Humanitext Reader

斯特拉波 · 地理学 §7.5.10-7.5.12

伊利里亚内陆风土与阿乌塔里亚特人的兴衰

第 218 段,共 577 段 · 希腊语

内容简介

对比了便于停泊的伊利里亚海岸与寒冷多山的内陆,描述了曾一度强盛的阿乌塔里亚特人及其衰亡,并详细介绍了斯科尔迪斯基人的领土、扩张以及对周边部族的摧残。

§7.5.10τὸν μὲν οὖν παράπλουν ἅπαντα τὸν Ἰλλυρικὸν σφόδρα εὐλίμενον εἶναι συμβαίνει καὶ ἐξ αὐτῆς τῆς συνεχοῦς ᾐόνος καὶ ἐκ τῶν πλησίον νήσων, ὑπεναντίως τῷ Ἰταλικῷ τῷ ἀντικειμένῳ ἀλιμένῳ ὄντι· ἀλεεινοὶ δὲ καὶ χρηστόκαρποι ὁμοίως· ἐλαιόφυτοι γὰρ καὶ εὐάμπελοι, πλὴν εἴ τί που σπάνιον ἐκτετράχυνται τελέως.
因此,整个伊利里亚沿海航程恰好极其便于停泊,这既由于连续的海岸本身,也由于邻近的岛屿,这与对面的意大利沿海航程恰好相反,后者是无港口的;它们同样温暖且富饶,因为它们种满了橄榄且盛产葡萄,除非某些地方稀有地完全荒芜。
τοιαύτη δʼ οὖσα ὠλιγωρεῖτο πρότερον ἡ Ἰλλυρικὴ παραλία, τάχα μὲν καὶ κατʼ ἄγνοιαν τῆς ἀρετῆς, τὸ μέντοι πλέον διὰ τὴν ἀγριότητα τῶν ἀνθρώπων καὶ τὸ λῃστρικὸν ἔθος.
尽管伊利里亚海岸具有这样的特征,但以前它被忽视了,这或许是由于对其优良品质的无知,但更多是由于居民的野蛮和海盗的习俗。
ἡ δʼ ὑπερκειμένη ταύτης πᾶσα ὀρεινὴ καὶ ψυχρὰ καὶ νιφόβολός ἐστιν, ἡ δὲ προσάρκτιος καὶ μᾶλλον, ὥστε καὶ τῶν ἀμπέλων σπάνιν εἶναι καὶ ἐν ταῖς ὑψώσεσι καὶ ἐν τοῖς ἐπιπεδωτέροις.
而在这之上的地区则完全是多山、寒冷且多雪的,北方地区更是如此,以至于无论是在高地还是在较平坦的地方,葡萄树都很稀少。
ὀροπέδια δʼ ἐστὶ ταῦτα ἃ κατέχουσιν οἱ Παννόνιοι, πρὸς νότον μὲν μέχρι Δαλματέων καὶ Ἀρδιαίων διατείνοντα, πρὸς ἄρκτον δὲ ἐπὶ τὸν Ἴστρον τελευτῶντα, πρὸς ἕω δὲ Σκορδίσκοις συνάπτοντα τῇ δὲ παρὰ τὰ ὄρη τῶν Μακεδόνων καὶ Θρᾳκῶν.
这些是潘诺尼亚人占领的高原,向南延伸到达尔马提亚人和阿尔迪亚伊人,向北止于伊斯特罗斯河,向东与斯科尔迪斯基人以及沿马其顿人和色雷斯人山脉的地区接壤。
§7.5.11Αὐταριᾶται μὲν οὖν τὸ μέγιστον καὶ ἄριστον τῶν Ἰλλυριῶν ἔθνος ὑπῆρξεν, ὃ πρότερον μὲν πρὸς Ἀρδιαίους συνεχῶς ἐπολέμει περὶ ἁλῶν ἐν μεθορίοις πηγνυμένων ἐξ ὕδατος ῥέοντος ὑπὸ ἄγκει τινὶ τοῦ ἔαρος· ἀρυσαμένοις γὰρ καὶ ἀποθεῖσιν ἡμέρας πέντε ἐξεπήγνυντο οἱ ἅλες.
阿乌塔里亚特人曾是伊利里亚人中最大且最优秀的部族,他们以前曾因边界地区的盐田而与阿尔迪亚伊人不断发生战争,这些盐是在春天从某个山谷下流出的水中凝结而成的;因为当他们汲取水并放置五天后,盐就会凝固。
συνέκειτο δὲ παρὰ μέρος χρῆσθαι τῷ ἁλοπηγίῳ, παραβαίνοντες δὲ τὰ συγκείμενα ἐπολέμουν·
双方约定轮流使用该盐田,但一旦违反协议,他们就会进行战争。
καταστρεψάμενοι δέ ποτε οἱ Αὐταριᾶται Τριβαλλοὺς ἀπὸ Ἀγριάνων μέχρι τοῦ Ἴστρου καθήκοντας ἡμερῶν πεντεκαίδεκα ὁδὸν ἐπῆρξαν καὶ τῶν ἄλλων Θρᾳκῶν τε καὶ Ἰλλυριῶν· κατελύθησαν δʼ ὑπὸ Σκορδίσκων πρότερον, ὕστερον δʼ ὑπὸ Ῥωμαίων, οἳ καὶ τοὺς Σκορδίσκους αὐτοὺς κατεπολέμησαν πολὺν χρόνον ἰσχύσαντας.
阿乌塔里亚特人曾一度征服了特里巴洛伊人(他们从阿格里亚内斯人一直延伸到伊斯特罗斯河,相当于十五天的路程),并统治了其余的色雷斯人和伊利里亚人;但他们先是被斯科尔迪斯基人灭亡,后来又被罗马人灭亡,罗马人也征服了斯科尔迪斯基人本身,后者曾强盛了很长时间。
§7.5.12ὤικησαν δʼ οὗτοι παρὰ τὸν Ἴστρον διῃρημένοι δίχα, οἱ μὲν μεγάλοι Σκορδίσκοι καλούμενοι οἱ δὲ μικροί· οἱ μὲν μεταξὺ δυεῖν ποταμῶν ἐμβαλλόντων εἰς τὸν Ἴστρον, τοῦ τε Νοάρου τοῦ παρὰ τὴν Σεγεστικὴν ῥέοντος καὶ τοῦ Μάργου (τινὲς δὲ Βάργον φασίν), οἱ δὲ μικροὶ τούτου πέραν, συνάπτοντες Τριβαλλοῖς καὶ Μυσοῖς.
这些人居住在伊斯特罗斯河沿岸,分为两部分,一部分被称为大斯科尔迪斯基人,另一部分被称为小斯科尔迪斯基人;前者居住在流入伊斯特罗斯河的两条河流之间,即流经塞格斯蒂凯的诺阿鲁斯河和马尔古斯河(有人称之为巴尔古斯河),而小斯科尔迪斯基人则居住在这条河的另一边,与特里巴洛伊人和米索伊人接壤。
εἶχον δὲ καὶ τῶν νήσων τινὰς οἱ Σκορδίσκοι· ἐπὶ τοσοῦτον δʼ ηὐξήθησαν ὥστε καὶ μέχρι τῶν Ἰλλυρικῶν καὶ τῶν Παιονικῶν καὶ Θρᾳκίων προῆλθον ὀρῶν· κατέσχον οὖν καὶ τὰς νήσους τὰς ἐν τῷ Ἴστρῳ τὰς πλείους, ἦσαν δὲ καὶ πόλεις αὐτοῖς Ἑόρτα καὶ Καπέδουνον.
斯科尔迪斯基人也占领了一些岛屿;他们发展到如此程度,以至于甚至推进到伊利里亚、派奥尼亚和色雷斯山脉;因此他们也占领了伊斯特罗斯河的大部分岛屿,他们还有城市,即赫奥尔塔和卡佩杜努姆。
μετὰ δὲ τὴν τῶν Σκορδίσκων χώραν παρὰ μὲν τὸν Ἴστρον ἡ τῶν Τριβαλλῶν καὶ Μυσῶν ἔστιν, ὧν ἐμνήσθημεν πρότερον, καὶ τὰ ἕλη τὰ τῆς μικρᾶς καλουμένης Σκυθίας τῆς ἐντὸς Ἴστρου· καὶ τούτων ἐμνήσθημεν.
在斯科尔迪斯基人的领土之后,沿伊斯特罗斯河的是特里巴洛伊人和米索伊人的领土(我们以前提到过他们),以及被称为小斯基泰的沼泽地,它位于伊斯特罗斯河的这一侧;关于这些我们也曾提及。
ὑπεροικοῦσι δʼ οὗτοί τε καὶ Κρόβυζοι καὶ οἱ Τρωγλοδύται λεγόμενοι τῶν περὶ Κάλλατιν καὶ Τομέα καὶ Ἴστρον τόπων.
这些人,以及克罗比佐伊人和被称为穴居人的人,居住在卡拉蒂斯、托米斯和伊斯特罗斯河周边地区之上。
εἶθʼ οἱ περὶ τὸ Αἷμον καὶ οἱ ὑπὲρ αὐτοῦ οἰκοῦντες μέχρι τοῦ Πόντου Κόραλλοι καὶ Βέσσοι καὶ Μαίδων τινὲς καὶ Δανθηλητῶν.
然后是海墨斯山周围的人以及居住在其上方直达蓬托斯(黑海)的人,即科拉洛伊人、贝索伊人以及麦多伊人和丹特莱泰人的一部分。
πάντα μὲν οὖν ταῦτα λῃστρικώτατα ἔθνη, Βέσσοι δέ, οἵπερ τὸ πλέον τοῦ ὄρους νέμονται τοῦ Αἵμου, καὶ ὑπὸ τῶν λῃστῶν λῃσταὶ προσαγορεύονται, καλυβῖταί τινες καὶ λυπρόβιοι, συνάπτοντες τῇ τε Ῥοδόπῃ καὶ τοῖς Παίοσι καὶ τῶν Ἰλλυριῶν τοῖς τε Αὐταριάταις καὶ τοῖς Δαρδανίοις.
现在所有这些都是极具海盗性质的部族,而居住在海墨斯山大部分地区的贝索伊人甚至被强盗们称为“强盗”,他们住在棚屋中,生活贫困,与罗多彼山脉、派奥尼亚人以及伊利里亚人中的阿乌塔里亚特人和达尔达尼亚人接壤。
μεταξὺ δὲ τούτων τε καὶ τῶν Ἀρδιαίων οἱ Δασαρήτιοι εἰσὶ καὶ Ἀγριᾶνες καὶ ἄλλα ἄσημα ἔθνη, ἃ ἐπόρθουν οἱ Σκορδίσκοι μέχρι ἠρήμωσαν τὴν χώραν καὶ δρυμῶν ἀβάτων ἐφʼ ἡμέρας πλείους ἐποίησαν μεστήν.
在这些人与阿尔迪亚伊人之间是达萨雷蒂奥伊人、阿格里亚内斯人和其他默默无闻的部族,斯科尔迪斯基人曾不断蹂躏这些部族,直到使该地区人口凋零,并在数天路程内塞满了无法通行的密林。

词汇与语法注释

  1. 7.5.10τὸν μὲν οὖν παράπλουν ἅπαντα τὸν Ἰλλυρικὸν σφόδρα εὐλίμενον εἶναι συμβαίνει — 不带人称的动词 συμβαίνει(恰好,发生)带有一个带对格的不定式短语 τὸν παράπλουν ... εὐλίμενον εἶναι 作为其主语。παράπλουν(沿海航程)是阳性单数对格,εὐλίμενον 是其宾语补足形容词。
  2. 7.5.10ὑπεναντίως τῷ Ἰταλικῷ τῷ ἀντικειμένῳ ἀλιμένῳ ὄντι — 副词 ὑπεναντίως(与……相反)支配与格 τῷ Ἰταλικῷ(意大利的[沿海航程])。τῷ ἀντικειμένῳ 是表示“在对面的”的定语分词,而 ἀλιμένῳ ὄντι 是与格分词短语,用以说明意大利沿岸无港口的特征。
  3. 7.5.11ἀρυσαμένοις γὰρ καὶ ἀποθεῖσιν ἡμέρας πέντε ἐξεπήγνυντο οἱ ἅλες — 阳性复数与格分词 ἀρυσαμένοις 和 ἀποθεῖσιν 起到关系或利益与格的作用(“对他们而言,当汲取水并放置时……”)。时间的持续由属格 ἡμέρας π烟(在五天之内)表示。
  4. 7.5.12οἱ μὲν μεγάλοι Σκορδίσκοι καλούμενοι οἱ δὲ μικροί· οἱ μὲν ... οἱ δὲ μικροὶ τούτου πέραν — 句子以复数动词 ὤικησαν δʼ οὗτοι(这些人居住)开始,然后通过分配性的 οἱ μὲν... οἱ δὲ...(一些人……另一些人……)来细分,这构成了整体与部分的同位关系(分词同位语)。
  5. 7.5.12ἃ ἐπόρθουν οἱ Σκορδίσκοι μέχρι ἠρήμωσαν τὴν χώραν καὶ δρυμῶν ἀβάτων ἐφʼ ἡμέρας πλείους ἐποίησαν μεστήν — 关系代名词 ἃ 指代前文的部族(ἔθνη),是 ἐπόρθουν 的直接宾语。连词 μέχρι(直到)与直说法语气过去时(ἠρήμωσαν, ἐποίησαν)连用,表示一个实际的历史结果。μεστήν 是修饰“土地”(作为 ἐποίησαν 的省略宾语)的宾语补足语,支配属格 δρυμῶν ἀβάτων(表示充盈)。

引用这一段

斯特拉波, 地理学 §7.5.10-7.5.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.5.10-7.5.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。