Humanitext Reader

斯特拉波 · 地理学 §5.4.8-5.4.9

维苏威火山与周边岛屿的地质特征

第 172 段,共 577 段 · 希腊语

内容简介

作者讨论了维苏威火山的物理特征及其火山活动史与周围土壤肥沃度的关系,并详细介绍了苏连托、卡普里岛及火山活动频繁的皮特库塞岛,从而阐明其地下火山带的关联。

§5.4.8Ἐχόμενον δὲ φρούριόν ἐστιν Ἡράκλειον ἐκκειμένην εἰς τὴν θάλατταν ἄκραν ἔχον, καταπνεομένην λιβὶ θαυμαστῶς ὥσθʼ ὑγιεινὴν ποιεῖν τὴν κατοικίαν.
紧邻其后的是赫拉克勒翁要塞,它拥有一个突入海中的岬角,西南风吹拂极为怡人,使得这片定居点非常适宜居住。
Ὄσκοι δὲ εἶχον καὶ ταύτην καὶ τὴν ἐφεξῆς Πομπηίαν ἣν παραρρεῖ ὁ Σάρνος ποταμός, εἶτα Τυρρηνοὶ καὶ Πελασγοί, μετὰ ταῦτα δὲ Σαυνῖται· καὶ οὗτοι δʼ ἐξέπεσον ἐκ τῶν τόπων.
奥斯坎人曾占领这里以及紧邻其后的庞贝(萨尔诺斯河流经其旁),随后是第勒尼安人和佩拉斯吉人,再后是萨姆奈特人;而这些民族也都被驱逐出了这些地方。
Νώλης δὲ καὶ Νουκερίας καὶ Ἀχερρῶν, ὁμωνύμου κατοικίας τῆς περὶ Κρέμωνα, ἐπίνειόν ἐστιν ἡ Πομπηία, παρὰ τῷ Σάρνῳ ποταμῷ καὶ δεχομένῳ τὰ φορτία καὶ ἐκπέμποντι.
庞贝是诺拉、努凯里亚和阿凯拉埃(与克雷莫纳附近的同名定居点同名)的港口,位于萨尔诺斯河畔,该河既接纳也运出货物。
ὑπέρκειται δὲ τῶν τόπων τούτων ὄρος τὸ Ὀυέσουιον, ἀγροῖς περιοικούμενον παγκάλοις πλὴν τῆς κορυφῆς· αὕτη δʼ ἐπίπεδος μὲν πολὺ μέρος ἐστίν, ἄκαρπος δʼ ὅλη, ἐκ δὲ τῆς ὄψεως τεφρώδης, καὶ κοιλάδας φαίνει σηραγγώδεις πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν, ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός, ὡς τεκμαίροιτʼ ἄν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατῆρας πυρός, σβεσθῆναι δʼ ἐπιλιπούσης τῆς ὕλης.
紧邻这些地方上方的是维苏威山,除了山顶外,它被极美丽的田园环绕;山顶的大部分是平坦的,但完全不毛,外观呈灰色,显露出颜色如烟熏般焦黑的岩石构成的洞穴状空洞,仿佛被火侵蚀了一般,由此人们可以推测这个地方以前曾燃烧过,并有火喷口,但在燃料耗尽时熄灭了。
τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλῳ τοῦτʼ αἴτιον, ὥσπερ ἐν τῇ Κατάνῃ, φασί, τὸ κατατεφρωθὲν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν.
也许这也就是周围土地肥沃的原因,正如他们所说,在卡塔纳,由埃特纳火山喷出的骨灰所形成的覆灰部分,使土地变得非常适合种植葡萄。
ἔχει μὲν γὰρ τὸ λιπαῖνον καὶ τὴν ἐκπυρουμένην βῶλον καὶ τὴν ἐκφέρουσαν τοὺς καρπούς· πλεονάζουσα μὲν οὖν τῷ λίπει πρὸς ἐκπύρωσιν ἐπιτηδεία, καθάπερ ἡ θειώδης πᾶσα, ἐξικμασθεῖσα δὲ καὶ λαβοῦσα σβέσιν καὶ ἐκτέφρωσιν εἰς καρπογονίαν μετέβαλε.
因为肥沃的成分既包含在燃烧的泥土中,也包含在结果实的泥土中;因此,当其地力过剩时,它便适于燃烧,就像所有含硫的土地一样,但当水分蒸发、熄灭并化为灰烬时,它就转变成了结果实的状态。
συνεχὲς δέ ἐστι τῇ Πομπηίᾳ τὸ Συρρεντὸν τῶν Καμπανῶν, ὅθεν πρόκειται τὸ Ἀθήναιον, ὅ τινες Σειρηνουσσῶν ἀκρωτήριον καλοῦσιν· ἔστι δὲ ἐπʼ ἄκρῳ μὲν Ἀθηνᾶς ἱερόν, ἵδρυμα Ὀδυσσέως.
与庞贝相连的是坎帕尼亚人的苏连托,雅典娜神庙由此延伸出去,有些人称其为塞壬之岬;岬角顶端有雅典娜神殿,是奥德修斯所建。
διάπλους δʼ ἐνθένδε βραχὺς εἰς Καπρέας νῆσον.
从这里渡海到卡普里岛的距离很短。
κάμψαντι δὲ τὴν ἄκραν νησῖδές εἰσιν ἔρημοι πετρώδεις ἃς καλοῦσι Σειρῆνας.
绕过岬角,有一些被称为塞壬的荒凉多石的小岛。
ἐκ δὲ τοῦ πρὸς Συρρεντὸν μέρους ἱερόν τι δείκνυται καὶ ἀναθήματα παλαιὰ τιμώντων τῶν πλησίον τόπον.
在面向苏连托的一侧,展示着某座神庙以及古老的奉献物,这是附近居民崇敬该地点的证明。
μέχρι μὲν δεῦρο ἔχει τέλος ὁ κόλπος ὁ κρατὴρ προσαγορευόμενος, ἀφοριζόμενος δυσὶν ἀκρωτηρίοις βλέπουσι πρὸς μεσημβρίαν, τῷ τε Μισηνῷ καὶ τῷ Ἀθηναίῳ.
到此为止,被称为克拉特的海湾结束了,该湾由面向南方的两个岬角——米塞农和雅典娜神庙岬角所界定。
ἅπας δʼ ἐστὶ κατεσκευασμένος τοῦτο μὲν ταῖς πόλεσιν ἃς ἔφαμεν, τοῦτο δὲ ταῖς οἰκοδομίαις καὶ φυτείαις, αἳ μεταξὺ συνεχεῖς οὖσαι μιᾶς πόλεως ὄψιν παρέχονται.
而整个海湾,一方面由我们所提到的城市装饰,另一方面由其间连续不断的建筑和庄稼地装饰,呈现出单一城市的景观。
§5.4.9τοῦ μὲν οὖν Μισηνοῦ πρόκειται νῆσος ἡ Προχύτη, Πιθηκουσσῶν δʼ ἔστιν ἀπόσπασμα.
现在,在米塞农的前方是普罗奇达岛,它是从皮特库塞岛上分裂出来的一部分。
Πιθηκούσσας δʼ Ἐρετριεῖς ᾤκισαν καὶ Χαλκιδεῖς, εὐτυχήσαντες διʼ εὐκαρπίαν καὶ διὰ τὰ χρυσεῖα ἐξέλιπον τὴν νῆσον κατὰ στάσιν, ὕστερον δὲ καὶ ὑπὸ σεισμῶν ἐξελαθέντες καὶ ἀναφυσημάτων πυρὸς καὶ θαλάττης καὶ θερμῶν ὑδάτων· ἔχει γὰρ τοιαύτας ἀποφορὰς ἡ νῆσος, ὑφʼ ὧν καὶ οἱ πεμφθέντες παρὰ Ἱέρωνος τοῦ τυράννου τῶν Συρακοσίων ἐξέλιπον τὸ κατασκευασθὲν ὑφʼ ἑαυτῶν τεῖχος καὶ τὴν νῆσον· ἐπελθόντες δὲ Νεαπολῖται κατέσχον.
埃雷特里亚人和卡尔基斯人曾殖民皮特库塞,虽然他们因土地肥沃和金矿而繁荣,但因内讧而放弃了该岛,后来又因地震以及火、海和温热泉的喷发而被赶出;因为该岛有这样的喷出物,由于这些喷出物,叙拉古僭主希伦派遣的人也放弃了由他们自己修筑的防御工事和该岛;随后内亚波利斯人来并占领了它。
ἐντεῦθεν καὶ ὁ μῦθος ὅτι φασὶ τὸν Τυφῶνα ὑποκεῖσθαι τῇ νήσῳ ταύτῃ, στρεφομένου δὲ τὰς φλόγας ἀναφυσᾶσθαι καὶ τὰ ὕδατα, ἔστι δʼ ὅτε καὶ νησῖδας ἐχούσας ζέον ὕδωρ.
因此也产生了这样的神话:人们说提丰躺在这座岛屿下方,当他翻身时,火焰和水便喷发出来,有时甚至会喷出带有沸水的小岛。
πιθανώτερον δὲ Πίνδαρος εἴρηκεν ἐκ τῶν φαινομένων ὁρμηθείς, ὅτι πᾶς ὁ πόρος οὗτος ἀπὸ τῆς Κυμαίας ἀρξάμενος μέχρι τῆς Σικελίας διάπυρός ἐστι καὶ κατὰ βάθους ἔχει κοιλίας τινὰς εἰς ἓν συναπτούσας πρός τε ἀλλήλας καὶ πρὸς τὴν ἤπειρον.
但品达从现象出发,说得更有说服力,即:从库麦地区开始一直到西西里岛的整条水道下方都是极热的,并且在地下深处有某些空洞,它们彼此相连并与大陆相连。
διόπερ ἥ τε Αἴτνη τοιαύτην ἔχειν δείκνυται φύσιν οἵαν ἱστοροῦσιν ἅπαντες, καὶ αἱ τῶν Λιπαραίων νῆσοι καὶ τὰ περὶ τὴν Δικαιάρχειαν καὶ Νεάπολιν καὶ Βαίας χωρία καὶ αἱ Πιθηκοῦσσαι.
因此,不仅埃特纳火山显示出所有人记载的那种性质,而且利帕里群岛、以及迪凯阿尔基亚、内亚波利斯、拜埃周围的地区和皮特库塞也是如此。
ταῦτʼ οὖν διανοηθεὶς τῷ παντὶ τόπῳ τούτῳ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνα νῦν γε μὰν ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα.
品达考虑到这一点,说提丰躺在整个这一地区下方: “然而,现在库麦之上限制海洋的山丘和西西里,压在他毛茸茸的胸膛上。
καὶ Τίμαιος δὲ περὶ τῶν Πιθηκουσσῶν φησιν ὑπὸ τῶν παλαιῶν πολλὰ παραδοξολογεῖσθαι, μικρὸν δὲ πρὸ ἑαυτοῦ τὸν Ἐπωπέα λόφον ἐν μέσῃ τῇ νήσῳ τιναγέντα ὑπὸ σεισμῶν ἀναβαλεῖν πῦρ καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάττης ἐξῶσαι ἐπὶ τὸ πέλαγος, τὸ δʼ ἐκτεφρωθὲν τῆς γῆς μετεωρισμὸν λαβὸν κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον, καὶ ἐπὶ τρεῖς τὴν θάλατταν ἀναχωρῆσαι σταδίους, ἀναχωρήσασαν δὲ μετʼ οὐ πολὺ ὑποστρέψαι καὶ τῇ παλιρροίᾳ κατακλύσαι τὴν νῆσον, καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῇ πυρός· ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῇ ἠπείρῳ φυγεῖν ἐκ τῆς παραλίας εἰς τὴν Καμπανίαν.
” 提迈奥斯也关于皮特库塞说,古人传述了许多奇闻轶事,并且在他自己时代前不久,位于岛中央的埃波培乌斯山丘被地震震动,喷出火来,并将它与海洋之间的土地推向海中;化为灰烬的大地飞扬起来,又像旋风一样降落在岛上,海水退去了三斯塔迪翁,但退去后不久又返回,以逆流淹没了该岛,并熄灭了岛上的火;由于这巨响,大陆上的人们从海岸逃到了坎帕尼亚内陆。
δοκεῖ δὲ τὰ θερμὰ ὕδατα ἐνταῦθα θεραπεύειν τοὺς λιθιῶντας.
这里的温热泉被认为能治疗结石患者。
αἱ δὲ Καπρέαι δύο πολίχνας εἶχον τὸ παλαιόν, ὕστερον δὲ μίαν.
而卡普里在古代有两个小城镇,后来只有一个。
Νεαπολῖται δὲ καὶ ταύτην κατέσχον, πολέμῳ δὲ ἀποβαλόντες τὰς Πιθηκούσσας ἀπέλαβον πάλιν, δόντος αὐτοῖς Καίσαρος τοῦ Σεβαστοῦ, τὰς δὲ Καπρέας ἴδιον ποιησαμένου κτῆμα καὶ κατοικοδομήσαντος.
内亚波利斯人也曾占领这里,但在战争中失去皮特库塞后,他们又重新得到了它,这是因为奥古斯都凯萨将它让给他们,而将卡普里据为己有并在其上建造房屋。
αἱ μὲν οὖν παράλιοι πόλεις τῶν Καμπανῶν καὶ αἱ προκείμεναι νῆσοι τοιαῦται.
那么,坎帕尼亚的沿海城市和位于其前方的岛屿就是这样的。

词汇与语法注释

  1. p.340ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός — ὡς ἂν 与属格分词连用,表示假设性的比较或比喻,意为“仿佛被火侵蚀了一般”。
  2. p.340ἔχει μὲν γὰρ τὸ λιπαῖνον καὶ τὴν ἐκπυρουμένην βῶλον καὶ τὴν ἐκφέρουσαν τοὺς καρπούς — 在此句中,名词化的中性分词 τὸ λιπαῖνον(使肥沃的要素/地力成分)是主动词 ἔχει 的主语,而其后的两个宾格短语 τὴν ἐκπυρουμένην βῶλον(燃烧的土块)与 τὴν ἐκφέρουσαν τοὺς καρπούς(结果实的土块)则是它的宾语。这说明了这种肥沃特质兼具可燃阶段与结实阶段的双重属性。
  3. p.342δόντος αὐτοῖς Καίσαρος τοῦ Σεβαστοῦ, τὰς δὲ Καπρέας ἴδιον ποιησαμένου κτῆμα καὶ κατοικοδομήσαντος — 这是一连串以奥古斯都皇帝(属格形式为 Καῖσαρ ὁ Σεβαστός)为逻辑主语的独立属格结构(δόντος..., ποιησαμένου..., κατοικοδομήσαντος)。它描述了历史上的交换:奥古斯都将卡普里岛据为己有并兴建别墅,而作为补偿,将皮特库塞岛归还给内亚波利斯人。

引用这一段

斯特拉波, 地理学 §5.4.8-5.4.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.4.8-5.4.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。