§7.fragments.14τῶν ταινιῶν, φησίν, ἀφοριοῦμεν πρώτους τοὺς περὶ Πηνειὸν οἰκοῦντας καὶ τὸν Ἁλιάκμονα πρὸς θαλάττῃ.
他说:“在这些带状地中,我们将首先划定居住在巴奈乌斯河和哈利亚克蒙河周围、临海的人们。
ῥεῖ δʼ ὁ Πηνειὸς ἐκ τοῦ Πίνδου ὄρους διὰ μέσης τῆς Θετταλίας πρὸς ἕω.
”巴奈乌斯河自品都斯山流出,穿过塞萨里亚中部流向东方。
διελθὼν δὲ τὰς τῶν Λαπιθῶν πόλεις καὶ Περραιβῶν τινας συνάπτει τοῖς Τέμπεσι, παραλαβὼν πλείους ποταμούς, ὧν καὶ ὁ Εὔρωπος, ὃν Τιταρήσιον εἶπεν ὁ ποιητής, τὰς πηγὰς ἔχοντα ἀπὸ τοῦ Τιταρίου ὄρους συμφυοῦς τῷ Ὀλύμπῳ, ὃ κἀντεῦθεν ἄρχεται διορίζειν τὴν Μακεδονίαν ἀπὸ τῆς Θετταλίας.
在穿过拉皮泰人的城市和佩赖博伊人的一些城市之后,它与坦佩谷相接,沿途汇集了数条河流,其中也包括诗人称为提塔雷西奥斯的欧罗波斯河,该河发源于与奥林匹斯山相连的提塔里奥斯山,而这座山正是从这里开始将马其顿与塞萨里亚分开。
ἔστι γὰρ τὰ Τέμπη στενὸς αὐλὼν μεταξὺ Ὀλύμπου καὶ Ὄσσης.
因为坦佩是奥林匹斯山与奥萨山之间的一条狭窄峡谷。
φέρεται δʼ ὁ Πηνειὸς ἀπὸ τῶν στενῶν τούτων ἐπὶ σταδίους τετταράκοντα, ἐν ἀριστερᾷ μὲν ἔχων τὸν Ὄλυμπον, Μακεδονικὸν ὄρος μετεωρότατον, τῶν ἐκβολῶν τοῦ ποταμοῦ.
巴奈乌斯河自这一狭窄通道流出四十斯塔迪翁,在其流向河口的左侧,是马其顿极高的山峰奥林匹斯山。
ἐπὶ μὲν δὴ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Γυρτὼν ἵδρυται, Περραιβικὴ πόλις καὶ Μαγνῆτις, ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἐβασίλευσαν· ἀπέχει δʼ ὅσον σταδίους ἑκατὸν τῆς Γυρτῶνος πόλις Κραννών, καί φασιν, ὅταν εἴπῃ ὁ ποιητής
"
τὼ μὲν ἄρʼ ἐκ Θρῄκης
"
καὶ ἑξῆς, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους· ἐπὶ δὲ θάτερα ἡ Πιερία.
在巴奈乌斯河口的右侧坐落着吉尔顿,这是一座佩赖博伊人和马格内斯人的城市,庇里托奥斯和伊克西翁曾在此统治;距离吉尔顿大约一百斯塔迪翁的地方是克兰农城,人们说,当诗人歌唱 “此二人确自色雷斯……” 等诗句时,所谓的“埃菲洛伊”指的是克兰农人,而“弗勒吉亚斯”指的是吉尔顿人;而在另一侧则是皮埃里亚。
E.
《梵蒂冈摘要》。
§7.fragments.15ὅτι ὁ Πηνειὸς ποταμός, ῥέων διὰ τῶν Τεμπῶν, καὶ ἀρχόμενος ἀπὸ τοῦ Πίνδου ὄρους, καὶ διὰ μέσης Θεσσαλίας καὶ τῶν Λαπιθῶν καὶ Περραιβῶν, δεχόμενός τε τὸν Εὔρωπον ποταμόν, ὃν Ὅμηρος Τιταρήσιον ὠνόμασε, διορίζει Μακεδονίαν μὲν πρὸς βορρᾶν, Θεσσαλίαν δὲ πρὸς νότον.
巴奈乌斯河穿过坦佩谷流淌,它发源于品都斯山,穿过塞萨里亚中部以及拉皮泰人和佩赖博伊人的土地,并接纳了荷马命名为提塔雷西奥斯的欧罗波斯河,它将马其顿划在北面,将塞萨里亚划在南面。
αἱ δὲ τοῦ Εὐρώπου ποταμοῦ πηγαὶ ἐκ τοῦ Τιταρίου ὄρους ἄρχονται, ὅ ἐστι συνεχὲς τῷ Ὀλύμπῳ.
欧罗波斯河的源头始于提塔里奥斯山,该山与奥林匹斯山相连。
καὶ ἔστιν ὁ μὲν Ὄλυμπος τῆς Μακεδονίας, ἡ δὲ Ὄσσα τῆς Θεσσαλίας καὶ τὸ Πήλιον.
奥林匹斯山属于马其顿,而奥萨山和皮立翁山则属于塞萨里亚。
Epit.
《摘要》。
§7.fragments.16ὅτι ὑπὸ ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου παρὰ τὸν Πηνειὸν ποταμὸν Γυρτὼν ἔστι, πόλις Περραιβικὴ καὶ Μαγνῆτις, ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἦρξαν.
在奥林匹斯山山麓下、巴奈乌斯河畔,坐落着吉尔顿,这是一座佩赖博伊人和马格内斯人的城市,庇里托奥斯和伊克西翁曾在此统治。
ἀπέχει δʼ ἑκατὸν τῆς Γυρτῶνος πόλεως Κραννών, καί φασιν, ὅταν εἴπῃ ὁ ποιητής
"
τὼ μὲν ἄρʼ ἐκ Θρῄκης,
"
Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους.
克兰农距离吉尔顿城有一百斯塔迪翁,人们说,当诗人歌唱 “此二人确自色雷斯” 时,所谓的“埃菲洛伊”指的是克兰农人,而“弗勒吉亚斯”指的是吉尔顿人。
Epit.
《摘要》。
§7.fragments.16aἀπέχει δὲ σταδίους ἑκατὸν Γυρτῶνος ἡ Κραννὼν πόλις, ὥς φησι Στράβων.
克兰农城距离吉尔顿有一百斯塔迪翁,正如斯特拉波所说。
Stephanus in Κραννών.
拜占庭的斯特凡诺斯,见“克兰农”条。
§7.fragments.16bὉμόλιον πόλις Μακεδονίας καὶ Μαγνησίας.
霍莫里翁是马其顿和马格内西亚的城市。
Στράβων ἑβδόμῃ.
斯特拉波第七卷。
Stephanus v. Ὁμόλιον Ep. Strabo 9 p. 443
拜占庭的斯特凡诺斯,见“霍莫里翁”条,及斯特拉波第九卷第443页。
§7.fragments.17ὅτι τὸ Δῖον ἡ πόλις οὐκ ἐν τῷ αἰγιαλῷ τοῦ Θερμαίου κόλπου ἐστὶν ἐν ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου, ἀλλʼ ὅσον ἑπτὰ ἀπέχει σταδίους· ἔχει δʼ ἡ πόλις τὸ Δῖον κώμην πλησίον Πίμπλειαν, ἔνθα Ὀρφεὺς διέτριβεν.
迪翁城并非位于奥林匹斯山麓的塞尔迈湾海岸上,而是距离其大约七斯塔迪翁;迪翁城附近有一个村庄,名为品普莱亚,奥非乌斯曾在此居住。
Epit.
《摘要》。
§7.fragments.18ὅτι ὑπὸ τῷ Ὀλύμπῳ πόλις Δῖον.
奥林匹斯山下有迪翁城。
ἔχει δὲ κώμην πλησίον Πίμπλειαν· ἐνταῦθα τὸν Ὀρφέα διατρῖψαί φησι τὸν Κίκονα, ἄνδρα γόητα, ἀπὸ μουσικῆς ἅμα καὶ μαντικῆς καὶ τῶν περὶ τὰς τελετὰς ὀργιασμῶν ἀγυρτεύοντα τὸ πρῶτον, εἶτʼ ἤδη καὶ μειζόνων ἀξιοῦντα ἑαυτὸν καὶ ὄχλον καὶ δύναμιν κατασκευαζόμενον· τοὺς μὲν οὖν ἑκουσίως ἀποδέχεσθαι, τινὰς δʼ ὑπιδομένους ἐπιβουλὴν καὶ βίαν ἐπισυστάντας διαφθεῖραι αὐτόν.
它附近有一个村庄品普莱亚;他说,奇科内斯人的男子、法术士奥非乌斯曾在此居住,他起初依靠音乐、预言以及与秘仪相关的狂欢仪式四处行乞流浪,后来便自认为配得上更伟大的事业,于是聚集起人群并确立了势力;于是有些人自愿接受他,但另一些人怀疑有阴谋与暴力,便联合起来将他杀害。
ἐνταῦθα πλησίον καὶ τὰ Λείβηθρα.
这附近还有莱贝特拉。
E.
《梵蒂冈摘要》。
§7.fragments.19ὅτι τὸ παλαιὸν οἱ μάντεις καὶ μουσικὴν εἰργάζοντο.
在古代,预言家们也从事音乐活动。
Epit.
《摘要》。