Humanitext Reader

斯特拉波 · 地理学 §6.3.1-6.3.2

伊阿庇吉亚的地理与塔拉斯的建城传说

第 191 段,共 577 段 · 希腊语

内容简介

本节介绍了继梅塔蓬蒂翁之后的伊阿庇吉亚(梅萨皮亚)地区的地理状况,详述了位于地峡的城市塔拉斯(塔兰托)的港湾及名胜,并阐述了斯巴达帕特尼亚人的阴谋以及法兰托斯建立该城的历史起源。

§6.3.1ἐπεληλυθόσι δʼ ἡμῖν τὰ περὶ τὴν ἀρχαίαν Ἰταλίαν μέχρι Μεταποντίου τὰ συνεχῆ λεκτέον.
既然我们已经巡视了关于古意大利直至梅塔蓬蒂翁的部分,接下来必须讲述与之相连的地区。
συνεχὴς δʼ ἐστὶν ἡ Ἰαπυγία· ταύτην δὲ καὶ Μεσσαπίαν καλοῦσιν οἱ Ἕλληνες, οἱ δʼ ἐπιχώριοι κατὰ μέρη τὸ μέν τι Σαλεντίνους καλοῦσι τὸ περὶ τὴν ἄκραν τὴν Ἰαπυγίαν, τὸ δὲ Καλαβρούς.
与它相连的是伊阿庇吉亚;希腊人也称之为梅萨皮亚,但当地居民则按区域称呼它,将伊阿庇吉亚角周围的部分称为萨伦蒂诺人,另一部分称为卡拉布里人。
ὑπὲρ τούτους πρόσβορροι Πευκέτιοί τέ εἰσι καὶ Δαύνιοι κατὰ τὴν Ἑλλάδα διάλεκτον προσαγορευόμενοι, οἱ δʼ ἐπιχώριοι πᾶσαν τὴν μετὰ τοὺς Καλαβροὺς Ἀπουλίαν καλοῦσι· τινὲς δʼ αὐτῶν καὶ Ποίδικλοι λέγονται, καὶ μάλιστα οἱ Πευκέτιοι.
在这些人的上方,朝向北方的是佩乌凯蒂人和达乌尼人(这是按希腊语的称呼),而当地居民则将卡拉布里人之后的整个地区称为阿普利亚;他们中的一些人也被称为波伊迪克利人,尤其是佩乌凯蒂人。
ἔστι δέ τι ἐπιχερρονησιάζουσα ἡ Μεσσαπία τῷ ἀπὸ Βρεντεσίου μέχρι Τάραντος ἰσθμῷ κλειομένη σταδίων δέκα καὶ τριακοσίων.
梅萨皮亚在一定程度上呈半岛状,被从布伦特西翁到塔拉斯之间长达三百一十斯塔迪翁的地峡所封闭。
ὅ τε περίπλους ἐστὶ περὶ τὴν ἄκραν Ἰαπυγίαν σταδίων ὁμοῦ τι τετρακοσίων.
而绕行伊阿庇吉亚角的航程总共大约是四百斯塔迪翁。
τοῦ δὲ Μεταποντίου μὲν διέχει σταδίους περὶ διακοσίους καὶ, ὁ δὲ πλοῦς ἐπʼ αὐτὸν πρὸς τὰς ἀνατολάς.
塔拉斯距离梅塔蓬蒂翁大约两百和[若干]斯塔迪翁,前往那里的航程是向东。
τοῦ δὲ κόλπου παντὸς τοῦ Ταραντίνου τὸ πλέον ἀλιμένου ὄντος, ἐνταῦθα ἐστι μέγιστος καὶ κάλλιστος γεφύρᾳ κλειόμενος μεγάλῃ, σταδίων δʼ ἐστὶν ἑκατὸν τὴν περίμετρον.
虽然整个塔兰托湾的大部分地区都缺少港口,但在此处却有一个非常大且优美的港口,由一座大桥封闭,其周长为一百斯塔迪翁。
ἐκ δὲ τοῦ πρὸς τὸν μυχὸν μέρους ἰσθμὸν ποιεῖ πρὸς τὴν ἔξω θάλατταν, ὥστʼ ἐπὶ χερρονήσῳ κεῖσθαι τὴν πόλιν καὶ τὰ πλοῖα ὑπερνεωλκεῖσθαι ῥᾳδίως ἑκατέρωθεν ταπεινοῦ ὄντος τοῦ αὐχένος.
在靠近湾内最深处的部分,它与外海形成了一个地峡,因此城市坐落在一个半岛上,而且由于地峡地势低平,船只很容易从两侧被拖拉过境。
ταπεινὸν δὲ καὶ τὸ τῆς πόλεως ἔδαφος, μικρὸν δʼ ὅμως ἐπῆρται κατὰ τὴν ἀκρόπολιν.
城市的地面也很低平,但在阿克罗波利斯处还是略微隆起。
τὸ μὲν οὖν παλαιὸν τεῖχος κύκλον ἔχει μέγαν, νυνὶ δʼ ἐκλέλειπται τὸ πλέον τὸ πρὸς τῷ ἰσθμῷ, τὸ δὲ πρὸς τῷ στόματι τοῦ λιμένος, καθʼ ὃ καὶ ἡ ἀκρόπολις, συμμένει μέγεθος ἀξιολόγου πόλεως ἐκπληροῦν.
过去古老的城墙有一个巨大的周长,但现在靠近地峡的大部分已被废弃,而靠近港口入口的部分,即阿克罗波利斯所在的地方,仍然保留着,充实了一座显赫城市的规模。
ἔχει δὲ γυμνάσιόν τε κάλλιστον καὶ ἀγορὰν εὐμεγέθη, ἐν ᾗ καὶ ὁ τοῦ Διὸς ἵδρυται κολοσσὸς χαλκοῦς, μέγιστος μετὰ τὸν Ῥοδίων.
这里有一个非常美丽的体育馆和一个宽敞的广场,其中还立着青铜制的宙斯巨像,其大小仅次于罗得岛的巨像。
μεταξὺ δὲ τῆς ἀγορᾶς καὶ τοῦ στόματος ἡ ἀκρόπολις μικρὰ λείψανα ἔχουσα τοῦ παλαιοῦ κόσμου τῶν ἀναθημάτων· τὰ γὰρ πολλὰ τὰ μὲν κατέφθειραν Καρχηδόνιοι λαβόντες τὴν πόλιν, τὰ δʼ ἐλαφυραγώγησαν Ῥωμαῖοι κρατήσαντες βιαίως· ὧν ἐστι καὶ ὁ Ἡρακλῆς ἐν τῷ Καπετωλίῳ χαλκοῦς κολοσσικός, Λυσίππου ἔργον, ἀνάθημα Μαξίμου Φαβίου τοῦ ἑλόντος τὴν πόλιν.
在广场和港口入口之间是阿克罗波利斯,仅保留着古代奉纳品装饰的微小遗迹;因为迦太基人在占领该城时摧毁了大部分,而罗马人在强力征服时掠夺了其余部分;其中也包括卡皮托林山上的青铜巨型赫拉克勒斯像,这是利西普斯的作品,由攻占该城的马克西穆斯·法比乌斯奉献。
§6.3.2περὶ δὲ τῆς κτίσεως Ἀντίοχος λέγων φησὶν ὅτι τοῦ Μεσσηνιακοῦ πολέμου γενηθέντος οἱ μὴ μετασχόντες Λακεδαιμονίων τῆς στρατείας ἐκρίθησαν δοῦλοι καὶ ὠνομάσθησαν Εἵλωτες, ὅσοις δὲ κατὰ τὴν στρατείαν παῖδες ἐγένοντο, Παρθενίας ἐκάλουν καὶ ἀτίμους ἔκριναν· οἱ δʼ οὐκ ἀνασχόμενοι (πολλοὶ δʼ ἦσαν) ἐπεβούλευσαν τοῖς τοῦ δήμου.
关于建城,安条克说,当美塞尼亚战争发生时,拉刻代蒙人中那些没有参加远征的人被判为奴隶,并被命名为黑劳士,而在远征期间出生的孩子则被称为帕特尼亚人,并被判定为无公民权者;他们无法忍受这一点(而且他们人数众多),于是图谋反抗公民。
αἰσθόμενοι δʼ ὑπέπεμψάν τινας, οἳ προσποιήσει φιλίας ἔμελλον ἐξαγγέλλειν τὸν τρόπον τῆς ἐπιβουλῆς.
但公民们察觉到了这一点,便暗中派遣了一些人,让他们假装友好以报告阴谋的方式。
τούτων δʼ ἦν καὶ Φάλανθος, ὅσπερ ἐδόκει προστάτης ὑπάρχειν αὐτῶν, οὐκ ἠρέσκετο δʼ ἁπλῶς τοῖς περὶ τῆς βουλῆς ὀνομασθεῖσι.
在这些人中也有法兰托斯,他似乎是他们的领袖,但他对那些被列为阴谋首脑的人一点也不满意。
συνέκειτο μὲν δὴ τοῖς Ὑακινθίοις ἐν τῷ Ἀμυκλαίῳ συντελουμένου τοῦ ἀγῶνος, ἡνίκʼ ἂν τὴν περίθηται ὁ Φάλανθος, ποιεῖσθαι τὴν ἐπίθεσιν· γνώριμοι δʼ ἦσαν ἀπὸ τῆς κόμης οἱ τοῦ δήμου.
双方曾约定,在阿米克莱翁举行海辛瑟斯节竞技会期间,当法兰托斯戴上头盔时,便发动袭击;而公民们则可以通过发型来识别。
ἐξαγγειλάντων δὲ λάθρᾳ τὰ συγκείμενα τῶν περὶ Φάλανθον καὶ τοῦ ἀγῶνος ἐνεστῶτος, προελθὼν ὁ κῆρυξ εἶπε μὴ περιθέσθαι κυνῆν Φάλανθον.
但当法兰托斯及其同伙暗中报告了约定之事,且竞技会正在进行时,传令官走上前来说,法兰托斯不要戴上头盔。
οἱ δʼ αἰσθόμενοι ὡς μεμηνύκασι τὴν ἐπιβουλὴν οἱ μὲν διεδίδρασκον οἱ δὲ ἱκέτευον.
他们察觉到阴谋已经败露,有的人便四处逃散,有的人则开始哀求。
κελεύσαντες δʼ αὐτοὺς θαρρεῖν φυλακῇ παρέδοσαν, τὸν δὲ Φάλανθον ἔπεμψαν εἰς θεοῦ περὶ ἀποικίας· ὁ δʼ ἔχρησε " Σατύριόν τοι δῶκα Τάραντά τε πίονα δῆμον οἰκῆσαι, καὶ πῆμα Ἰαπύγεσσι γενέσθαι.
公民们让他们不要害怕,将他们交付看管,而将法兰托斯派往神明那里去询问关于建立殖民地的事;神明给出了这样的神谕: “我已将萨图里翁赐予你,并让你居住在富饶的塔拉斯,且成为伊阿庇克斯人的祸害。
" ἧκον οὖν σὺν Φαλάνθῳ οἱ Παρθενίαι, καὶ ἐδέξαντο αὐτοὺς οἵ τε βάρβαροι καὶ οἱ Κρῆτες οἱ προκατασχόντες τὸν τόπον.
” 于是帕特尼亚人与法兰托斯一同到达,先占领该地的蛮族和克里特人都接纳了他们。
τούτους δʼ εἶναί φασι τοὺς μετὰ Μίνω πλεύσαντας εἰς Σικελίαν, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τὴν ἐν Καμικοῖς παρὰ Κωκάλῳ συμβᾶσαν ἀπάραντας ἐκ Σικελίας κατὰ δὲ τὸν ἀνάπλουν δεῦρο παρωσθέντας, ὧν τινὰς ὕστερον πεζῇ περιελθόντας τὸν Ἀδρίαν μέχρι Μακεδονίας Βοττιαίους προσαγορευθῆναι.
据说这些克里特人是随米诺斯航行到西西里的那些人,在米诺斯于卡米科伊的科卡洛斯处死后,他们离开西西里,但在回航时被驱逐到这里;他们中的一些人后来徒步绕过亚得里亚海,直到马其顿,被称为波提亚伊人。
Ἰάπυγας δὲ λεχθῆναι πάντας φασὶ μέχρι τῆς Δαυνίας ἀπὸ Ἰάπυγος, ὃν ἐκ Κρήσσης γυναικὸς Δαιδάλῳ γενέσθαι φασὶ καὶ ἡγήσασθαι τῶν Κρητῶν· Τάραντα δʼ ὠνόμασαν ἀπὸ ἥρωός τινος τὴν πόλιν.
据说,由于伊阿庇克斯(据说他是代达罗斯与一个克里特妇女所生,并领导了克里特人)的缘故,直到达乌尼亚的全体人都被称为伊阿庇克斯人;而他们则以某位英雄的名字命名了这座城市。

词汇与语法注释

  1. §6.3.1ἐπεληλυθόσι δʼ ἡμῖν — 与格完美时分词 ἐπεληλυθόσι 与代词 ἡμῖν 一致,作为表示必要性的动词性形容词 λεκτέον(意为“必须被讲述”)的行为者(逻辑主语),构成了“对于已经巡视了……的我们来说,接下来的内容必须被讲述”的句式。
  2. §6.3.1τοῦ δὲ Μεταποντίου μὲν διέχει σταδίους περὶ διακοσίους καὶ , — 手稿传承中在 καὶ 之后遗失了具体的数词。此外,作不及物动词使用的 διέχει(距离)的主语在文中并未明确指出,但从上下文来看,它是指本节新引入的描述对象——城市“塔拉斯”(塔兰托)。
  3. §6.3.2οὐκ ἠρέσκετο δʼ ἁπλῶς τοῖς περὶ τῆς βουλῆς ὀνομασθεῖσι. — 此处的分词 `τοῖς ὀνομασθεῖσι` 既可以解释为中性复数(“关于该计划所决定/指名的事”),也可以解释为阳性复数(“被指定为阴谋首脑的人们”)。鉴于法兰托斯随后向公民泄露了秘密,这表现了他对同谋者(或该阴谋的具体激进内容)的不满或不赞同。
  4. §6.3.2ἡνίκʼ ἂν τὴν περίθηται — 在手稿中,阴性单数宾格冠词 `τὴν` 之后缺失了一个名词(具体指代“头盔”的 `κυνῆν`)。由于紧接着的句子中传令官宣告了 `μὴ περιθέσθαι κυνῆν`(不得戴上头盔),因此可以确定此处省略了 `κυνῆν`,并在理解时予以补充。

引用这一段

斯特拉波, 地理学 §6.3.1-6.3.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.3.1-6.3.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。