§7.4.4μετὰ δὲ τὴν ὀρεινὴν τὴν λεχθεῖσαν ἡ Θεοδοσία κεῖται πόλις, πεδίον εὔγεων ἔχουσα καὶ λιμένα ναυσὶ καὶ ἑκατὸν ἐπιτήδειον· οὗτος δὲ ὅρος ἦν πρότερον τῆς τῶν Βοσποριανῶν καὶ Ταύρων γῆς·
在上述山地之后坐落着西奥多西亚市,拥有一片肥沃的平原以及一个可容纳百艘船只的港口;这在以前是博斯普鲁斯人与陶里人土地的边界。
καὶ ἡ ἑξῆς δʼ ἐστὶν εὔγεως χώρα μέχρι Παντικαπαίου, τῆς μητροπόλεως τῶν Βοσποριανῶν ἱδρυμένης ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος.
紧邻其后的土地也是肥沃的,一直延伸到博斯普鲁斯人的母都市潘提卡派翁,它坐落在迈奥蒂斯湖的湖口。
ἔστι δὲ τὸ μεταξὺ τῆς Θεοδοσίας καὶ τοῦ Παντικαπαίου σταδίων περὶ πεντακοσίων καὶ τριάκοντα, χώρα πᾶσα σιτοφόρος, κώμας ἔχουσα καὶ πόλιν εὐλίμενον τὸ Νύμφαιον καλούμενον.
西奥多西亚和潘提卡派翁之间距离约五百三十斯塔迪翁,整片土地盛产谷物,拥有数个村庄和一座名为纽姆法伊翁、港口良好的城市。
τὸ δὲ Παντικάπαιον λόφος ἐστὶ πάντη περιοικούμενος ἐν κύκλῳ σταδίων εἴκοσι· πρὸς ἕω δʼ ἔχει λιμένα καὶ νεώρια ὅσον τριάκοντα νεῶν, ἔχει δὲ καὶ ἀκρόπολιν· κτίσμα δʼ ἐστὶ Μιλησίων.
潘提卡派翁是一座四周均有居民居住的丘陵,周长二十斯塔迪翁;朝东方向有一个港口和可容纳约三十艘船的船坞,还建有一座卫城;它是米利都人的建造成果。
ἐμοναρχεῖτο δὲ πολὺν χρόνον ὑπὸ δυναστῶν τῶν περὶ Λεύκωνα καὶ Σάτυρον καὶ Παιρισάδην αὕτη τε καὶ αἱ πλησιόχωροι κατοικίαι πᾶσαι αἱ περὶ τὸ στόμα τῆς Μαιώτιδος ἑκατέρωθεν μέχρι Παιρισάδου τοῦ Μιθριδάτῃ παραδόντος τὴν ἀρχήν.
在很长一段时间里,这座城市以及迈奥蒂斯湖口两边近邻的所有定居点,都由围绕着莱乌孔、萨提罗斯和派里萨德斯等人的统治者实行君主统治,直到将统治权让给米特里达梯的派里萨德斯为止。
ἐκαλοῦντο δὲ τύραννοι, καίπερ οἱ πλείους ἐπιεικεῖς γεγονότες, ἀρξάμενοι ἀπὸ Παιρισάδου καὶ Λεύκωνος.
尽管他们中的大多数人后来表现得温和宽厚,但他们仍被称为僭主,这始于派里萨德斯和莱乌孔。
Παιρισάδης δὲ καὶ θεὸς νενόμισται· τούτῳ δὲ ὁμώνυμος καὶ ὁ ὕστατος, ὃς οὐχ οἷός τε ὢν ἀντέχειν πρὸς τοὺς βαρβάρους φόρον πραττομένους μείζω τοῦ πρότερον Μιθριδάτῃ τῷ Εὐπάτορι παρέδωκε τὴν ἀρχήν· ἐξ ἐκείνου δʼ ἡ βασιλεία γεγένηται Ῥωμαίοις ὑπήκοος.
派里萨德斯甚至被尊奉为神;与他同名的最后一位统治者,因无力抵抗索要比以前更多贡赋的蛮族,将统治权让给了米特里达梯· 尤帕托尔;从那时起,该王国便臣属于罗马人。
τὸ μὲν οὖν πλέον αὐτῆς μέρος ἐστὶν ἐπὶ τῆς Εὐρώπης, μέρος δέ τι καὶ ἐπὶ τῆς Ἀσίας.
该王国的的大部分领土位于欧洲,但也有一定部分位于亚洲。
§7.4.5τὸ δὲ στόμα τῆς Μαιώτιδος καλεῖται μὲν Κιμμερικὸς Βόσπορος, ἄρχεται δὲ ἀπὸ μείζονος πλάτους ἑβδομήκοντά που σταδίων· καθʼ ὃ διαίρουσιν ἐκ τῶν περὶ Παντικάπαιον τόπων εἰς τὴν ἐγγυτάτω πόλιν τῆς Ἀσίας τὴν Φαναγόρειαν· τελευτᾷ δʼ εἰς πολὺ στενώτερον πορθμόν.
迈奥蒂斯湖的湖口被称为辛梅里安博斯普鲁斯,起始处的宽度较宽,约为七十斯塔迪翁;人们正是从该处从潘提卡派翁周边地区渡海前往最邻近的亚洲城市法纳戈里亚;而它终止于一个狭窄得多的海峡。
διαιρεῖ δʼ ὁ στενωπὸς οὗτος τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης καὶ ὁ Τάναϊς ποταμός, καταντικρὺ ῥέων ἀπὸ τῶν ἄρκτων εἴς τε τὴν λίμνην καὶ τὸ στόμα αὐτῆς· δύο δʼ ἔχει τὰς εἰς τὴν λίμνην ἐκβολὰς διεχούσας ἀλλήλων ὅσον σταδίους ἑξήκοντα.
这一狭窄通道以及从北方直接流入该湖及其湖口的塔纳伊斯河,将亚洲与欧洲分开;该河有两个流入湖中的出水口,彼此相距约六十斯塔迪翁。
ἔστι δὲ καὶ πόλις ὁμώνυμος τῷ ποταμῷ, μέγιστον τῶν βαρβάρων ἐμπόριον μετὰ τὸ Παντικάπαιον.
还有一座与该河同名的城市,是仅次于潘提卡派翁的蛮族最大商埠。
ἐν ἀριστερᾷ δʼ εἰσπλέοντι τὸν Κιμμερικὸν Βόσπορον πολίχνιόν ἐστι Μυρμήκιον ἐν εἴκοσι σταδίοις ἀπὸ τοῦ Παντικαπαίου.
乘船进入辛梅里安博斯普鲁斯时,左手边是小镇米尔梅基翁,距离潘提卡派翁二十斯塔迪翁。
τοῦ δὲ Μυρμηκίου διπλάσιον διέχει κώμη Παρθένιον, καθʼ ἣν στενώτατος ὁ εἴσπλους ἐστὶν ὅσον εἴκοσι σταδίων, ἔχων ἀντικειμένην ἐν τῇ Ἀσίᾳ κώμην Ἀχίλλειον καλουμένην.
在距离米尔梅基翁两倍远的地方是帕耳忒尼翁村,该处的入口最窄,约为二十斯塔迪翁,其在亚洲一侧正对着一个被称为阿奇莱翁的村庄。
ἐντεῦθεν δʼ εὐθυπλοίᾳ μὲν ἐπὶ τὸν Τάναϊν καὶ τὴν κατὰ τὰς ἐκβολὰς νῆσον στάδιοι δισχίλιοι διακόσιοι, μικρὸν δʼ ὑπερβάλλει τοῦ ἀριθμοῦ τούτου πλέοντι παρὰ τὴν Ἀσίαν· πλέον δʼ ἢ τριπλάσιον ἐν ἀριστερᾷ πλέοντι μέχρι τοῦ Τανάιδος, ἐν ᾧ παράπλῳ καὶ ὁ ἰσθμὸς ἵδρυται.
从这里直航前往塔纳伊斯河及河口岛屿的距离为两千两百斯塔迪翁,而沿着亚洲海岸航行则略微超过这一数值;但如果沿着左侧航行直到塔纳伊斯河,其距离则是三倍以上,在此沿岸航行途中也坐落着前述地峡。
οὗτος μὲν οὖν ὁ παράπλους ἔρημος πᾶς ὁ παρὰ τὴν Εὐρώπην, ὁ δʼ ἐν δεξιᾷ οὐκ ἔρημος· ὁ δὲ σύμπας τῆς λίμνης κύκλος ἐνακισχιλίων ἱστορεῖται σταδίων.
因此,沿着欧洲的这条航线完全是荒无人烟的,而右手边的航线则并非荒地;据记载,该湖的总周长为九千斯塔迪翁。
ἡ δὲ μεγάλη χερρόνησος τῇ Πελοποννήσῳ προσέοικε καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος.
这个大半岛在形状和面积上都与伯罗奔尼撒半岛相似。
ἔχουσι δʼ αὐτὴν οἱ τοῦ Βοσπόρου δυνάσται κεκακωμένην πᾶσαν ὑπὸ τῶν συνεχῶν πολέμων.
博斯普鲁斯的统治者们占领着它,但由于接连不断的战争,它已完全荒废。
πρότερον δʼ εἶχον ὀλίγην μὲν τὴν πρὸς τῷ στόματι τῆς Μαιώτιδος καὶ τῷ Παντικαπαίῳ μέχρι Θεοδοσίας τῶν Βοσπορίων τύραννοι, τὴν δὲ πλείστην μέχρι τοῦ ἰσθμοῦ καὶ τοῦ κόλπου τοῦ Καρκινίτου Ταῦροι, Σκυθικὸν ἔθνος· καὶ ἐκαλεῖτο ἡ χώρα πᾶσα αὕτη, σχεδὸν δέ τι καὶ ἡ ἔξω τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους, μικρὰ Σκυθία· διὰ δὲ τὸ πλῆθος τῶν ἐνθένδε περαιουμένων τόν τε Τύραν καὶ τὸν Ἴστρον καὶ ἐποικούντων τὴν γῆν καὶ ταύτης οὐκ ὀλίγη μικρὰ προσηγορεύθη Σκυθία, τῶν Θρᾳκῶν τὰ μὲν τῇ βίᾳ συγχωρούντων τὰ δὲ τῇ κακίᾳ τῆς χώρας· ἑλώδης γάρ ἐστιν ἡ πολλὴ αὐτῆς.
以前,博斯普鲁斯的僭主们仅占有靠近迈奥蒂斯湖口及潘提卡派翁直到西奥多西亚的少部分土地,而大部分土地直到地峡和卡尔基尼特斯湾都由斯基泰族群陶里人占有;这整片土地,甚至连地峡外侧一直到博留斯提涅斯河的几乎所有地方,都被称为小斯基泰;由于从那里跨越蒂拉斯河和伊斯特罗斯河并在此定居的人口众多,这片土地也有不少部分被称为小斯基泰,色雷斯人让出这些地方,一部分是因为武力,另一部分则是由于该土地质量恶劣,因为其大部分是沼泽。