Humanitext Reader

斯特拉波 · 地理学 §7.7.1-7.7.2

古希腊早期的蛮族居民与各部族

第 221 段,共 577 段 · 希腊语

内容简介

作者从描述希腊北部边境的部族,转向论证古代希腊几乎全境最初都是蛮族的居住地,并引用了各种历史部族、亚里士多德的《国制》以及赫西俄德关于莱莱格人作为“聚集之民”的词源学解释。

§7.7.1τὰ μὲν οὖν ἀφοριζόμενα ἔθνη τῷ τε Ἴστρῳ καὶ τοῖς Ἰλλυρικοῖς ὄρεσι καὶ Θρᾳκίοις ταῦτʼ ἔστιν ὧν ἄξιον μνησθῆναι, κατέχοντα τὴν Ἀδριατικὴν παραλίαν πᾶσαν ἀπὸ τοῦ μυχοῦ ἀρξάμενα, καὶ τὴν τὰ ἀριστερὰ τοῦ Πόντου λεγομένην ἀπὸ Ἴστρου ποταμοῦ μέχρι Βυζαντίου.
那么,在那些由伊斯特罗斯河、伊利里亚山脉和色雷斯山脉所界定的部族中,值得提及的是这些:它们从最深处的湾底开始,占领了整个亚得里亚海沿岸,以及从伊斯特罗斯河直到拜占庭的被称为黑海“左侧”的海岸。
λοιπὰ δέ ἐστι τὰ νότια μέρη τῆς λεχθείσης ὀρεινῆς καὶ ἑξῆς τὰ ὑποπίπτοντα χωρία, ἐν οἷς ἐστιν ἥ τε Ἑλλὰς καὶ ἡ προσεχὴς βάρβαρος μέχρι τῶν ὀρῶν.
剩下的则是上述山脉的南部,以及紧邻其下的地区,其中包括希腊和直到山脉的邻近蛮族土地。
Ἑκαταῖος μὲν οὖν ὁ Μιλήσιος περὶ τῆς Πελοποννήσου φησὶν διότι πρὸ τῶν Ἑλλήνων ᾤκησαν αὐτὴν βάρβαροι.
因此,米雷特的赫卡泰乌斯关于伯罗奔尼撒说,在希腊人之前,蛮族居住于此。
σχεδὸν δέ τι καὶ ἡ σύμπασα Ἑλλὰς κατοικία βαρβάρων ὑπῆρξε τὸ παλαιόν, ἀπʼ αὐτῶν λογιζομένοις τῶν μνημονευομένων, Πέλοπος μὲν ἐκ τῆς Φρυγίας ἐπαγαγομένου λαοὺς εἰς τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Πελοπόννησον, Δαναοῦ δὲ ἐξ Αἰγύπτου, Δρυόπων τε καὶ Καυκώνων καὶ Πελασγῶν καὶ Λελέγων καὶ ἄλλων τοιούτων κατανειμαμένων τὰ ἐντὸς Ἰσθμοῦ καὶ τὰ ἐκτὸς δέ·
而且在古代,几乎整个希腊都曾是蛮族的居住地,这可以从记载的那些事实本身推算出来:珀罗普斯从弗里吉亚带领人民进入了以他命名的伯罗奔尼撒,达那俄斯从埃及[带领人民],而德律奥普斯人、考科涅斯人、佩拉斯吉人和莱莱格人以及其他此类部族,瓜分了地峡内外的地区。
τὴν μὲν γὰρ Ἀττικὴν οἱ μετὰ Εὐμόλπου Θρᾷκες ἔσχον, τῆς δὲ Φωκίδος τὴν Δαυλίδα Τηρεύς, τὴν δὲ Καδμείαν οἱ μετὰ Κάδμου Φοίνικες, αὐτὴν δὲ τὴν Βοιωτίαν Ἄονες καὶ Τέμμικες καὶ Ὕαντες·
因为欧摩尔波斯率领的色雷斯人占领了阿提卡,忒柔斯占领了福基斯的达乌利斯,卡德摩斯率领的腓尼基人占领了卡德美亚,而波奥蒂亚本身则由阿奥内斯人、特姆米克斯人和许安特斯人[占领]。
καὶ ἀπὸ τῶν ὀνομάτων δὲ ἐνίων τὸ βάρβαρον ἐμφαίνεται, Κέκροψ καὶ Κόδρος καὶ Ἄικλος καὶ Κόθος καὶ Δρύμας καὶ Κρίνακος.
甚至从一些名字中也显现出蛮族特征,如凯克洛普斯、科德鲁斯、埃克卢斯、科托斯、德律马斯和克里纳科斯。
οἱ δὲ Θρᾷκες καὶ Ἰλλυριοὶ καὶ Ἠπειρῶται καὶ μέχρι νῦν ἐν πλευραῖς εἰσιν· ἔτι μέντοι μᾶλλον πρότερον ἢ νῦν, ὅπου γε καὶ τῆς ἐν τῷ παρόντι Ἑλλάδος ἀναντιλέκτως οὔσης τὴν πολλὴν οἱ βάρβαροι ἔχουσι, Μακεδονίαν μὲν Θρᾷκες καί τινα μέρη τῆς Θετταλίας, Ἀκαρνανίας δὲ καὶ Αἰτωλίας ἄνω Θεσπρωτοὶ καὶ Κασσωπαῖοι καὶ Ἀμφίλοχοι καὶ Μολοττοὶ καὶ Ἀθαμᾶνες, Ἠπειρωτικὰ ἔθνη.
色雷斯人、伊利里亚人和伊庇鲁斯人直到现在还在边翼;而在以前,这种情况比现在更为严重,因为甚至现在无可争议地属于希腊的大部分地区,蛮族也占领着:色雷斯人占领着马其顿和色萨利的某些部分,而阿卡纳尼亚和埃托利亚的上部则由伊庇鲁斯部族的塞斯普罗托伊人、卡索派奥伊人、安菲洛科伊人、莫洛索伊人和阿萨马内斯人占领。
§7.7.2περὶ μὲν οὖν Πελασγῶν εἴρηται, τοὺς δὲ Λέλεγας τινὲς μὲν τοὺς αὐτοὺς Καρσὶν εἰκάζουσιν, οἱ δὲ συνοίκους μόνον καὶ συστρατιώτας· διόπερ ἐν τῇ Μιλησίᾳ, Λελέγων κατοικίας λέγεσθαί τινας, πολλαχοῦ δὲ τῆς Καρίας τάφους Λελέγων καὶ ἐρύματα ἔρημα Λελέγεια καλούμενα.
关于佩拉斯吉人,我们已经谈过了。 至于莱莱格人,有些人将他们等同于卡里亚人,而另一些人则认为他们只是共同居住者和战友;因此,在米利都领土内,据说有一些莱莱格人的定居点,而在卡里亚的许多地方,有莱莱格人的坟墓和被称为“莱莱格亚”的废弃要塞。
ἥ τε Ἰωνία νῦν λεγομένη πᾶσα ὑπὸ Καρῶν ᾠκεῖτο καὶ Λελέγων· ἐκβαλόντες δὲ τούτους οἱ Ἴωνες αὐτοὶ τὴν χώραν κατέσχον, ἔτι δὲ πρότερον οἱ τὴν Τροίαν ἑλόντες ἐξήλασαν τοὺς Λέλεγας ἐκ τῶν περὶ τὴν Ἴδην τόπων τῶν κατὰ Πήδασον καὶ τὸν Σατνιόεντα ποταμόν.
而现在被称为伊奥尼亚的整个地区,以前都是卡里亚人和莱莱格人居住的;后来伊奥尼亚人自己驱逐了他们并占领了该地区,而在此之前,那些攻克特洛伊的人就已经将莱莱格人驱逐出了靠近佩达索斯和萨特尼奥伊斯河的伊达山周边地区。
ὅτι μὲν οὖν βάρβαροι ἦσαν οὗτοι, καὶ αὐτὸ τὸ κοινωνῆσαι τοῖς Καρσὶ νομίζοιτʼ ἂν σημεῖον· ὅτι δὲ πλάνητες καὶ μετʼ ἐκείνων καὶ χωρὶς καὶ ἐκ παλαιοῦ, καὶ αἱ Ἀριστοτέλους πολιτεῖαι δηλοῦσιν.
他们是蛮族这一点,与卡里亚人交往、行动一致的这一事实本身就可以被视为证据;而他们是流浪者,无论是与他们在一起还是分开,且自古以来就是如此,这在亚里士多德的《国制》中也有所表明。
ἐν μὲν γὰρ τῇ Ἀκαρνάνων φησὶ τὸ μὲν ἔχειν αὐτῆς Κουρῆτας, τὸ δὲ προσεσπέριον Λέλεγας, εἶτα Τηλεβόας· ἐν δὲ τῇ Αἰτωλῶν τοὺς νῦν Λοκροὺς Λέλεγας καλεῖ, κατασχεῖν δὲ καὶ τὴν Βοιωτίαν αὐτούς φησιν· ὁμοίως δὲ καὶ ἐν τῇ Ὀπουντίων καὶ Μεγαρέων· ἐν δὲ τῇ Λευκαδίων καὶ αὐτόχθονά τινα Λέλεγα ὀνομάζει, τούτου δὲ θυγατριδοῦν Τηλεβόαν, τοῦ δὲ παῖδας δύο καὶ εἴκοσι Τηλεβόας, ὧν τινὰς οἰκῆσαι τὴν Λευκάδα.
因为在《阿卡纳尼亚人国制》中,他说该地区的一部分由库雷特斯人占领,西部由莱莱格人占领,随后由泰勒波亚斯人占领;在《埃托利亚人国制》中,他将现在的洛克里人称为莱莱格人,并说他们也占领了波奥蒂亚;在《奥普斯人国制》和《梅加拉人国制》中也是如此;在《莱夫卡斯人国制》中,他提到了一个土著的莱莱克斯,他的女儿的儿子是泰勒波亚斯,后者的二十二个儿子是泰勒波亚斯人,其中一些人居住在莱夫卡斯。
μάλιστα δʼ ἄν τις Ἡσιόδῳ πιστεύσειεν οὕτως περὶ αὐτῶν εἰπόντι " ἤτοι γὰρ Λοκρὸς Λελέγων ἡγήσατο λαῶν, τούς ῥά ποτε Κρονίδης, Ζεὺς ἄφθιτα μήδεα εἰδώς, λεκτοὺς ἐκ γαίης λάους πόρε Δευκαλίωνι.
但人们最信任的应当是赫西俄德,他曾这样谈及他们: "因为洛克罗斯确实率领着莱莱格人的军队,他们曾由克罗诺斯之子、拥有不灭智慧的宙斯,作为从大地中挑选出来的石(人)赐予丢卡利翁。
" τῇ γὰρ ἐτυμολογίᾳ τὸ συλλέκτους γεγονέναι τινὰς ἐκ παλαιοῦ καὶ μιγάδας αἰνίττεσθαί μοι δοκεῖ καὶ διὰ τοῦτο ἐκλελοιπέναι τὸ γένος· ἅπερ ἄν τις καὶ περὶ Καυκώνων λέγοι, νῦν οὐδαμοῦ ὄντων πρότερον δʼ ἐν πλείοσι τόποις κατῳκισμένων.
"因为在我看来,通过这个词源学,他暗示了他们自古以来就是一个聚集起来的、混合的人群,也正因为这个原因,这个种族已经消亡了;对于考科涅斯人,人们也许也可以这么说,他们现在已不复存在,但以前曾在多处定居。

词汇与语法注释

  1. §7.7.1ἀπʼ αὐτῶν λογιζομένοις τῶν μνημονευομένων — 与格分词 `λογιζομένοις` 用作判断主体的与格(dativus iudicantis),意为“对于那些从……推算/判断的人来说”。属格复数 `τῶν μνημονευομένων` 为中性,指代前文紧接着提到的历史事实(如珀罗普斯、达那俄斯的迁徙以及早期部族割让土地等)。
  2. §7.7.1ὅπου γε καὶ τῆς ἐν τῷ παρόντι Ἑλλάδος ἀναντιλέκτως οὔσης τὴν πολλὴν οἱ βάρβαροι ἔχουσι — `ὅπου γε` 是表示因果关系的连词(意为“既然”、“因为”)。在此从句中,名词短语 `τῆς ἐν τῷ παρόντι Ἑλλάδος ... οὔσης` 构成了属格独立结构(genitive absolute),同时它也作为部分属格,修饰 `τὴν πολλὴν`(……的大部分)。
  3. §7.7.2ἤτοι γὰρ Λοκρὸς Λελέγων ἡγήσατο λαῶν — 在赫西俄德的这首诗歌引用中,`λαῶν`(“人民”、“军队”)与希腊语中表示“石头”的 `λᾶας`(源自丢卡利翁神话中石头化为人类的故事)之间,以及表示“被挑选的” `λεκτούς` 与“莱莱格人”(`Λέλεγες`)之间,存在着词源学上的双关语(pun)。这构成了后文中作者将该族名解释为“聚集且混合的人群”(`συλλέκτους ... καὶ μιγάδας`)的依据。

引用这一段

斯特拉波, 地理学 §7.7.1-7.7.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.7.1-7.7.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。