§7.fragments.55ὅτι ἡ πόλις ὁ Ἐλεοῦς ἀρσενικῶς λέγεται· τάχα δὲ καὶ ὁ Τραπεζοῦς.
埃劳斯城名是用阳性词形式表达的;或许特拉佩祖斯也是如此。
Epit. §7.fragments.56ἔστι δʼ ἐν τῷ περίπλῳ τούτῳ τῷ μετὰ Ἐλαιοῦντα ἡ εἰσβολὴ πρῶτον ἡ εἰς τὴν Προποντίδα διὰ τῶν στενῶν, ἥν φασιν ἀρχὴν εἶναι τοῦ Ἑλλησπόντου· ἐνταῦθα δʼ ἐστὶ τὸ Κυνὸς σῆμα ἄκρα, οἱ δʼ Ἑκάβης φασί·
Epit. 在埃劳斯之后的这段绕航中,首先是通过海峡进入普罗蓬蒂斯海的入口,人们说这是赫勒斯滂的起点;这里有库诺斯塞马(“犬墓”)岬角,但也有人说是赫卡贝的墓,因为绕过该岬角的人确实能看到她的坟墓。
καὶ γὰρ δείκνυται κάμψαντι τὴν ἄκραν τάφος αὐτῆς. εἶτα Μάδυτος καὶ Σηστιὰς ἄκρα, καθʼ ἣν τὸ Ξέρξου ζεῦγμα, καὶ μετὰ ταῦτα Σηστός.
接着是马迪托斯和塞斯提亚斯岬角,与之相对的是薛西斯的浮桥,此后是塞斯托斯。
ἀπὸ δὲ Ἐλαιοῦντος ἐπὶ τὸ ζεῦγμα ἑκατὸν ἑβδομήκοντα· μετὰ δὲ Σηστὸν ἐπὶ Αἰγὸς ποταμοὺς διακόσιοι ὀγδοήκοντα, πολίχνην κατεσκαμμένην, ὅπου φασὶ τὸν λίθον πεσεῖν κατὰ τὰ Περσικά· εἶτα Καλλίπολις, ἀφʼ ἧς εἰς Λάμψακον δίαρμα εἰς τὴν Ἀσίαν τετταράκοντα· εἶτα πολίχνιον κατεσκαμμένον Κριθωτή· εἶτα Πακτύη· εἶτα τὸ Μακρὸν τεῖχος καὶ Λευκὴ ἀκτὴ καὶ τὸ Ἱερὸν ὄρος καὶ Πέρινθος, Σαμίων κτίσμα· εἶτα Σηλυβρία.
从埃劳斯到浮桥有一百七十斯塔迪翁;塞斯托斯之后到埃戈斯波塔米有二百八十斯塔迪翁,这是一座被毁的小镇,据说在波斯战争期间有陨石坠落于此;接着是卡利波利斯,从那里横渡到亚洲的兰普萨科斯为四十斯塔迪翁;接着是被毁的小镇克里索特;接着是帕克蒂埃;接着是“长城”、莱乌克阿克特(“白海岸”)、圣山以及萨摩斯人的定居点佩林托斯;接着是塞利布里亚。
ὑπέρκειται δʼ αὐτῶν Σίλτα, καὶ τὸ Ἱερὸν ὄρος τιμᾶται ὑπὸ τῶν ἐγχωρίων καὶ ἔστιν οἷον ἀκρόπολις τῆς χώρας.
在它们上方坐落着西尔塔,圣山受到当地人的崇拜,就像该地区的一个卫城。
ἄσφαλτον δʼ ἐξίησιν εἰς τὴν θάλασσαν, καθʼ ὃν τόπον ἡ Προκόννησος ἐγγυτάτω τῆς γῆς ἐστι ἀπὸ ἑκατὸν εἴκοσι σταδίων, τὸ μέταλλον ἔχουσα τῆς λευκῆς μαρμάρου πολύ τε καὶ σπουδαῖον.
它在普罗科内索斯岛距离陆地最近的地方(距离为一百二十斯塔迪翁)将沥青排入海中,该岛拥有大量且优质的白大理石采石场。
μετὰ δὲ Σηλυβρίαν Ἀθύρας ἐστὶ ποταμὸς καὶ Βαθυνίας· εἶτα Βυζάντιον καὶ τὰ ἐφεξῆς μέχρι Κυανέων πετρῶν.
塞利布里亚之后是阿蒂拉斯河和巴蒂尼亚斯河;接着是拜占庭以及接下来的直到基阿涅埃(“青岩”)岩群的地区。
E. §7.fragments.57ὅτι ἐκ Περίνθου εἰς Βυζάντιόν εἰσιν ἑξακόσιοι τριάκοντα· ἀπὸ δὲ Ἕβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέχρι Κυανέων τρισχίλιοι ἑκατόν, ὥς φησιν Ἀρτεμίδωρος· τὸ δὲ σύμπαν μῆκος ἀπὸ Ἰονίου κόλπου τοῦ κατὰ Ἀπολλωνίαν μέχρι Βυζαντίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι· προστίθησι δʼ ὁ Πολύβιος καὶ ἄλλους ἑκατὸν ὀγδοήκοντα, τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ μιλίου σταδίοις.
E. 从佩林托斯到拜占庭为六百三十斯塔迪翁;而据阿尔特米多鲁斯所说,从赫布罗斯河和库普塞拉经拜占庭直至基阿涅埃岩群为三千一百斯塔迪翁;从阿波罗尼亚附近的爱奥尼亚湾到拜占庭的总长度为七千三百二十斯塔迪翁;但波利比乌斯又增加了一百八十斯塔迪翁,即在每英里八个斯塔迪翁之外,又增加了三分之一斯塔迪翁。
Δημήτριος δʼ ὁ Σκήψιος ἐν τοῖς περὶ τοῦ Τρωικοῦ διακόσμου τὸ μὲν ἐκ Περίνθου μέχρι Βυζαντίου φησὶν ἑξακοσίους σταδίους, τὸ δʼ ἴσον μέχρι Παρίου.
斯凯普西斯的德米特里乌斯在《关于特洛伊军势》中说,从佩林托斯到拜占庭的距离为六百斯塔迪翁,到帕里翁也是同样距离。
τὴν δὲ Προποντίδα μήκει μὲν χιλίων καὶ τετρακοσίων ἀποφαίνει σταδίων, εἰς εὖρος δὲ πεντακοσίων.
他指出普罗蓬蒂斯海的长度为一千四百斯塔迪翁,宽度为五百。
τοῦ δὲ Ἑλλησπόντου τὸ στενώτατον ἑπταστάδιόν φησι, μῆκος δὲ τετρακοσίων.
并说赫勒斯滂最窄处为七斯塔迪翁,长度为四百。
E. §7.fragments.58ὅτι Ἑλλήσποντος οὐχ ὁμολογεῖται παρὰ πᾶσιν ὁ αὐτός, ἀλλὰ δόξαι περὶ αὐτοῦ λέγονται πλείους.
E. 赫勒斯滂并未被所有人公认为相同,关于它存在许多不同的观点。
οἱ μὲν γὰρ ὅλην τὴν Προποντίδα καλοῦσιν Ἑλλήσποντον, οἱ δὲ μέρος τῆς Προποντίδος τὸ ἐντὸς Περίνθου· οἱ δὲ προσλαμβάνουσι καὶ τῆς ἔξω θαλάσσης τῆς πρὸς τὸ Αἰγαῖον πέλαγος καὶ τὸν Μέλανα κόλπον ἀνεῳγμένης, καὶ οὗτοι ἄλλος ἄλλα ἀποτεμνόμενος· οἱ μὲν τὸ ἀπὸ Σιγείου ἐπὶ Λάμψακον καὶ Κύζικον ἢ Πάριον ἢ Πρίαπον, ὁ δὲ προσλαμβάνων καὶ τὸ ἀπὸ Σιγρίου τῆς Λεσβίας.
因为有些人将整个普罗蓬蒂斯海称为赫勒斯滂,而有些人则将佩林托斯以内的普罗蓬蒂斯海部分称为赫勒斯滂;还有些人将向爱琴海和梅拉斯湾敞开的外海的一部分也包括在内,而在这些人中,每个人划定的区域又各不相同:有些人将从西盖翁到兰普萨科斯以及基齐库斯、或帕里翁、或普里阿普斯的部分称为赫勒斯滂,而另一些人甚至将莱斯博斯岛西格里翁起的部分也包括在内。
οὐκ ὀκνοῦσι δέ τινες καὶ τὸ μέχρι τοῦ Μυρτῴου πελάγους ἅπαν καλεῖν Ἑλλήσποντον, εἴπερ, ὥς φησιν ἐν τοῖς ὕμνοις Πίνδαρος, οἱ μεθʼ Ἡρακλέους ἐκ Τροίας πλέοντες διὰ παρθένιον Ἕλλας πορθμόν, ἐπεὶ τῷ Μυρτῴῳ συνῆψαν, εἰς Κῶν ἐπαλινδρόμησαν ζεφύρου ἀντιπνεύσαντος.
有些人甚至毫不犹豫地将直到米尔托安海的整个海域都称为赫勒斯滂,如果正如品达在颂歌中所说,与赫拉克勒斯一起从特洛伊出发,穿过少女赫勒的海峡航行的人们,在到达米尔托安海时,由于西风逆吹,又退回到了科斯岛。
οὕτω δὲ καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Θερμαίου κόλπου καὶ τῆς κατὰ Θετταλίαν καὶ Μακεδονίαν θαλάσσης ἅπαν ἀξιοῦσιν Ἑλλήσποντον προσαγορεύειν δεῖν, μάρτυρα καὶ Ὅμηρον καλοῦντες.
通过这种方式,他们还主张,直到塞尔迈湾以及色萨利和马其顿沿岸的整个爱琴海都应该被称为赫勒斯滂,并以此征引荷马为证。
φησὶ γάρ
"
ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυοέντα πλεούσας
νῆας ἐμάς.
因为他说: “如果你愿意,也如果这是你所关心的,你将在清晨看到,我的船只在鱼群丰富的赫勒斯滂上航行。
"
ἐλέγχεται δὲ τὸ τοιοῦτον ἐκ τῶν ἐπῶν ἐκείνων
"
ἥρως Ἰμβρασίδης, ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει· "
οὗτος δὲ τῶν Θρᾳκῶν ἡγεῖτο
"
ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει· "
τοὺς γὰρ ἐφεξῆς τούτων ἐκτὸς ἂν καὶ τοῦ Ἑλλησπόντου καθιδρυμένους ἀποφαίνοι.
” 但这种观点被以下诗句所驳斥: “因布拉索斯之子、来自埃诺斯的英雄;” 他率领着色雷斯人, “即那些湍急的赫勒斯滂所封闭在其内的那些人;” 因为这样他就会指出,紧随这些人的其他居民也是居住在赫勒斯滂之外的。
ἡ μὲν γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα νῦν δὲ Κορπιλικὴν λεγομένην, ἡ δὲ τῶν Κικόνων ἐφεξῆς πρὸς δύσιν.
因为埃诺斯坐落于以前被称为阿普辛西斯、现在被称为科尔皮利克的地方,而基科内斯人的土地则向西紧邻其旁。
E. §7.fragments.58aΤετραχωρῖται, οἱ Βεσσοί, ὡς Στράβων ἑβδόμῃ.
E. 泰特拉霍里泰人,即贝索伊人,正如斯特拉波在第七卷中所言。
οὗτοι λέγονται καὶ Τετράκωμοι.
他们也被称为泰特拉科莫伊人。
Stephanus, v. Τετραχωρῖται.
斯蒂芬纽斯,见“泰特拉霍里泰人”条。
§7.fragments.58bλέγει γὰρ (Στράβων) αὐτὸν ἐν τῇ ἑβδόμῃ (τῶν γεωγραφουμένων) ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι.
因为他在第七卷中说,他认识画廊学派的哲学家波希多尼,而波希多尼曾与攻占迦太基的西庇阿交往。
Athenaeus 14 p. 657 f.
阿特纳奥斯第14卷第657页f.