§7.6.2ἀπὸ μὲν οὖν τῆς ἄκρας τῆς τὸ πενταστάδιον ποιούσης ἐπὶ τὸν ὑπὸ τῇ Συκῇ καλούμενον λιμένα στάδιοι πέντε καὶ τριάκοντα, ἐντεῦθεν δʼ ἐπὶ τὸ Κέρας τὸ Βυζαντίων πέντε.
因此,从使海峡宽五斯塔迪翁的岬角到被称为‘无花果树下’(叙凯)的港口是三十五斯塔迪翁,从那里到拜占庭人的‘角’(金角湾)是五斯塔迪翁。
ἔστι δὲ τὸ Κέρας προσεχὴς τῷ Βυζαντίων τείχει κόλπος ἀνέχων ὡς πρὸς δύσιν ἐπὶ σταδίους ἑξήκοντα, ἐοικὼς ἐλάφου κέρατι· εἰς γὰρ πλείστους σχίζεται κόλπους ὡς ἂν κλάδους τινάς, εἰς οὓς ἐμπίπτουσα ἡ πηλαμὺς ἁλίσκεται ῥᾳδίως διά τε τὸ πλῆθος αὐτῆς καὶ τὴν βίαν τοῦ συνελαύνοντος ῥοῦ καὶ τὴν στενότητα τῶν κόλπων, ὥστε καὶ χερσὶν ἁλίσκεσθαι.
这‘角’是紧邻拜占庭城墙的一个海湾,向西延伸约六十斯塔迪翁,形状像鹿角;因为它像树枝一样分裂成极多的支湾,游入其中的鲣鱼(小金枪鱼)极易被捕获,这既是因为鱼群数量庞大,也是因为推挤它的水流力量强劲,以及支湾狭窄,以至于甚至可以用手捕获。
γεννᾶται μὲν οὖν τὸ ζῷον ἐν τοῖς ἕλεσι τῆς Μαιώτιδος, ἰσχῦσαν δὲ μικρὸν ἐκπίπτει διὰ τοῦ στόματος ἀγεληδὸν καὶ φέρεται παρὰ τὴν Ἀσιανὴν ᾐόνα μέχρι Τραπεζοῦντος καὶ Φαρνακείας·
这种生物诞生于迈奥蒂斯湖的沼泽中,稍稍长大有力后,便成群结队地通过湖口流出,沿着亚洲海岸一直被运送到特拉佩祖斯和法尔纳凯亚。
ἐνταῦθα δὲ πρῶτον συνίστασθαι συμβαίνει τὴν θήραν, οὐ πολλὴ δʼ ἐστίν· οὐ γάρ πω τὸ προσῆκον ἔχει μέγεθος·
在此处首次开始捕捞,但数量不多,因为鱼还没有达到应有的尺寸。
εἰς δὲ Σινώπην προϊοῦσα ὡραιοτέρα πρός τε τὴν θήραν καὶ τὴν ταριχείαν ἐστίν·
但当它继续前行到西诺普时,无论是捕捞还是腌制,它都变得更加合适。
ἐπειδὰν δὲ ἤδη συνάψῃ ταῖς Κυανέαις καὶ παραλλάξῃ ταύτας, ἐκ τῆς Χαλκηδονιακῆς ἀκτῆς λευκή τις πέτρα προπίπτουσα φοβεῖ τὸ ζῷον ὥστʼ εὐθὺς εἰς τὴν περαίαν τρέπεσθαι· παραλαβὼν δʼ ὁ ἐνταῦθα ῥοῦς, ἅμα καὶ τῶν τόπων εὐφυῶν ὄντων πρὸς τὸ τὸν ἐκεῖ ῥοῦν τῆς θαλάττης ἐπὶ τὸ Βυζάντιον καὶ τὸ πρὸς αὐτῷ Κέρας τετράφθαι, φυσικῶς συνελαύνεται δεῦρο καὶ παρέχει τοῖς Βυζαντίοις καὶ τῷ δήμῳ τῶν Ῥωμαίων πρόσοδον ἀξιόλογον.
而当它已经到达科亚内阿群岛并越过它们时,从迦克墩海岸突出的一块白岩会惊吓到这种生物,以至于它立刻转向对岸;随后那里的潮流接管了它,同时,由于该地势自然适合将那里的海流导向拜占庭以及紧邻它的‘角’,鱼群便自然而然地被驱赶到这里,给拜占庭人和罗马人民带来了一笔可观的收入。
Χαλκηδόνιοι δʼ ἐπὶ τῆς περαίας ἱδρυμένοι πλησίον οὐ μετέχουσι τῆς εὐπορίας ταύτης διὰ τὸ μὴ προσπελάζειν τοῖς λιμέσιν αὐτῶν τὴν πηλαμύδα· ᾗ δὴ καὶ τὸν Ἀπόλλω φασὶ τοῖς κτίσασι τὸ Βυζάντιον ὕστερον μετὰ τὴν ὑπὸ Μεγαρέων Χαλκηδόνος κτίσιν χρηστηριαζομένοις προστάξαι ποιήσασθαι τὴν ἵδρυσιν ἀπεναντίον τῶν τυφλῶν, τυφλοὺς καλέσαντα τοὺς Χαλκηδονίους, ὅτι πρότεροι πλεύσαντες τοὺς τόπους, ἀφέντες τὴν πέραν κατασχεῖν τοσοῦτον πλοῦτον ἔχουσαν, εἵλοντο τὴν λυπροτέραν.
相反,在对岸附近定居的迦克墩人却无法分享这一丰饶,因为鲣鱼并不靠近他们的港口;正因如此,据说阿波罗在梅加拉人创建迦克墩之后,对前来求问神谕的拜占庭创建者们下令,让他们在‘瞎子的对面’建立居住地,称迦克墩人为‘瞎子’,因为他们虽然先航行到这些地方,却放弃了占领拥有如此巨大财富的对岸,而选择了较为贫瘠的地方。
μέχρι μὲν δὴ Βυζαντίου προήλθομεν, ἐπειδὴ πόλις ἐπιφανὴς πλησιάζουσα μάλιστα τῷ στόματι εἰς γνωριμώτερον πέρας ἀπὸ τοῦ Ἴστρου τὸν παράπλουν τελευτῶντα ἀπέφαινεν.
现在我们已经行进到拜占庭,因为这座紧邻海峡口的著名城市表明,我们自伊斯特罗斯河出发的沿海航行在一个更为人所知的终点结束。
ὑπέρκειται δὲ τοῦ Βυζαντίου τὸ τῶν Ἀστῶν ἔθνος, ἐν ᾧ πόλις Καλύβη, Φιλίππου τοῦ Ἀμύντου τοὺς πονηροτάτους ἐνταῦθα ἱδρύσαντος.
在拜占庭上方居住着阿斯托伊人的部落,其中有卡吕贝城,阿敏塔斯之子腓力曾将最恶劣的人安置于此。