§7.fragments.1Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι.
基内阿斯说,在萨利有一个城市和一棵橡树,而宙斯的神谕所是从那里迁移到伊庇鲁斯的。
Stephanus in Δωδώνη.
拜占庭的斯特凡诺斯《多多纳》条目。
§7.fragments.1aἦν δὲ πρότερον περὶ Σκοτοῦσσαν πόλιν τῆς Πελασγιώτιδος τὸ χρηστήριον· ἐμπρησθέντος δʼ ὑπό τινων τοῦ δένδρου μετηνέχθη κατὰ χρησμὸν τοῦ Ἀπόλλωνος ἐν Δωδώνῃ.
以前,神谕所位于皮拉斯吉奥提斯地方的斯科图萨城周围;但在树被某些人纵火烧毁后,它根据阿波罗的神谕迁移到了多多纳。
ἐχρησμῴδει δʼ οὐ διὰ λόγων, ἀλλὰ διά τινων συμβόλων, ὥσπερ τὸ ἐν Λιβύῃ Ἀμμωνιακόν· ἴσως δέ τινα πτῆσιν αἱ τρεῖς περιστεραὶ ἐπέτοντο ἐξαίρετον, ἐξ ὧν αἱ ἱέρειαι παρατηρούμεναι προεθέσπιζον.
它不是通过语言,而是通过某些象征(前兆)来传达神谕,就像利比亚的阿盟神谕所一样;也许那三只鸽子以某种特殊的方式飞行,女祭司们通过观察它们来预演神谕。
φασὶ δὲ καὶ κατὰ τὴν τῶν Μολοττῶν καὶ Θεσπρωτῶν γλῶτταν τὰς γραίας πελίας καλεῖσθαι καὶ τοὺς γέροντας πελίους· καὶ ἴσως οὐκ ὄρνεα ἦσαν αἱ θρυλούμεναι πελειάδες, ἀλλὰ γυναῖκες γραῖαι τρεῖς περὶ τὸ ἱερὸν σχολάζουσαι.
他们还说,在莫洛西人和塞斯普罗蒂亚人的方言中,老妇人被称为“佩里埃”(peliai),老男人被称为“佩里奥伊”(pelioi);也许传说中的“佩莱阿德斯”(peleiades,即鸽子)并不是鸟类,而是三位在神殿侍奉的老妇人。
Epit. (i. e. Epitome edita).
《摘要》。
§7.fragments.2ὅτι κατὰ Θεσπρωτοὺς καὶ Μολοττοὺς τὰς γραίας πελίας καὶ τοὺς γέροντας πελίους, καθάπερ καὶ παρὰ Μακεδόσι· πελιγόνας γοῦν καλοῦσιν ἐκεῖνοι τοὺς ἐν τιμαῖς, καθὰ παρὰ Λάκωσι καὶ Μασσαλιώταις τοὺς γέροντας·
在塞斯普罗蒂亚人和莫洛西人中,老妇人被称为“佩里埃”(peliai),老男人被称为“佩里奥伊”(pelioi),就像在马其顿人中一样;无论如何,马其顿人把担任光荣职务的人称为“佩里戈内斯”(peligones),相当于拉科尼亚人和马萨里亚人中的“长老”(gerontes)。
ὅθεν καὶ τὰς ἐν τῇ Δωδωναίᾳ δρυῒ μεμυθεῦσθαι πελείας φασίν.
据说,正是由于这一事实,多多纳橡树中的“鸽子”(peleiades)才被神话化了。
E. (i. e. Epitome Vaticana).
《梵蒂冈摘要》。
§7.fragments.3ὅτι ἡ παροιμία
τὸ ἐν Δωδώνῃ χαλκίον
ἐντεῦθεν ὠνομάσθη· χαλκίον ἦν ἐν τῷ ἱερῷ ἔχον ὑπερκείμενον ἀνδριάντα κρατοῦντα μάστιγα χαλκῆν, ἀνάθημα Κορκυραίων· ἡ δὲ μάστιξ ἦν τριπλῆ ἁλυσιδωτὴ ἀπηρτημένους ἔχουσα ἐξ αὑτῆς ἀστραγάλους, οἳ πλήττοντες τὸ χαλκίον συνεχῶς, ὁπότε αἰωροῖντο ὑπὸ τῶν ἀνέμων, μακροὺς ἤχους ἀπειργάζοντο, ἕως ὁ μετρῶν τὸν χρόνον ἀπὸ τῆς ἀρχῆς τοῦ ἤχου μέχρι τέλους καὶ ἐπὶ τετρακόσια προέλθοι· ὅθεν καὶ ἡ παροιμία ἐλέχθη
ἡ Κερκυραίων μάστιξ.
谚语“多多纳的青铜器”由此得名:神殿里有一个青铜器,上方放着一尊手持青铜鞭的雕像,是科尔库拉人的献纳物;这鞭子是三股链条组成的,上面悬挂着骰骨,每当被风吹动摇摆时,它们就会不断撞击青铜器,发出悠长的响声,直到有人测量响声从开始到结束的时间可以数到四百;因此也有了“科尔库拉人的鞭子”这句谚语。
Epit.
《摘要》。
§7.fragments.4ἡ δὲ Παιονία τούτοις μὲν ἔστι πρὸς ἕω τοῖς ἔθνεσι, πρὸς δύσιν δὲ τοῖς Θρᾳκίοις ὄρεσι, πρὸς ἄρκτον δʼ ὑπέρκειται τοῖς Μακεδόσι, διὰ Γορτυνίου πόλεως καὶ Στόβων ἔχουσα τὰς εἰσβολὰς ἐπὶ τὰ πρὸς στενὰ διʼ ὧν ὁ Ἀξιὸς ῥέων δυσείσβολον ποιεῖ τὴν Μακεδονίαν ἐκ τῆς Παιονίας, ὡς ὁ Πηνειὸς διὰ τῶν Τεμπῶν φερόμενος ἀπὸ τῆς Ἑλλάδος αὐτὴν ἐρυμνοῖ· πρὸς νότον δὲ τοῖς Αὐταριάταις καὶ Δαρδανίοις καὶ Ἀρδιαίοις ὁμορεῖ· ἐκτέταται δὲ καὶ μέχρι Στρυμόνος ἡ Παιονία.
派奥尼亚位于这些民族的东部,西邻色雷斯山脉;在北方,它位于马其顿人之上,拥有通过哥尔廷尼翁城和斯托比通往狭窄隘口的通道,阿克西奥斯河穿过这些隘口流过,使得马其顿很难从派奥尼亚入侵,正如佩内乌斯河流经坦佩谷,保护马其顿免受希腊的侵害一样;在南方,它与奥塔里亚泰人、达尔达尼亚人和阿尔迪埃人接壤;派奥尼亚还延伸至斯特里蒙河。
E.
《梵蒂冈摘要》。
§7.fragments.5ὅτι ὁ Ἁλιάκμων εἰς τὸν Θερμαῖον κόλπον ῥεῖ.
哈利亚克蒙河流入塞尔迈湾。
E.
《梵蒂冈摘要》。
§7.fragments.6ἡ δʼ Ὀρεστὶς πολλὴ καὶ ὄρος ἔχει μέγα μέχρι τοῦ Κόρακος τῆς Αἰτωλίας καθῆκον καὶ τοῦ Παρνασσοῦ.
奥雷斯蒂斯面积广大,有一座大山,一直延伸到埃托利亚的科拉克斯山和帕纳索斯山。
περιοικοῦσι δʼ αὐτοί τε Ὀρέσται καὶ Τυμφαῖοι καὶ οἱ ἐκτὸς Ἰσθμοῦ Ἕλληνες οἱ περὶ Παρνασσὸν καὶ τὴν Οἴτην καὶ Πίνδον.
周围居住着奥雷斯泰人自己、蒂姆法伊人,以及地峡以外的、居住在帕纳索斯、奥伊塔和品都斯周围的希腊人。
ἑνὶ μὲν δὴ κοινῷ ὀνόματι καλεῖται Βοῖον τὸ ὄρος; κατὰ μέρη δὲ πολυώνυμόν ἐστιν.
事实上,这座山有一个共同的名字叫波翁山(Boeon),但各个部分有许多不同的名字。
φασὶ δʼ ἀπὸ τῶν ὑψηλοτάτων σκοπιῶν ἀφορᾶσθαι τό τε Αἰγαῖον πέλαγος καὶ τὸ Ἀμβρακικὸν καὶ τὸ Ἰόνιον, πρὸς ὑπερβολὴν οἶμαι λέγοντες.
据说从它的最高峰可以看到爱琴海、安布拉基亚湾和伊奥尼亚海,但我认为这是夸张的说法。
καὶ τὸ Πτελεὸν ἱκανῶς ἐστιν ἐν ὕψει τὸ περικείμενον τῷ Ἀμβρακικῷ κόλπῳ, τῇ μὲν ἐκτεινόμενον μέχρι τῆς Κερκυραίας τῇ δʼ ἐπὶ τὴν κατὰ Λευκάδα θάλασσαν.
环绕着安布拉基亚湾的普特莱翁山也相当高,一侧延伸至科尔库拉的领海,另一侧延伸至莱夫卡斯附近的附近海域。
E.
《梵蒂冈摘要》。
§7.fragments.7ὅτι ἐπὶ γέλωτι ἐν παροιμίας μέρει γελᾶται Κέρκυρα ταπεινωθεῖσα τοῖς πολλοῖς πολέμοις.
科尔库拉因多次战争而衰落,在谚语中被作为嘲笑的对象而取笑。
E.
《梵蒂冈摘要》。
§7.fragments.8ὅτι ἡ Κόρκυρα τὸ παλαιὸν εὐτυχὴς ἦν καὶ δύναμιν ναυτικὴν πλείστην εἶχεν, ἀλλʼ ὑπὸ πολέμων τινῶν καὶ τυράννων ἐφθάρη· καὶ ὕστερον ὑπὸ Ῥωμαίων ἐλευθερωθεῖσα οὐκ ἐπῃνέθη, ἀλλʼ ἐπὶ λοιδορίᾳ παροιμίαν ἔλαβεν
ἐλευθέρα Κόρκυρα, χέζʼ ὅπου θέλεις.
科尔库拉在古代曾非常繁荣,并拥有极其强大的海军力量,但因某些战争和篡位者(僭主)而毁灭;后来,虽然被罗马人解放,但它并没有得到赞赏,反而带有侮辱性地得到了这句谚语:“自由的科尔库拉,想在哪拉屎就拉吧。
Epit.
”《摘要》。