἠλείους πολέμου, συνηγορεῖ τοῖς ὑφʼ ἡμῶν ἐπιχειρουμένοις, ἐὰν σκοπῇ τις τὰ ἔπη.
再者,内斯托尔向帕特罗克洛斯讲述的关于皮洛斯人与埃利斯人之间发生的战争,如果人们仔细研究这些诗句,也会支持我们的主张。
φησὶ γὰρ ἐν αὐτοῖς, ὅτι πορθήσαντος Ἡρακλέους τὴν Πυλίαν ὥστε τὴν νεότητα ἐκλειφθῆναι πᾶσαν, δώδεκα δὴ παίδων ὄντων τῷ Νηλεῖ, μόνον αὐτῷ περιγενέσθαι τὸν Νέστορα νέον τελέως· καταφρονήσαντες δʼ οἱ Ἐπειοὶ τοῦ Νηλέως διὰ γῆρας καὶ ἐρημίαν ὑπερηφάνως καὶ ὑβριστικῶς ἐχρῶντο τοῖς Πυλίοις.
因为他在诗句中说,在赫拉克勒斯蹂躏了皮洛斯土地以致年轻一代全部丧失之后,尽管涅琉斯有十二个儿子,但只有当时还完全年轻的内斯托尔一人幸存;而伊培奥斯人因涅琉斯年迈且孤立无援而蔑视他,对皮洛斯人态度傲慢无礼。
ἀντὶ τούτων οὖν ὁ Νέστωρ συναγαγὼν τοὺς οἰκείους ὅσους οἷός τε ἦν ἐπελθεῖν φησιν ἐπὶ τὴν Ἠλείαν, καὶ περιελάσαι παμπόλλην λείαν
"
πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια,
"
τοσαῦτα δὲ καὶ αἰπόλια, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα, ὑποπώλους τὰς πλείστας.
因此,为了报复这些,内斯托尔说他聚集了所有他能召集的亲兵,攻入埃利斯地区,并驱赶了大量的战利品: “五十群牛,同样多的羊群,同样多的猪群,” 以及同样多的山羊群,还有一百五十匹栗色母马,大多数还带着幼驹。
"
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον (φησί)Νηλήιον εἴσω,
ἐννύχιοι προτὶ ἄστυ,
"
ὡς μεθʼ ἡμέραν μὲν τῆς λεηλασίας γενομένης καὶ τῆς τροπῆς τῶν ἐκβοηθησάντων, ὅτε κτανεῖν λέγει τὸν Ἰτυμονέα, νύκτωρ δὲ τῆς ἀφόδου γενομένης ὥστʼ ἐννυχίους πρὸς τῷ ἄστει γενέσθαι· περὶ δὲ τὴν διανομὴν καὶ θυσίαν ὄντων οἱ Ἐπειοὶ τῇ τρίτῃ τῶν ἡμερῶν κατὰ πλῆθος ἀθροισθέντες πεζοί τε καὶ ἱππεῖς ἀντεπεξῆλθον καὶ τὸ Θρύον ἐπὶ τῷ Ἀλφειῷ κείμενον περιεστρατοπέδευσαν.
“我们把这些(他说)驱赶进涅琉斯的皮洛斯,在夜色中走向城市,” 这意味着,虽然抢劫和对前来救援者的击退发生在白天(当时他说自己杀死了伊图莫纽斯),但撤退发生在夜间,因此他们在夜色中到达了城市;而当他们忙于分配和祭祀时,伊培奥斯人在第三天大举集结,步兵和骑兵一同出击,包围了位于阿尔菲奥斯河畔的斯里翁。
αἰσθόμενοι δʼ εὐθὺς οἱ Πύλιοι βοηθεῖν ὥρμησαν· νυκτερεύσαντες δὲ περὶ τὸν Μινυήιον ποταμὸν ἐγγύθεν Ἀρήνης, ἐντεῦθεν ἔνδιοι πρὸς τὸν Ἀλφειὸν ἀφικνοῦνται· τοῦτο δʼ ἐστὶ κατὰ μεσημβρίαν· θύσαντες δὲ τοῖς θεοῖς καὶ νυκτερεύσαντες ἐπὶ τῷ ποταμῷ συμβάλλουσιν εἰς μάχην εὐθὺς ἕωθεν· λαμπρᾶς δὲ τῆς τροπῆς γενομένης οὐκ ἐπαύσαντο διώκοντές τε καὶ κτείνοντες πρὶν Βουπρασίου ἐπέβησαν
"
πέτρης τʼ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη
κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
皮洛斯人一察觉,便立即前去救援;他们在阿雷内附近的米纽埃伊斯河畔度过一夜后,从那里在中午时分到达了阿尔菲奥斯河,这正是午后;在向神明献祭并在河边度过一夜后,他们一到黎明就立即交战;在取得了辉煌的胜利使敌军溃败后,他们不断追击和杀戮,直到踏上布乌普拉西翁: “以及奥勒诺斯之岩和被称为阿莱西翁的山丘,阿德涅女神从那里再次让军队折回。
"
καὶ ὑποβάς
"
αὐτὰρ Ἀχαιοὶ
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους. "
” 稍后他又说: “然而阿卡亚人从布乌普拉西翁将他们敏捷的马匹赶回皮洛斯。 ”