§6.4.1τοσαύτη μὲν δὴ καὶ τοιαύτη τις ἡ Ἰταλία.
因此,意大利就是这样大,且具有这样的性质。
πολλὰ δʼ εἰρηκότων, τὰ μέγιστα νῦν ἐπισημανούμεθα, ὑφʼ ὧν εἰς τοσοῦτον ὕψος ἐξήρθησαν Ῥωμαῖοι.
虽然我们已经说了许多,但现在我们必须指出最主要的因素,正是通过这些因素,罗马人才被提升到了如此的高度。
ἓν μὲν ὅτι νήσου δίκην ἀσφαλῶς φρουρεῖται τοῖς πελάγεσι κύκλῳ πλὴν ὀλίγων μερῶν, ἃ καὶ αὐτὰ τετείχισται τοῖς ὄρεσι δυσβάτοις οὖσι.
第一,像岛屿一样,它除了少数几个部分外,四周都被大海安全地守护着,而这些部分本身也由难以逾越的山脉修筑了防壁。
δεύτερον δὲ τὸ ἀλίμενον κατὰ τὸ πλεῖστον καὶ τὸ τοὺς ὄντας λιμένας μεγάλους εἶναι καὶ θαυμαστούς, ὧν τὸ μὲν πρὸς τὰς ἔξωθεν ἐπιχειρήσεις χρήσιμον, τὸ δὲ πρὸς τὰς ἀντεπιχειρήσεις καὶ τὴν τῶν ἐμποριῶν ἀφθονίαν συνεργόν.
第二,它的大部分地区没有港口,而存在的港口却又大又奇妙;其中,前者有助于抵御外来的攻击,而后者则有助于反击并带来丰富的商业。
τρίτον δὲ τὸ πολλαῖς ὑποπεπτωκέναι διαφοραῖς ἀέρων τε καὶ κράσεων, παρʼ ἃς καὶ ζῷα καὶ φυτὰ καὶ πάνθʼ ἁπλῶς τὰ πρὸς τὸν βίον χρήσιμα πλείστην ἐξάλλαξιν ἔχει πρός τε τὸ βέλτιον καὶ τὸ χεῖρον.
第三,它处于空气和温度的许多差异之下,根据这些差异,动物和植物,总之,一切对生活有用的东西,都朝着更好和更坏的方向发生着极大的变化。
ἐκτέταται δὲ τὸ μῆκος αὐτῆς ἐπὶ μεσημβρίαν ἀπὸ τῶν ἄρκτων τὸ πλέον, προσθήκη δʼ ἐστὶν ἡ Σικελία τῷ μήκει τοσαύτη οὖσα καὶ τοσούτῳ καθάπερ μέρος.
它的长度主要自北向南延伸,而西西里则是其长度的附加物,因其如此之大且如此之近,仿佛是它的一部分。
εὐκρασία δʼ ἀέρων καὶ δυσκρασία κρίνεται παρὰ τὰ ψύχη καὶ τὰ θάλπη καὶ τὰ μεταξὺ τούτων, ὥστʼ ἐκ τούτων ἀνάγκη τὴν νῦν Ἰταλίαν ἐν μέσῳ τῶν ὑπερβολῶν ἀμφοτέρων κειμένην τοσαύτην τῷ μήκει πλεῖστον τῆς εὐκράτου μετέχειν καὶ κατὰ πλείστας ἰδέας.
空气的温和与不温和是根据寒冷、炎热以及介于二者之间的情况来判断的;因此,由此必然得出,处于两极端的中间且具有如此长度的现代意大利,在最大程度上、且以最多样的方式享有温和的气候。
τοῦτο δὲ καὶ ἄλλως συμβέβηκεν αὐτῇ· τῶν γὰρ Ἀπεννίνων ὀρῶν διʼ ὅλου τοῦ μήκους διατεταμένων, ἐφʼ ἑκάτερον δὲ τὸ πλευρὸν πεδία καὶ γεωλοφίας καλλικάρπους ἀπολειπόντων, οὐδὲν μέρος αὐτῆς ἐστιν ὃ μὴ καὶ τῶν ὀρείων ἀγαθῶν καὶ τῶν πεδινῶν ἀπολαῦον τυγχάνει.
这在另一方面也发生在它身上:因为亚平宁山脉延伸在它的整个长度上,并在两侧留下了果实累累的平原和丘陵,所以它的任何部分,没有一个不是既享有山地的恩惠又享有平原的恩惠的。
καὶ προστίθει τὸ μέγεθος καὶ πλῆθος ποταμῶν τε καὶ λιμνῶν, πρὸς δὲ τούτοις θερμῶν τε καὶ ψυχρῶν ὑδάτων ἀναβολὰς πολλαχοῦ πρὸς ὑγίειαν φύσει παρεσκευασμένας, καὶ μὴν καὶ μετάλλων εὐπορίας παντοδαπῶν.
还要加上河流和湖泊的巨大与众多,此外还有在许多地方自然为健康而准备的冷热泉水的涌出,更有各种矿产的丰富。
ὕλης δὲ καὶ τροφῆς ἀνθρώποις τε καὶ βοσκήμασιν οὐδʼ ἀξίως ἐστὶν εἰπεῖν τὴν ἀφθονίαν ὅσην παρέχεται καὶ τὴν χρηστοκαρπίαν.
至于它为人类和牲畜所提供的木材和食物的充裕,以及果实的优良,甚至是无法用相称的言辞来表达的。
ἐν μέσῳ δὲ καὶ τῶν ἐθνῶν τῶν μεγίστων οὖσα καὶ τῆς Ἑλλάδος καὶ τῶν ἀρίστων τῆς Λιβύης μερῶν τῷ μὲν κρατιστεύειν ἐν ἀρετῇ τε καὶ μεγέθει τὰ περιεστῶτα αὐτὴν πρὸς ἡγεμονίαν εὐφυῶς ἔχει, τῷ δʼ ἐγγὺς εἶναι τὸ μετὰ ῥᾳστώνης ὑπουργεῖσθαι πεπόρισται.
此外,它处于最伟大的诸民族、希腊以及利比亚最优秀的地区之中,一方面,通过在德行和规模上优于周围的地区,它天生就适合于统治,另一方面,通过近距离,它获得了被轻松服侍的手段。