Humanitext Reader

斯特拉波 · 地理学 §7.fragments.23-7.fragments.26

佩拉、阿克西奥斯河与帕莱内半岛

第 231 段,共 577 段 · 希腊语

内容简介

记述了佩拉的扩张、阿克西奥斯河以及关于其水质的荷马文本校订争议。同时描述了塞萨洛尼基的建立、贝尔米翁山以及帕莱内半岛的历史与神话背景。

§7.fragments.23ὅτι τὴν Πέλλαν οὖσαν μικρὰν πρότερον Φίλιππος εἰς μῆκος ηὔξησε τραφεὶς ἐν αὐτῇ· ἔχει δὲ λίμνην πρὸ αὑτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα.
菲利普由于在佩拉长大,将先前规模狭小的佩拉向外扩张;在城市前面有一座湖,卢迪亚斯河便从该湖流出;而阿克西奥斯河的一支分流则注入该湖。
εἶτα ὁ Ἀξιὸς διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν, καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν " τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρυρέοντος.
接着,阿克西奥斯河划分了博蒂亚伊亚和阿姆帕克西提斯土地,并在接纳了埃里贡河之后,在哈拉斯特拉和塞尔梅之间注入;在这条阿克西奥斯河畔坐落着一个地方,荷马称其为阿米东,并说巴奥尼亚人曾从这里前往特洛伊作为盟军: “来自远方的阿米东,来自宽阔流淌的阿克西奥斯。
" ἀλλʼ ἐπεὶ ὁ μὲν Ἀξιὸς θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶνος ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον " Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶαν " μεταγράφουσιν οὕτως " Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης.
” 但是,由于阿克西奥斯河水流浑浊,而一处源自阿米东的泉水喷涌并与该河混合,其水质极美,因此他们将以下诗行: “阿克西奥斯的,其最美丽的水铺展在埃阿之上” 改写为: “阿克西奥斯的,埃埃最美丽的水铺展于其中。
" οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον τῇ πηγῇ ἐπικίδναται, ἀλλὰ τὸ τῆς πηγῆς τῷ Ἀξιῷ.
” 因为并非阿克西奥斯河的水因其最美而铺展于泉水之上,而是泉水的水铺展于阿克西奥斯河之中。
Epit.
《摘要》。
§7.fragments.23aἐν δὲ τῷ ἐπικίδναται αἴῃ ἢ αἶαν (διττῶς γὰρ ἡ γραφή) αἶαν τινὲς οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς δῆλον ἐξ ὧν ὁ γεωγράφος φησί, λέγων ὅτι ἡ παρʼ Ὁμήρῳ Ἀμυδὼν Ἀβυδὼν ὕστερον ἐκλήθη, κατεσκάφη δέ.
在“铺展于埃阿(或埃阿安,因为读法有两种)”这一句中,有些人将“埃阿安”理解为某个泉水而非大地,这从地理学家的论述中可以清楚看出。 他说荷马作品中的阿米东后来被称为阿比东,且被夷为平地。
πηγὴ δὲ πλησίον Ἀμυδῶνος Αἶα καλουμένη καθαρώτατον ὕδωρ ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸς ῥέει.
而在阿米东附近有一处被称为埃阿的泉水,将极清澈的水注入阿克西奥斯河,而该河因汇集了多条河流而水流浑浊。
φαύλη οὖν, φησίν, ἡ φερομένη γραφὴ Ἀξίου κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ, ὡς δηλαδὴ οὐ τοῦ Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλʼ ἀνάπαλιν·
因此他说,现存的读法“阿克西奥斯最美丽的水铺展于埃阿之上”是错误的,显而易见,并非阿克西奥斯河将其水铺展于泉水之上,而是相反。
εἶτα ὑποδυσκόλως αἰτιώμενος ὁ γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἶαν ἐπὶ τῆς γῆς ἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέξιν.
随后,地理学家略带不满地责难这一说法,似乎也完全想要排除将“埃阿”理解为大地的观点,并希望将这一词汇彻底从荷马史诗中清除出去。
Eustathius ad Iliad 2. 850
尤斯塔修斯《伊利亚特评注》2.850。
§7.fragments.24ὅτι μετὰ τὸν Ἀξιὸν ποταμὸν ἡ Θεσσαλονίκη ἐστὶ πόλις, ἣ πρότερον Θέρμη ἐκαλεῖτο· κτίσμα δʼ ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικός, παιδὸς δὲ Φιλίππου τοῦ Ἀμύντου, ὠνόμασε·
在阿克西奥斯河之后是塞萨洛尼基城,先前被称为塞尔梅;它是卡桑德尔所建,卡桑德尔以其妻(阿明塔斯之子菲利普之女)的名字命名该城。
μετῴκισε δὲ τὰ πέριξ πολίχνια εἰς αὐτήν, οἷον Χαλάστραν Αἴνειαν Κισσὸν καί τινα καὶ ἄλλα.
他将周围的小镇(如哈拉斯特拉、埃内亚、奇索斯及其他一些小镇)迁入其中。
ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρʼ Ὁμήρῳ Ἰφιδάμαντα, οὗ ὁ πάππος Κισσεὺς ἔθρεψεν αὐτὸν (φησὶν) ἐν Θρῄκῃ, ἣ νῦν Μακεδονία καλεῖται.
从这个奇索斯,人们可能会猜测荷马史诗中的伊菲达马斯也是源于此地,诗中说其祖父奇塞乌斯在色雷斯(现称马其顿)抚养了他。
Epit.
《摘要》。
§7.fragments.25ὅτι αὐτοῦ που καὶ τὸ Βέρμιον ὄρος, ὃ πρότερον κατεῖχον Βρίγες Θρᾳκῶν ἔθνος, ὧν τινες διαβάντες εἰς τὴν Ἀσίαν Φρύγες μετωνομάσθησαν·
在那附近的某个地方还有贝尔米翁山,先前由布里格斯人(色雷斯人的一个部落)占领,其中一些人跨海前往亚洲,更名为弗里吉亚人。
μετὰ δὲ Θεσσαλονίκειάν ἐστι τὰ λοιπὰ τοῦ Θερμαίου κόλπου μέχρι τοῦ Καναστραίου.
在塞萨洛尼基之后,塞尔迈湾的其余部分一直延伸到卡纳斯特莱翁。
τοῦτο δʼ ἐστὶν ἄκρα χερρονησίζουσα, ἀνταίρουσα τῇ Μαγνήτιδι· ὄνομα δὲ τῇ χερρονήσῳ Παλλήνη· πενταστάδιον δʼ ἔχει τὸν ἰσθμὸν διορωρυγμένον· κεῖται δʼ ἐπʼ αὐτῷ πόλις ἡ πρότερον μὲν Ποτίδαια, Κορινθίων κτίσμα, ὕστερον δὲ Κασάνδρεια ἀπὸ τοῦ αὐτοῦ βασιλέως Κασάνδρου ἀναλαβόντος αὐτὴν ἀνατετραμμένην·
这是一个形成半岛的岬角,与马格内西亚相对;该半岛的名字是帕莱内;它有一个开凿过的、宽五斯塔迪翁的地峡;其上坐落着一座城市,先前是波提狄亚(柯林斯人所建),后来是卡桑德里亚,由同一位国王卡桑德尔在其被毁后重建并以此命名。
ὁ περίπλους ταύτης τῆς χερρονήσου πεντακοσίων καὶ ἑβδομήκοντα.
该半岛的绕行航程为五百七十斯塔迪翁。
ἔτι δὲ πρότερον τοὺς Γίγαντας ἐνταῦθα γενέσθαι φασὶ καὶ τὴν χώραν ὀνομάζεσθαι Φλέγραν οἱ μὲν μυθολογοῦντες οἱ δὲ πιθανώτερον ἔθνος τι βάρβαρον καὶ ἀσεβὲς ἀποφαίνοντες τὸ κατέχον τὸν τόπον, καταλυθὲν δʼ ὑπὸ Ἡρακλέους, ἡνίκα τὴν Τροίαν ἑλὼν ἀνέπλει εἰς τὴν οἰκείαν.
更早的时候,据说巨人曾在这里诞生,神话叙述者将该地称为普雷格拉,而那些更合理陈述的人则指出,占领该地的是某个野蛮且不敬神的部落,后被赫拉克勒斯消灭(当时他攻占特洛伊后乘船返回家乡)。
κἀνταῦθα δὲ τῆς λύμης αἱ Τρῳάδες αἴτιαι λέγονται, ἐμπρήσασαι τὰς ναῦς, ἵνα μὴ ταῖς γυναιξὶ τῶν ἑλόντων αὐτὰς δουλεύοιεν.
据说在此地,特洛伊妇女也是造成这一毁灭的起因,她们放火烧毁了船只,以免沦为俘虏她们的男子的妻子们的奴隶。
E.
《梵蒂冈摘要》。
§7.fragments.26ὅτι ἡ Βέροια πόλις ἐν ταῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους.
贝罗伊亚城坐落在贝尔米翁山的脚下。
Epit.
《摘要》。

词汇与语法注释

  1. §7.fragments.23καλλίστου ὕδατος — 修饰 κρήνη(泉)的性质属格,表示该泉具有“极美丽之水”的性质。
  2. §7.fragments.23Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης — 通过将关系代词 οὗ(的)改为与格 ᾧ(于此:指阿克西奥斯河),并将宾格 Αἶαν(埃阿/大地)改为属格 Αἴης(源自埃埃),此改写在语法上使主语和格支配的逆转保持一致,意为“在阿克西奥斯河中,铺展着源自埃埃的极美丽之水”。
  3. §7.fragments.23aκαὶ τὸ νοῆσαι τὴν αἶαν ἐπὶ τῆς γῆς — 名词化的不定式短语,作为后续动词短语 ἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν(似乎完全想要排除)的宾语成分,意为“(排除)将 aia 理解为大地的观点”。
  4. §7.fragments.25δουλεύοιεν — 在由 ἵνα μή 引导的目的从句中使用的祈愿格(optative of purpose)。虽然主句动词为现在时(λέγονται),但由于转述的内容是过去的史实(特洛伊妇女烧船),因此采用了过去目的的祈愿格。

引用这一段

斯特拉波, 地理学 §7.fragments.23-7.fragments.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.fragments.23-7.fragments.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。