Humanitext Reader

斯特拉波 · 地理学 §6.3.10-6.3.11

东岸距离的考订与加尔加农湾周边地势

第 196 段,共 577 段 · 希腊语

内容简介

作者指出阿尔特米多鲁斯、波利比乌斯及地势图作者在意大利东海岸距离记述上的分歧,解释了自己地理写作的方法论,并阐述了加尔加农附近的深湾、居住于此的阿普利人的特征以及阿普鲁姆·泰阿努姆周边的地势。

§6.3.10ταῦτα μὲν οὖν κατʼ Ἀρτεμίδωρον κεῖται τὰ διαστήματα.
\n因此,这些距离是根据阿尔特米多鲁斯来记述的。
φησὶ δʼ ὁ χωρογράφος τὰ ἀπὸ τοῦ Βρεντεσίου μέχρι Γαργάνου μιλίων ἑκατὸν ἑξήκοντα πέντε, πλεονάζει δὲ αὐτὰ Ἀρτεμίδωρος· ἐντεῦθεν δʼ εἰς Ἀγκῶνα διακόσια πεντήκοντα τέτταρα μίλιά φησιν ἐκεῖνος, ὁ δʼ Ἀρτεμίδωρος εἰς Αἶσιν πλησίον τα τοῦ Ἀγκῶνος σταδίους εἴρηκε χιλίους διακοσίους πεντήκοντα, πολὺ ἐνδεέστερον ἐκείνου·
但地势图作者说从布伦特西翁到加尔加农为一百六十五英里,而阿尔特米多鲁斯估计得比这更多;那人又说从那里到安康为二百五十四英里,而阿尔特米多鲁斯则说至安康附近的艾西斯为一千二百五十斯塔德,比前者的估计少得多。
Πολύβιος δʼ ἀπὸ τῆς Ἰαπυγίας μεμιλιᾶσθαί φησι καὶ εἶναι μίλια πεντακόσια ἑξήκοντα δύο εἰς Σήναν πόλιν, ἐντεῦθεν δʼ εἰς Ἀκυληίαν ἑκατὸν ἑβδομήκοντα ὀκτώ.
波利比乌斯则说,从伊阿皮吉亚起已经用英里进行了测量,到塞纳城为五百六十二英里,从那里到阿奎莱亚为一百七十八英里。
οὐχ ὁμολογοῦντες τῷ φερομένῳ διαστήματι τῆς Ἰλλυρικῆς παραλίας ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ τὸν τοῦ Ἀδρίου μυχόν, ὑπὲρ ἑξακισχιλίων τοῦτον τὸν παράπλουν ἀποφαίνοντες καὶ μείζω καθιστάντες ἐκείνου πολὺ ἐλάττονα ὄντα.
他们不同意广为流传的从凯劳尼亚山脉到亚得里亚海最深处的伊利里亚海岸距离,声称这一航程超过六千斯塔德,使它比那一距离更大,尽管它实际上要小得多。
καὶ πάντες δὲ πρὸς ἅπαντας μάλιστα περὶ τῶν διαστημάτων οὐχ ὁμολογοῦσι πρὸς ἀλλήλους, ὡς πολλάκις ἐλέγομεν.
而且,正如我们经常说的那样,几乎所有人,尤其是在距离方面,彼此都不能达成一致。
ἡμεῖς δʼ ὅπου μὲν ἐπικρίνειν δυνατόν, ἐκφέρομεν τὸ δοκοῦν ἡμῖν, ὅπου δὲ μή, τὰ ἐκείνων εἰς μέσον οἰόμεθα δεῖν τιθέναι.
至于我们,在可以做出裁决的地方,我们便提出我们认为正确的看法,在不能的地方,我们认为应当将他们的意见公诸于世。
ἐὰν δὲ μηδὲν παρʼ ἐκείνων ἔχωμεν, οὐδὲν θαυμαστὸν οὐδʼ εἰ παρελείψαμέν τι καὶ ἡμεῖς, ἐν τοιαύτῃ καὶ ταῦθʼ ὑποθέσει· τῶν μὲν γὰρ μεγάλων οὐδὲν ἂν παραλίποιμεν, τὰ δὲ μικρὰ καὶ γνωρισθέντα μικρὸν ὤνησε καὶ παραπεμφθέντα ἔλαθε καὶ οὐδὲν ἢ πολὺ τοῦ παντελοῦς ἔργου παρέλυσε.
如果我们不能从他们那里获得任何东西,那么在这种性质的著作中,即使我们自己也有所遗漏,也完全不足为奇;因为重大的事情我们绝不会遗漏,而微不足道的事情,即使为人所知也几乎没有用处,即使被忽略过去而未被察觉,也完全不会或者几乎不会损害整部作品的完整性。
§6.3.11μεταξὺ δʼ εὐθὺς ἀπὸ τοῦ Γαργάνου κόλπος ὑποδέχεται βαθύς·
\n\n紧接着加尔加农,一个深湾呈现出来。
οἱ δὲ περιοικοῦντες ἰδίως Ἄπουλοι προσαγορεύονται, εἰσὶ δὲ ὁμόγλωττοι μὲν τοῖς Δαυνίοις καὶ Πευκετίοις· οὐδὲ τἆλλα δὲ διαφέρουσιν ἐκείνων τό γε νῦν, τὸ δὲ πάλαι διαφέρειν εἰκός, ὅθενπερ καὶ τὰ ὀνόματα ἐναντία πάντων ἐπικρατεῖν.
居住在周围的人特别被称为阿普利人,他们与达乌尼人和佩乌凯蒂人语言相同;在目前,他们在其他方面也与那些人没有区别,但在古代,他们很可能是有所区别的,这也是为什么大家使用各不相同的名称。
πρότερον μὲν οὖν ηὐτύχει αὕτη πᾶσα ἡ γῆ, Ἀννίβας δὲ καὶ οἱ ὕστερον πόλεμοι ἠρήμωσαν αὐτήν· ἐνταῦθα δὲ καὶ τὰ περὶ Κάννας συνέβη, ὅπου πλεῖστος ὄλεθρος σωμάτων Ῥωμαίοις καὶ τοῖς συμμάχοις ἐγένετο.
以前这整片土地都很繁荣,但汉尼拔和后来的战争使它荒凉;在这里也发生了关于坎尼的战役,罗马人及其盟友在那里遭受了最大的人命牺牲。
ἐν δὲ τῷ κόλπῳ λίμνη ἐστίν, ὑπὲρ δὲ τῆς λίμνης ἐν μεσογαίᾳ τὸ Ἄπουλον Τέανον, ὁμώνυμον τῷ Σιδικίνῳ· καθʼ ὃ δοκεῖ συνάγεσθαι τὸ τῆς Ἰταλίας πλάτος ἐφʼ ἱκανὸν πρὸς τοὺς περὶ Δικαιάρχειαν τόπους, ἐλαττόνων ἢ χιλίων σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν ἰσθμὸν καταλεῖπον.
在湾内有一个湖,在湖的上方内陆是阿普鲁姆·泰阿努姆,与西迪基努姆的那座同名;在这一带,意大利的宽度似乎朝着迪凯阿尔基亚附近的地区显著收缩,从海到海留下了不到一千斯塔德的地峡。
μετὰ δὲ τὴν λίμνην ἐπὶ τοὺς Φρεντανοὺς καὶ τὴν Βοῦκαν παράπλους ἐστί· διακόσιοι δʼ εἰσὶν ἐφʼ ἑκάτερα στάδιοι τῆς λίμνης ἐπί τε τὴν Βοῦκαν καὶ τὸ Γάργανον.
湖之后是通往弗伦塔尼人和布卡的航道;从湖到布卡以及到加尔加农的距离各为二百斯塔德。
τὰ δʼ ἑξῆς τοῖς περὶ Βοῦκαν εἴρηται πρότερον.
关于布卡之后接下来的情况,前面已经提到过了。

词汇与语法注释

  1. §6.3.10ὁ χωρογράφος — 指罗马官方的地理测量图(极可能与马尔库斯·维普萨尼乌斯·阿格里帕的世界地图及其注释有关)或其编纂者。斯特拉波在地理学著作中经常将其作为距离的标准权威加以引用。
  2. §6.3.10οὐχ ὁμολογοῦντες — 现在分词复数主格。指代前句的主语波利比乌斯或一般的地理学家们。与随后的分词 `ἀποφαίνοντες` 和 `καθιστάντες` 一起,构成了对广为流传的伊利里亚海岸测量值提出异议的论理逻辑。
  3. §6.3.10ἐκείνου πολὺ ἐλάττονα ὄντα — 宾格分词短语 `πολὺ ἐλάττονα ὄντα` 伴随着比较属格 `ἐκείνου`(指意大利侧的距离),起让步分词结构的作用,意为“尽管它(伊利里亚侧的实际距离)实际上比那个(意大利侧的距离)要小得多”。
  4. §6.3.11καθʼ ὃ — 前置词 κατά 与关系代词中性单数宾格 ὅ 的结合,意为“在那个(泰阿努姆所在的)地方”或“在那一点上”,限定了意大利半岛宽度收缩得最厉害的地理位置。

引用这一段

斯特拉波, 地理学 §6.3.10-6.3.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.3.10-6.3.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。