§6.4.2#2νυνὶ δὲ Γερμανοῖς προσπολεμοῦσιν ἀπὸ τούτων ὁρμώμενοι τῶν τόπων ὡς οἰκειοτάτων, καί τισιν ἤδη θριάμβοις κεκοσμήκασιν ἀπʼ αὐτῶν τὴν πατρίδα.
而如今,他们以这些地方为最合适的大本营出发,与日耳曼人作战,并且已经用从中获得的若干凯旋式装点了祖国。
τῆς δὲ Λιβύης ὅση μὴ Καρχηδονίων βασιλεῦσιν ἐπετέτραπτο ὑπηκόοις οὖσιν, ἀφιστάμενοι δὲ κατελύοντο· νυνὶ δʼ εἰς Ἰούβαν περιέστηκεν ἥ τε Μαυρουσία καὶ πολλὰ μέρη τῆς ἄλλης Λιβύης διὰ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν.
至于利比亚,凡不属于迦太基人的部分,都被委托给臣属的国王们,但因他们反叛而被消灭;然而如今,由于对罗马人的好意与友谊,毛鲁西亚以及其他利比亚的大部分地区都归入了尤巴的治下。
τὰ δʼ ὅμοια καὶ περὶ τὴν Ἀσίαν συνέβη, κατʼ ἀρχὰς μὲν διὰ τῶν βασιλέων διῳκεῖτο ὑπηκόων ὄντων, ὕστερον δʼ ἐκλιπόντων ἐκείνων, καθάπερ τῶν Ἀτταλικῶν βασιλέων καὶ Σύρων καὶ Παφλαγόνων καὶ Καππαδόκων καὶ Αἰγυπτίων, ἀφισταμένων καὶ ἔπειτα καταλυομένων, καθάπερ ἐπὶ Μιθριδάτου συνέβη ἀφισταμένων καὶ ἔπειτα καταλυομένων, καθάπερ ἐπὶ Μιθριδάτου συνέβη τοῦ Εὐπάτορος καὶ τῆς Αἰγυπτίας Κλεοπάτρας, ἅπαντα τὰ ἐντὸς Φάσιδος καὶ Εὐφράτου πλὴν Ἀράβων τινῶν ὑπὸ Ῥωμαίοις ἐστὶ καὶ τοῖς ὑπʼ ἐκείνων ἀποδειχθεῖσι δυνάσταις.
同样的情况也发生在亚洲;起初,这里是通过臣属的国王们进行统治的,但后来当那些国王绝嗣或消亡时(正如阿塔罗斯诸王、叙利亚人、帕弗拉戈尼亚人、卡帕多西亚人和埃及人的情况),因为反叛随后被消灭(正如在尤帕托尔·米特里达梯和埃及克娄巴特拉的时代所发生的那样),因为反叛随后被消灭(正如在尤帕托尔·米特里达梯和埃及克娄巴特拉的时代所发生的那样),法西斯河和幼发拉底河以内的所有地区,除了一些阿拉伯人外,都在罗马人以及由他们指定的统治者控制之下。
Ἀρμένιοι δὲ καὶ οἱ ὑπερκείμενοι τῆς Κολχίδος Ἀλβανοί τε καὶ Ἴβηρες παρουσίας δέονται μόνον τῶν ἡγησομένων, καλῶς δὲ κρατοῦνται· νεωτερίζουσι δὲ διὰ τὰς τῶν Ῥωμαίων ἀπασχολίας, καθάπερ καὶ οἱ πέραν τοῦ Ἴστρου τὸν Εὔξεινον περιοικοῦντες πλὴν τοῦ Βοσπόρου καὶ τῶν νομάδων· τὸ μὲν γὰρ ὑπήκοον τὸ δʼ ἄχρηστον εἰς πᾶν τὸ ἀκοινώνητον, φυλακῆς δὲ μόνον δεόμενον· καὶ τἆλλα δὲ τὰ πολλὰ σκηνιτῶν καὶ νομάδων ἐστὶ πόρρω σφόδρα ὄντων.
亚美尼亚人,以及位于科尔基斯上方的阿尔巴尼亚人和伊比利亚人,只需要派遣领导者在场即可,他们得到了良好的统治;但在罗马人无暇他顾时,他们就会企图变革,正如居住在伊斯特河以外、黑海周边的居民一样(波斯普鲁斯和游牧民除外);因为前者是臣服的,而后者因不相往来而在一切事务中都毫无用处,仅仅需要看守;至于其他大部分地区,则是属于相距极远的帐篷居住者和游牧民。
Παρθυαῖοι δὲ ὅμοροί τε ὄντες καὶ μέγιστον δυνάμενοι τοσοῦτον ὅμως ἐνέδοσαν πρὸς τὴν Ῥωμαίων καὶ τῶν καθʼ ἡμᾶς ἡγεμόνων ὑπεροχὴν ὥστʼ οὐ μόνον τὰ τρόπαια ἔπεμψαν εἰς Ῥώμην ἃ κατὰ Ῥωμαίων ἀνέστησάν ποτε, ἀλλὰ καὶ παῖδας ἐπίστευσε Φραάτης τῷ Σεβαστῷ Καίσαρι καὶ παίδων παῖδας ἐξομηρευσάμενος θεραπευτικῶς τὴν φιλίαν· οἱ δὲ νῦν μετίασιν ἐνθένδε πολλάκις τὸν βασιλεύσοντα, καὶ σχεδόν τι πλησίον εἰσὶ τοῦ ἐπὶ Ῥωμαίοις ποιῆσαι τὴν σύμπασαν ἐξουσίαν.
帕提亚人虽然是邻国且拥有最大的实力,但他们对罗马人及我们这个时代统治者的优越地位做出了极大的让步,以至于他们不仅将曾经针对罗马人立起的战功纪念碑送回了罗马,而且弗拉阿特斯还把自己的孩子和孙子们托付给奥古斯都·凯撒,通过提供人质来恭顺地寻求友好关系;而如今的帕提亚人也经常从这里迎回将要统治他们的人,几乎快要把全部权力交到罗马人手中了。
καὶ αὐτὴν τὴν Ἰταλίαν διαστᾶσαν πολλάκις, ἀφʼ οὗ γε ὑπὸ Ῥωμαίοις ἐστί, καὶ αὐτὴν τὴν Ῥώμην ἡ τῆς πολιτείας ἀρετὴ καὶ τῶν ἡγεμόνων ἐκώλυσεν ἐπὶ πλέον προελθεῖν πλημμελείας καὶ διαφθορᾶς.
至于意大利本身,自从处于罗马人统治之下以来,虽然曾多次分裂,但其政体的优良和统治者的德行,阻止了它和罗马本身走向更深的过失和腐败。
χαλεπὸν δὲ ἄλλως οικεῖν τὴν τηλικαύτην ἡγεμονίαν ἢ ἑνὶ ἐπιτρέψαντας ὡς πατρί.
要管理如此庞大的帝国,除了将其托付给一个人、视其如父之外,别无他法。
οὐδέποτε γοῦν εὐπορῆσαι τοσαύτης εἰρήνης καὶ ἀφθονίας ἀγαθῶν ὑπῆρξε Ῥωμαίοις καὶ τοῖς συμμάχοις αὐτῶν, ὅσην Καῖσάρ τε ὁ Σεβαστὸς παρέσχεν ἀφʼ οὗ παρέλαβε τὴν ἐξουσίαν αὐτοτελῆ, καὶ νῦν ὁ διαδεξάμενος υἱὸς ἐκεῖνον παρέχει Τιβέριος, κανόνα τῆς διοικήσεως καὶ τῶν προσταγμάτων ποιούμενος ἐκεῖνον, καὶ αὐτὸν οἱ παῖδες αὐτοῦ Γερμανικός τε καὶ Δροῦσος ὑπουργοῦντες τῷ πατρί.
无论如何,罗马人及其同盟者从未能享受到如此持久的和平与丰富的福泽,正如奥古斯都·凯撒自独揽大权以来所提供的,以及如今继承其位的儿子提比略所提供的——提比略将奥古斯都作为其施政和法令和规范,而他自己的孩子日耳曼尼库斯和德鲁苏斯也在辅佐父亲。