Humanitext Reader

斯特拉波 · 地理学 §7.7.6-7.7.7

安布拉基亚湾与尼科波利斯的建立

第 224 段,共 577 段 · 希腊语

内容简介

讨论安布拉基亚湾及其周边的地理、凯撒建立尼科波利斯及重整阿克蒂亚竞技会,以及历史学家关于阿姆菲洛希亚阿尔戈斯起源的分歧。

§7.7.6ἐφεξῆς δὲ τὸ στόμα τοῦ Ἀμβρακικοῦ κόλπου·
紧接着是安布拉基亚湾的入口。
τούτου δὲ τοῦ κόλπου τὸ μὲν στόμα μικρῷ τοῦ τετρασταδίου μεῖζον, ὁ δὲ κύκλος καὶ τριακοσίων σταδίων, εὐλίμενος δὲ πᾶς.
这个海湾的入口比四斯塔德稍大,而其周长达三百斯塔德,整座海湾都易于停泊。
οἰκοῦσι δὲ τὰ μὲν ἐν δεξιᾷ εἰσπλέουσι τῶν Ἑλλήνων Ἀκαρνᾶνες· καὶ ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος ἐνταῦθά ἐστι πλησίον τοῦ στόματος, λόφος τις ἐφʼ ᾧ ὁ νεώς, καὶ ὑπʼ αὐτῷ πεδίον ἄλσος ἔχον καὶ νεώρια, ἐν οἷς ἀνέθηκε Καῖσαρ τὴν δεκαναΐαν ἀκροθίνιον, ἀπὸ μονοκρότου μέχρι δεκήρους·
在航行进入时右手边,居住着希腊人中的阿卡纳尼亚人;在这里,靠近入口处,有阿克提乌姆阿波罗的神庙:那是一座其上有神庙建立的山丘,山脚下有一片平原,内有圣林和船坞,凯撒在这些船坞中奉纳了十艘船作为战利品的初品,从单层甲板船直到十层甲板船。
ὑπὸ πυρὸς δʼ ἠφανίσθαι καὶ οἱ νεώσοικοι λέγονται καὶ τὰ πλοῖα·
但据说船坞和船只均已被火灾焚毁。
ἐν ἀριστερᾷ δὲ ἡ Νικόπολις καὶ τῶν Ἠπειρωτῶν οἱ Κασσωπαῖοι μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Ἀμβρακίαν·
左手则是尼科波利斯,以及埃庇鲁斯人中的卡索派亚人,一直延伸到靠近安布拉基亚的海湾最深处。
ὑπέρκειται δὲ αὕτη τοῦ μυχοῦ μικρόν, Γόργου τοῦ Κυψέλου κτίσμα·
这座城市位于最深处稍上方,是库普塞洛斯之子戈尔戈斯所建的殖民地。
παραρρεῖ δʼ αὐτὴν ὁ Ἄρατθος ποταμὸς ἀνάπλουν ἔχων ἐκ θαλάττης εἰς αὐτὴν ὀλίγων σταδίων, ἀρχόμενος ἐκ Τύμφης ὄρους καὶ τῆς Παρωραίας.
阿拉托斯河流经该市,从海里溯流而上到该市只需航行几个斯塔德,该河发源于廷菲山和帕罗莱亚地区。
ηὐτύχει μὲν οὖν καὶ πρότερον ἡ πόλις αὕτη διαφερόντως (τὴν γοῦν ἐπωνυμίαν ἐντεῦθεν ἔσχηκεν ὁ κόλπος), μάλιστα δʼ ἐκόσμησεν αὐτὴν Πύρρος βασιλείῳ χρησάμενος τῷ τόπῳ·
这座城市在以前也格外繁荣(无论如何,该海湾就是由此得名的),而皮洛斯将此地用作王宫,从而对它进行了最华丽的装点。
Μακεδόνες δʼ ὕστερον καὶ Ῥωμαῖοι καὶ ταύτην καὶ τὰς ἄλλας κατεπόνησαν τοῖς συνεχέσι πολέμοις διὰ τὴν ἀπείθειαν, ὥστε τὸ τελευταῖον ὁ Σεβαστὸς ὁρῶν ἐκλελειμμένας τελέως τὰς πόλεις εἰς μίαν συνῴκισε τὴν ὑπʼ αὐτοῦ κληθεῖσαν Νικόπολιν ἐν τῷ κόλπῳ τούτῳ, ἐκάλεσε δʼ ἐπώνυμον τῆς νίκης, ἐν ᾗ κατεναυμάχησεν Ἀντώνιον πρὸ τοῦ στόματος τοῦ κόλπου καὶ τὴν Αἰγυπτίων βασίλισσαν Κλεοπάτραν παροῦσαν ἐν τῷ ἀγῶνι καὶ αὐτήν.
然而其后,马其顿人和罗马人因其不服从,通过连绵不断的战争使该市及其他城市疲弊不堪,以至于最后,奥古斯都看到这些城市已完全废弃,便将它们合并为一座城市,即在这个海湾中由他命名为尼科波利斯的城市。 他以那场胜利为该市命名,在海湾入口前的那场海战中,他击败了安东尼以及亲自参与这场战斗的埃及女王克利奥帕特拉。
ἡ μὲν οὖν Νικόπολις εὐανδρεῖ καὶ λαμβάνει καθʼ ἡμέραν ἐπίδοσιν, χώραν τε ἔχουσα πολλὴν καὶ τὸν ἐκ τῶν λαφύρων κόσμον, τό τε κατασκευασθὲν τέμενος ἐν τῷ προαστείῳ τὸ μὲν εἰς τὸν ἀγῶνα τὸν πεντετηρικὸν ἐν ἄλσει ἔχοντι γυμνάσιόν τε καὶ στάδιον, τὸ δʼ ἐν τῷ ὑπερκειμένῳ τοῦ ἄλσους ἱερῷ λόφῳ τοῦ Ἀπόλλωνος.
于是,尼科波利斯人口兴旺,日益繁荣,因为它拥有广阔的领地和用战利品进行的装点,还有在郊区建立的圣域,该圣域一方面在拥有体育场和竞技场的圣林中用于举行五年一次的竞技会,另一方面则位于圣林上方神圣的阿波罗山丘上。
ἀποδέδεικται δʼ ὁ ἀγὼν Ὀλύμπιος, τὰ Ἄκτια, ἱερὸς τοῦ Ἀκτίου Ἀπόλλωνος, τὴν δʼ ἐπιμέλειαν ἔχουσιν αὐτοῦ Λακεδαιμόνιοι.
这项被称为“阿克蒂亚”的竞技会被定为与奥林匹克同等的盛会,献给阿克提乌姆的阿波罗,并由拉刻代蒙人负责管理。
αἱ δʼ ἄλλαι κατοικίαι περιπόλιοι τῆς Νικοπόλεώς εἰσιν.
其他居住地则是尼科波利斯的附属城镇。
ἤγετο δὲ καὶ πρότερον τὰ Ἄκτια τῷ θεῷ, στεφανίτης ἀγών, ὑπὸ τῶν περιοίκων· νυνὶ δʼ ἐντιμότερον ἐποίησεν ὁ Καῖσαρ.
以前也有邻近居民为这位神祇举办阿克蒂亚竞技会,作为以花冠为奖赏的比赛;而如今,凯撒使之变得更加尊荣。
§7.7.7μετὰ δὲ τὴν Ἀμβρακίαν τὸ Ἄργος ἐστὶ τὸ Ἀμφιλοχικόν, κτίσμα Ἀλκμαίωνος καὶ τῶν παίδων.
在安布拉基亚之后是阿姆菲洛希亚的阿尔戈斯,它是阿尔克迈翁及其子女建立的殖民地。
Ἔφορος μὲν οὖν φησὶ τὸν Ἀλκμαίωνα μετὰ τὴν Ἐπιγόνων ἐπὶ τὰς Θήβας στρατείαν παρακληθέντα ὑπὸ Διομήδους συνελθεῖν εἰς Αἰτωλίαν αὐτῷ καὶ συγκατακτήσασθαι ταύτην τε καὶ τὴν Ἀκαρνανίαν· καλοῦντος δʼ αὐτοὺς ἐπὶ τὸν Τρωικὸν πόλεμον Ἀγαμέμνονος, τὸν μὲν Διομήδη πορευθῆναι, τὸν δʼ Ἀλκμαίωνα μείναντα ἐν τῇ Ἀκαρνανίᾳ τὸ Ἄργος κτίσαι, καλέσαι δʼ Ἀμφιλοχικὸν ἐπώνυμον τοῦ ἀδελφοῦ, Ἴναχον δὲ τὸν διὰ τῆς χώρας ῥέοντα ποταμὸν εἰς τὸν κόλπον ἀπὸ τοῦ κατὰ τὴν Ἀργείαν προσαγορεῦσαι.
埃福罗斯说,阿尔克迈翁在“后裔”远征底比斯之后,受到狄俄墨德斯的邀请,与他一同前往埃托利亚,并协助他共同征服了该地以及阿卡纳尼亚;当阿伽门农召集他们参加特洛伊战争时,狄俄墨德斯出发了,但阿尔克迈翁留在阿卡纳尼亚,建立了阿尔戈斯,并以其兄弟的名字将其命名为阿姆菲洛希亚,同时将流经该地区并注入海湾的河流,根据阿尔戈斯地区的河流命名为伊纳科斯河。
Θουκυδίδης δέ φησιν αὐτὸν Ἀμφίλοχον μετὰ τὴν ἐκ Τροίας ἐπάνοδον δυσαρεστοῦντα τοῖς ἐν Ἄργει παρελθεῖν εἰς τὴν Ἀκαρνανίαν, διαδεξάμενον δὲ τὴν τἀδελφοῦ δυναστείαν κτίσαι τὴν πόλιν ἐπώνυμον ἑαυτοῦ.
而修昔底德则说,阿姆菲洛科斯本人在从特洛伊皈依后,因对阿尔戈斯的事态不满而前往阿卡纳尼亚,并继承了他兄弟的统治权,建立了这座以自己名字命名的城市。

词汇与语法注释

  1. 7.7.6εἰσπλέουσι — 现在分词 `εἰσπλέουσι` 是用于地理描述中的“关系与格”(或称“判断者与格”),意为“对于航行进入的人而言(在右侧)”,用于表明空间方位判断的基准点。
  2. 7.7.6τὴν δεκαναΐαν ἀκροθίνιον — `ἀκροθίνιον`(战利品的初献之物)作为前接宾格名词 `τὴν δεκαναΐαν`(由十艘船组成的献纳品)的同位语。这指的是将从单层桨到十层桨不等的十艘战利品船只作为初品奉纳。
  3. 7.7.6τό τε κατασκευασθὲν τέμενος ... τὸ μὲν ... τὸ δʼ ... — 中性单数短语 `τὸ μὲν ... τὸ δʼ ...` 作为部分同位语(或起限定作用的冠词),用于具体说明前述中性单数名词 `τέμενος`(圣域)的两个不同组成部分。
  4. 7.7.6ἀποδέδεικται δʼ ὁ ἀγὼν Ὀλύμπιος — 形容词 `Ὀλύμπιος` 是对 `ἀγών` 的谓语性形容词。它表达了“该竞技会被指定/宣布为与奥林匹克同等的盛会”(即具有等同于奥林匹克运动会的地位)。
  5. 7.7.7ἐπώνυμον — 中性单数宾格形容词,在此作为 `καλέσαι`(称为、命名)的第二宾格(宾语补足语),起到同位语的作用,为宾语 `τὸ Ἄργος` 提供补充信息(“以……的名字命名”)。

引用这一段

斯特拉波, 地理学 §7.7.6-7.7.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.7.6-7.7.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。