Humanitext Reader

斯特拉波 · 地理学 §7.7.10-7.7.12

多多纳神谕所的起源与祭司演变

第 226 段,共 577 段 · 希腊语

内容简介

论述了多多纳神谕所的衰落、关于其佩拉斯基起源的学说、荷马等诗人对当地居民称呼(赫洛伊、塞洛伊、托姆罗伊)的讨论,以及预言职责从男性向女性过渡的过程。

§7.7.10ἐκλέλοιπε δέ πως καὶ τὸ μαντεῖον τὸ ἐν Δωδώνῃ, καθάπερ τἆλλα.
\n多多纳的神谕所也以某种方式衰落了,就像其他地方一样。
ἔστι δʼ, ὥς φησιν Ἔφορος, Πελασγῶν ἵδρυμα· οἱ δὲ Πελασγοὶ τῶν περὶ τὴν Ἑλλάδα δυναστευσάντων ἀρχαιότατοι λέγονται·
正如埃福罗斯所说,它是皮拉斯基人的建立物;而皮拉斯基人被说是希腊周边曾实行统治的最古老的人。
καὶ ὁ ποιητής φησιν οὕτω " Ζεῦ ἄνα Δωδωναῖε, Πελασγικέ, " ὁ δʼ Ἡσίοδος " Δωδώνην φηγόν τε, Πελασγῶν ἕδρανον ᾖεν.
诗人也这样说:\n“\n多多纳的主宰,皮拉斯基的宙斯啊,\n”\n赫西俄德则说:\n“\n他前往多多纳和橡树,那皮拉斯基人的居所。
" περὶ μὲν οὖν τῶν Πελασγῶν ἐν τοῖς Τυρρηνικοῖς εἴρηται, περὶ δὲ Δωδώνης τοὺς μὲν περιοικοῦντας τὸ ἱερὸν διότι βάρβαροι διασαφεῖ καὶ ὁ Ὅμηρος ἐκ τῆς διαίτης, ἀνιπτόποδας χαμαιεύνας λέγων·
\n”\n关于皮拉斯基人,已在关于第勒尼安人的部分中讨论过;但至于多多纳,荷马也通过他们的生活方式清楚地表明,居住在神殿周围的人是蛮族,称他们为“不洗脚、睡在地上的人”。
πότερον δὲ χρὴ λέγειν Ἑλλούς, ὡς Πίνδαρος, ἢ Σελλούς, ὡς ὑπονοοῦσι παρʼ Ὁμήρῳ κεῖσθαι, ἡ γραφὴ ἀμφίβολος οὖσα οὐκ ἐᾷ διισχυρίζεσθαι.
但是,应该像品达那样称他们为“赫洛伊”,还是像人们怀疑荷马文本中所写的那样称他们为“塞洛伊”,由于拼写存在疑问,无法确切断定。
Φιλόχορος δέ φησι καὶ τὸν περὶ Δωδώνην τόπον, ὥσπερ τὴν Εὔβοιαν, Ἑλλοπίαν κληθῆναι· καὶ γὰρ Ἡσίοδον οὕτω λέγειν " ἔστι τις Ἑλλοπίη, πολυλήιος ἠδʼ ἐυλείμων· ἔνθα δὲ Δωδώνη τις ἐπʼ ἐσχατιῇ πεπόλισται.
菲洛科罗斯说,多多纳周围的地区和欧博亚一样,被称为赫洛皮亚;因为他说赫西俄德曾这样说:\n“\n有一片土地叫赫洛皮亚,有许多农田和优美的草场;在它的边缘建立了一个多多纳。
" οἴονται δέ, φησὶν ὁ Ἀπολλόδωρος, ἀπὸ τῶν ἑλῶν τῶν περὶ τὸ ἱερὸν οὕτω καλεῖσθαι· τὸν μέντοι ποιητὴν οὕτω λέγειν Ἑλλοὺς ἀλλὰ Σελλοὺς ὑπολαμβάνει τοὺς περὶ τὸ ἱερόν, προσθεὶς ὅτι καὶ Σελλήεντα τινὰ ὀνομάζει ποταμόν.
\n”\n阿波罗多洛斯说,人们认为这一名称源自神殿周围的沼泽;然而,他认为诗人称神殿周围的人不是“赫洛伊”而是“塞洛伊”,并补充说荷马还命名了一条名为塞莱埃伊斯河的河。
ὀνομάζει μὲν οὖν, ὅταν φῇ " τηλόθεν ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος.
确实,当他这样说时,他命名了这条河:\n“\n从遥远的长途,从埃菲拉,从塞莱埃伊斯河畔。
" ἐν Θεσπρωτοῖς Ἐφύρας, ἀλλὰ τῆς ἐν τοῖς Ἠλείοις· ἐκεῖ γὰρ εἶναι τὸν Σελλήεντα, ἐν δὲ Θεσπρωτοῖς οὐδένα, οὐδʼ ἐν Μολοττοῖς.
\n”\n这埃菲拉并非塞斯普罗蒂亚的埃菲拉,而是伊利斯人那里的埃菲拉;因为塞莱埃伊斯河在那里,而塞斯普罗蒂亚和莫洛西人的土地上都没有这条河。
τὰ δὲ μυθευόμενα περὶ τῆς δρυὸς καὶ τῶν πελειῶν καὶ εἴ τινα ἄλλα τοιαῦτα, καθάπερ καὶ περὶ Δελφῶν, τὰ μὲν ποιητικωτέρας ἐστὶ διατριβῆς τὰ δʼ οἰκεῖα τῆς νῦν περιοδείας.
至于关于橡树、鸽子以及其他类似事物的神话传说,就像关于德尔斐的一样,有些属于更具诗意的研究,另一些则属于当前的地理巡阅。
§7.7.11ἡ Δωδώνη τοίνυν τὸ μὲν παλαιὸν ὑπὸ Θεσπρωτοῖς ἦν καὶ τὸ ὄρος ὁ Τόμαρος ἢ Τμάρος (ἀμφοτέρως γὰρ λέγεται), ὑφʼ ᾧ κεῖται τὸ ἱερόν· καὶ οἱ τραγικοὶ δὲ καὶ Πίνδαρος Θεσπρωτίδα εἰρήκασι τὴν Δωδώνην· ὕστερον δὲ ὑπὸ Μολοττοῖς ἐγένετο.
\n\n因此,在古代,多多纳在塞斯普罗蒂亚人的统治下,托马罗斯山或特马罗斯山(因为两种叫法都有)也是如此,神殿就位于其下;悲剧诗人和品达也称多多纳为塞斯普罗蒂亚的;但后来它归于莫洛西人统治之下。
ἀπὸ δὲ τοῦ Τομάρου τοὺς ὑπὸ τοῦ ποιητοῦ λεγομένους ὑποφήτας τοῦ Διός, οὓς καὶ ἀνιπτόποδας χαμαιεύνας καλεῖ, τομούρους φασὶ λεχθῆναι·
根据托马罗斯山,他们说那些被诗人称为宙斯代言人(他还称其为“不洗脚、睡在地上的人”)的人被称为“托姆罗伊”。
καὶ ἐν μὲν τῇ Ὀδυσσείᾳ οὕτω γράφουσί τινες ἅ φησιν Ἀμφίνομος, συμβουλεύων τοῖς μνηστῆρσι μὴ πρότερον ἐπιτίθεσθαι τῷ Τηλεμάχῳ πρὶν ἂν τὸν Δία ἔρωνται " εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο τομοῦροι, αὐτός τε κτανέω, τούς τʼ ἄλλους πάντας ἀνώξω· εἰ δέ κʼ ἀποτρεπέῃσι θεός, παύεσθαι ἄνωγα.
在《奥德赛》中,有些人将阿姆菲诺摩斯建议求婚者在询问宙斯之前不要袭击特勒马科斯的话写成这样:\n“\n如果伟大宙斯的托姆罗伊表示赞同,我将亲自杀死他,并命令其他所有人也这样做;但如果神劝阻,我命令停止。
" βέλτιον γὰρ εἶναι τομούρους ἢ θέμιστας γράφειν· οὐδαμοῦ γοῦν τὰ μαντεῖα θέμιστας λέγεσθαι παρὰ τῷ ποιητῇ, ἀλλὰ τὰς βουλὰς καὶ τὰ πολιτεύματα καὶ νομοθετήματα· τομούρους δʼ εἰρῆσθαι ἐπιτετμημένως οἷον τομαροφύλακας.
\n”\n因为写“托姆罗伊”比写“神谕(特米斯泰斯)”更好;无论如何,在诗人的作品中,神谕在任何地方都不被称为“特米斯泰斯”,而是指决议、政体和立法;而“托姆罗伊”被说成是“托马罗斯山守护者(托马罗菲拉克斯)”的缩写。
οἱ μὲν οὖν νεώτεροι λέγουσιν τομούρους· Ὁμήρῳ δʼ ἁπλούστερον δεῖ δέχεσθαι θέμιστας καταχρηστικῶς καὶ βουλάς, τὰ προστάγματα καὶ τὰ βουλήματα τὰ μαντικά, καθάπερ καὶ τὰ νόμιμα· τοιοῦτον γὰρ καὶ τό " ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακοῦσαι.
后来的作者们说“托姆罗伊”;但在荷马那里,必须更简单地将“特米斯泰斯”和“意志(布莱)”转义为神谕的命令和意图,就像法律一样;因为以下这句也是如此:\n“\n从枝叶茂密的高大橡树中倾听宙斯的意志。
" §7.7.12κατʼ ἀρχὰς μὲν οὖν ἄνδρες ἦσαν οἱ προφητεύοντες· καὶ τοῦτʼ ἴσως καὶ ὁ ποιητὴς ἐμφαίνει· ὑποφήτας γὰρ καλεῖ, ἐν οἷς τάττοιντο κἂν οἱ προφῆται·
\n”\n\n因此,起初预言的人是男子;这也许也是诗人所暗示的,因为他称他们为“代言人”,其中预言者也可以归入这一类。
ὕστερον δʼ ἀπεδείχθησαν τρεῖς γραῖαι, ἐπειδὴ καὶ σύνναος τῷ Διὶ προσαπεδείχθη καὶ ἡ Διώνη.
但后来指定了三位老妇人,因为狄俄涅也被指定与宙斯共享神殿。
Σουίδας μέντοι Θετταλοῖς μυθώδεις λόγους προσχαριζόμενος ἐκεῖθέν τέ φησιν εἶναι τὸ ἱερὸν μετενηνεγμένον ἐκ τῆς περὶ Σκοτοῦσσαν Πελασγίας (ἔστι δʼ ἡ Σκοτοῦσσα τῆς Πελασγιώτιδος Θετταλίας), συνακολουθῆσαί τε γυναῖκας τὰς πλείστας, ὧν ἀπογόνους εἶναι τὰς νῦν προφήτιδας· ἀπὸ δὲ τούτου καὶ Πελασγικὸν Δία κεκλῆσθαι·
然而,苏伊达斯为了用神话故事讨好萨利人,说神殿是从那里,即斯科图萨周围的皮拉斯基亚(斯科图萨属于皮拉斯吉奥提斯萨利)迁移过来的,并且大多数妇女随同前往,现在的女预言家就是她们的后代;并由于这一事实,宙斯也被称为“皮拉斯基的”。
Κινέας δʼ ἔτι μυθωδέστερον.
而基内阿斯讲述了一个更加神话般的故事。

词汇与语法注释

  1. 7.7.10ἡ γραφὴ ἀμφίβολος οὖσα — 指由于手稿中拼写的不确定性(如送气符号的有无或首字母 𝚺 / 𝚮 的差异)导致“赫洛伊”(Helloi)与“塞洛伊”(Selloi)之间的读法差异。拼写的模糊性导致无法做出确定的判断。
  2. 7.7.11τομούρους δʼ εἰρῆσθαι ἐπιτετμημένως οἷον τομαροφύλακας — 解释了古代通俗的语源学解释,即“托姆罗伊”(Tomouroi)一词是作为复合词“托马罗斯山守护者”(Tomarophylakes)的缩写形式(ἐπιτετμημένως)而形成的。
  3. 7.7.12Σουίδας — 这里提到的并非中世纪的百科全书《苏达》(Suda),而是指古典时期的历史学家兼作家苏伊达斯(Suidas)。他通过将多多纳的起源与萨利的斯科图萨联系起来,以此来讨好萨利人。

引用这一段

斯特拉波, 地理学 §7.7.10-7.7.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.7.10-7.7.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。