§7.3.17εἶτα Βορυσθένης ποταμὸς πλωτὸς ἐφʼ ἑξακοσίους σταδίους καὶ πλησίον ἄλλος ποταμὸς Ὕπανις καὶ νῆσος πρὸ τοῦ στόματος τοῦ Βορυσθένους ἔχουσα λιμένα.
随后是博留斯提涅斯河,可航行六百斯塔迪翁,其附近是另一条河许帕尼斯河,在博留斯提涅斯河口前有一个带港口的岛屿。
πλεύσαντι δὲ τὸν Βορυσθένη σταδίους διακοσίους ὁμώνυμος τῷ ποταμῷ πόλις· ἡ δʼ αὐτὴ καὶ Ὀλβία καλεῖται, μέγα ἐμπόριον, κτίσμα Μιλησίων.
对于沿着博留斯提涅斯河航行两百斯塔迪翁的人来说,有一座与该河同名的城市;它也被称为奥尔比亚,是一个大商埠,由米利都人创建。
ἡ δὲ ὑπερκειμένη πᾶσα χώρα τοῦ λεχθέντος μεταξὺ Βορυσθένους καὶ Ἴστρου πρώτη μέν ἐστιν ἡ τῶν Γετῶν ἐρημία, ἔπειτα οἱ Τυρεγέται, μεθʼ οὓς οἱ Ἰάζυγες Σαρμάται καὶ οἱ Βασίλειοι λεγόμενοι καὶ Οὖργοι, τὸ μὲν πλέον νομάδες, ὀλίγοι δὲ καὶ γεωργίας ἐπιμελούμενοι· τούτους φασὶ καὶ παρὰ τὸν Ἴστρον οἰκεῖν, ἐφʼ ἑκάτερα πολλάκις.
上述博留斯提涅斯河和伊斯特罗斯河之间上方延伸的整个地区,首先是盖特人的荒野,然后是提雷盖特人,其后是被称为萨尔马泰雅祖格斯人、王族萨尔马泰人和乌尔戈伊人,他们大多是游牧民,少数也从事农业;人们说他们也居住在伊斯特罗斯河沿岸,经常在两岸。
ἐν δὲ τῇ μεσογαίᾳ Βαστάρναι μὲν τοῖς Τυρεγέταις ὅμοροι καὶ Γερμανοῖς, σχεδόν τι καὶ αὐτοὶ τοῦ Γερμανικοῦ γένους ὄντες, εἰς πλείω φῦλα διῃρημένοι.
在内陆,巴斯达奈人与提雷盖特人和日耳曼人相邻,他们自己也几乎属于日耳曼族,分为几个部落。
καὶ γὰρ Ἄτμονοι λέγονταί τινες καὶ Σιδόνες, οἱ δὲ τὴν Πεύκην κατασχόντες τὴν ἐν τῷ Ἴστρῳ νῆσον Πευκῖνοι, Ῥωξολανοὶ δʼ ἀρκτικώτατοι τὰ μεταξὺ τοῦ Τανάιδος καὶ Βορυσθένους νεμόμενοι πεδία.
因为有些人被称为阿特莫诺伊人,另一些人被称为西多内斯人,而占领伊斯特罗斯河中佩乌克岛的人被称为佩乌基诺伊人,罗克索拉诺伊人最靠北,领有塔奈斯河和博留斯提涅斯河之间的平原。
ἡ γὰρ προσάρκτιος πᾶσα ἀπὸ Γερμανίας μέχρι τῆς Κασπίας πεδιάς ἐστιν, ἣν ἴσμεν· ὑπὲρ δὲ τῶν Ῥωξολανῶν εἴ τινες οἰκοῦσιν οὐκ ἴσμεν.
因为从日耳曼尼亚到里海的整个北部地区,据我们所知都是平原;而在罗克索拉诺伊人之上是否有人居住,我们不得而知。
οἱ δὲ Ῥωξολανοὶ καὶ πρὸς τοὺς Μιθριδάτου τοῦ Εὐπάτορος στρατηγοὺς ἐπολέμουν ἔχοντες ἡγεμόνα Τάσιον· ἧκον δὲ Παλάκῳ συμμαχήσοντες τῷ Σκιλούρου, καὶ ἐδόκουν μὲν εἶναι μάχιμοι, πρὸς μέντοι συντεταγμένην φάλαγγα καὶ ὡπλισμένην καλῶς τὸ βάρβαρον φῦλον ἀσθενὲς πᾶν ἐστι καὶ τὸ γυμνητικόν.
罗克索拉诺伊人还曾在领袖塔西奥斯的带领下,与米特里达梯·尤帕托尔的将军们作战;他们作为斯基鲁罗斯之子帕拉科斯的盟友前来参战,并被认为是骁勇善战的,然而面对组织严密且装备精良的方阵,所有的蛮族部落和轻装部队都是脆弱的。
ἐκεῖνοι γοῦν περὶ πέντε μυριάδας πρὸς ἑξακισχιλίους τοὺς Διοφάντῳ, τῷ τοῦ Μιθριδάτου στρατηγῷ, συμπαραταξαμένους οὐκ ἀντέσχον, ἀλλʼ οἱ πλεῖστοι διεφθάρησαν.
无论如何,他们约有五万人,却未能抵挡住米特里达梯的将军迪奥凡托斯率领对阵的六千人,大部分被歼灭。
χρῶνται δὲ ὠμοβοΐνοις κράνεσι καὶ θώραξι, γερροφόροι, ἀμυντήρια δʼ ἔχοντες καὶ λόγχας καὶ τόξον καὶ ξίφος· τοιοῦτοι δὲ καὶ τῶν ἄλλων οἱ πλείους.
他们使用未经加工的牛皮制成的头盔和胸甲,携带柳条盾,并拥有长矛、弓和剑作为防御性武器;其他大多数人也是如此。
τῶν δὲ νομάδων αἱ σκηναὶ πιλωταὶ πεπήγασιν ἐπὶ ταῖς ἁμάξαις, ἐν αἷς διαιτῶνται· περὶ δὲ τὰς σκηνὰς τὰ βοσκήματα, ἀφʼ ὧν τρέφονται καὶ γάλακτι καὶ τυρῷ καὶ κρέασιν· ἀκολουθοῦσι δὲ ταῖς νομαῖς μεταλαμβάνοντες τόπους ἀεὶ τοὺς ἔχοντας πόαν, χειμῶνος μὲν ἐν τοῖς ἕλεσι τοῖς περὶ τὴν Μαιῶτιν, θέρους δὲ καὶ ἐν τοῖς πεδίοις.
游牧民的帐篷是毡制的,固定在他们生活的车厢上;帐篷周围是他们的牲畜,他们依靠牛奶、奶酪和肉类维生;他们跟随牧草移动,总是迁往有草的地方,冬天在迈奥蒂斯湖周围的沼泽,夏天也在平原上。
§7.3.18ἅπασα δʼ ἡ χώρα δυσχείμερός ἐστι μέχρι τῶν ἐπὶ θαλάττῃ τόπων τῶν μεταξὺ Βορυσθένους καὶ τοῦ στόματος τῆς Μαιώτιδος· αὐτῶν δὲ τῶν ἐπὶ θαλάττῃ τὰ ἀρκτικώτατα τό τε στόμα τῆς Μαιώτιδος καὶ ἔτι μᾶλλον τὸ τοῦ Βορυσθένους ὁ μυχὸς τοῦ Ταμυράκου κόλπου, καὶ Καρκινίτου, καθʼ ὃν ὁ ἰσθμὸς τῆς μεγάλης χερρονήσου.
而从博留斯提涅斯河到迈奥蒂斯湖口之间的沿海地区,整个地区冬季都极其寒冷;在这些沿海地区中,最靠北的是迈奥蒂斯湖口,而比博留斯提涅斯河口更为靠北的,是塔米拉克斯湾的尽头,以及卡尔基尼特斯湾的尽头,大半岛的地峡就位于此处。
δηλοῖ δὲ τὰ ψύχη, καίπερ ἐν πεδίοις οἰκούντων· ὄνους τε γὰρ οὐ τρέφουσι (δύσριγον γὰρ τὸ ζῷον), οἵ τε βόες οἱ μὲν ἄκερῳ γεννῶνται, τῶν δʼ ἀπορρινῶσι τὰ κέρατα (καὶ γὰρ τοῦτο δύσριγον τὸ μέρος), οἵ τε ἵπποι μικροί, τὰ δὲ πρόβατα μεγάλα· ῥήττονται δὲ χαλκαῖ ὑδρίαι, τὰ δʼ ἐνόντα συμπήττεται.
尽管他们生活在平原上,但寒冷显而易见;因为他们不养驴(因为这种动物怕冷),有些牛天生无角,有些牛的角则被冻落(因为角也是怕冷的部分),马很矮小,羊却很大;青铜水罐开裂,里面的东西结成冰。
τῶν δὲ πάγων ἡ σφοδρότης μάλιστα ἐκ τῶν συμβαινόντων περὶ τὸ στόμα τῆς Μαιώτιδος δῆλός ἐστιν.
冰冻的剧烈程度从迈奥蒂斯湖口周围发生的事情中最为明显。
ἁμαξεύεται γὰρ ὁ διάπλους ὁ εἰς Φαναγόρειαν ἐκ τοῦ Παντικαπαίου, ὥστε καὶ πλοῦν εἶναι καὶ ὁδόν· Νεοπτόλεμον δέ φασι τὸν τοῦ Μιθριδάτου στρατηγὸν ἐν τῷ αὐτῷ πόρῳ θέρους μὲν ναυμαχίᾳ περιγενέσθαι τῶν βαρβάρων, χειμῶνος δʼ ἱππομαχίᾳ.
因为从潘提卡派翁到法纳戈里亚的渡海通道可以用马车通行,因此它既是航路也是道路;人们说,米特里达梯的将军涅奥普托勒莫斯在同一水道上,夏天在海战中战胜了蛮族,冬天则在骑兵战中战胜了他们。
ὀρυκτοί τέ εἰσιν ἰχθύες οἱ ἀποληφθέντες ἐν τῷ κρυστάλλῳ τῇ προσαγορευομένῃ γαγγάμῃ, καὶ μάλιστα οἱ ἀντακαῖοι, δελφῖσι πάρισοι τὸ μέγεθος.
在冰中捕获的鱼被用被称为“甘加梅”的网挖掘出来,尤其是安塔卡伊奥斯鱼,其大小几乎与海豚相当。
φασὶ δὲ καὶ τὴν ἄμπελον ἐν τῷ Βοσπόρῳ κατορύττεσθαι χειμῶνος, ἐπαμώντων πολὺ τῆς γῆς.
人们还说,在博斯普鲁斯,冬天葡萄藤会被埋起来,人们在上面堆放很多泥土。
λέγεται δὲ καὶ τὰ καύματα σφοδρὰ γίνεσθαι, τάχα μὲν τῶν σωμάτων ἀηθιζομένων, τάχα δὲ τῶν πεδίων ἀνηνεμούντων τότε, ἢ καὶ τοῦ πάχους τοῦ ἀέρος ἐκθερμαινομένου πλέον, καθάπερ ἐν τοῖς νέφεσιν οἱ παρήλιοι ποιοῦσιν.
据说夏天的炎热也会变得剧烈,或许是因为身体不习惯,或许是因为当时平原无风,或者是因为浓密的空气被加热得更厉害,就像云层中幻日的作用一样。
Ἀτέας δὲ δοκεῖ τῶν πλείστων ἄρξαι τῶν ταύτῃ βαρβάρων ὁ πρὸς Φίλιππον πολεμήσας τὸν Ἀμύντου.
而曾与阿米恩塔斯之子腓力作战的大帝阿特阿斯,似乎统治了该地区的大多数蛮族。
§7.3.19μετὰ δὲ τὴν πρὸ τοῦ Βορυσθένους νῆσον ἑξῆς πρὸς ἀνίσχοντα ἥλιον ὁ πλοῦς ἐπὶ ἄκραν τὴν τοῦ Ἀχιλλείου δρόμου, ψιλὸν μὲν χωρίον καλούμενον δʼ ἄλσος, ἱερὸν Ἀχιλλέως· εἶθʼ ὁ Ἀχίλλειος δρόμος, ἁλιτενὴς χερρόνησος· ἔστι γὰρ ταινία τις ὅσον χιλίων σταδίων μῆκος ἐπὶ τὴν ἕω, πλάτος δὲ τὸ μέγιστον δυεῖν σταδίων, ἐλάχιστον τεττάρων πλέθρων, διέχουσα τῆς ἑκατέρωθεν τοῦ αὐχένος ἠπείρου σταδίους ἑξήκοντα, ἀμμώδης, ὕδωρ ἔχουσα ὀρυκτόν· κατὰ μέσην δʼ ὁ τοῦ ἰσθμοῦ αὐχὴν ὅσον τετταράκοντα σταδίων· τελευτᾷ δὲ πρὸς ἄκραν ἣν Ταμυράκην καλοῦσιν, ἔχουσαν ὕφορμον βλέποντα πρὸς τὴν ἤπειρον· μεθʼ ἣν ὁ Καρκινίτης κόλπος εὐμεγέθης, ἀνέχων πρὸς τὰς ἄρκτους ὅσον ἐπὶ σταδίους χιλίους, οἱ δὲ καὶ τριπλασίους φασὶ μέχρι τοῦ μυχοῦ καλοῦνται δὲ Τάφριοι.
在博留斯提涅斯河前的岛屿之后,继续向太阳升起的地方航行,就到了阿喀琉斯竞走路的岬角,这是一个没有树木的地方,但被称为圣林,是阿喀琉斯的圣地;然后是阿喀琉斯竞走路,一个延伸到海里的半岛;因为这是一条向东长约一千斯塔迪翁的狭长地带,最大宽度为两斯塔迪翁,最小为四普勒特龙,距离地峡两侧的大陆六十斯塔迪翁,多沙,有掘地可得的水;中间是地峡的狭隘部分,约四十斯塔迪翁;它终止于被称为塔米拉凯的岬角,拥有一个面向大陆的锚地;在此之后是巨大的卡尔基尼特斯湾,向北延伸约一千斯塔迪翁,也有人说它的尽头甚至有三倍之远;那里的居民被称为塔夫里奥伊人。
τὸν δὲ κόλπον καὶ Ταμυράκην καλοῦσιν ὁμωνύμως τῇ ἄκρᾳ.
人们也将该湾与岬角同名称为塔米拉克斯湾。