§5.3.11̔η Ὀυαλερία δʼ ἄρχεται μὲν ἀπὸ Τιβούρων, ἄγει δʼ ἐπὶ Μαρσοὺς καὶ Κορφίνιον τὴν τῶν Πελίγνων μητρόπολιν.
瓦莱里亚大道起点于蒂布尔,通往马尔西人的领地和佩利尼人的首都科尔菲尼乌姆。
εἰσὶ δʼ ἐν αὐτῇ Λατῖναι πόλεις Ὀυαρία τε καὶ Καρσέολοι καὶ Ἄλβα, πλησίον δὲ καὶ πόλις Κούκουλον.
其沿线有拉丁城市瓦里亚、卡尔塞奥利和阿尔巴,附近还有城市库库鲁姆。
ἐν ὄψει δʼ εἰσὶ τοῖς ἐν Ῥώμῃ Τίβουρά τε καὶ Πραινεστὸς καὶ Τοῦσκλον.
在罗马的人可以望见蒂布尔、普赖内斯特和图斯库鲁姆。
Τίβουρα μέν, ᾗ τὸ Ἡράκλειον καὶ ὁ καταράκτης, ὃν ποιεῖ πλωτὸς ὢν ὁ Ἀνίων ἀφʼ ὕψους μεγάλου καταπίπτων εἰς φάραγγα βαθεῖαν καὶ καταλσῆ πρὸς αὐτῇ τῇ πόλει.
首先是蒂布尔,那里有赫拉克勒斯神庙,还有瀑布。 这个瀑布是由于阿尼奥河(它是可航行之河)从极高处坠入紧邻该城的一个林木茂密、深邃的峡谷而形成的。
ἐντεῦθεν δὲ διέξεισι πεδίον εὐκαρπότατον παρὰ τὰ μέταλλα τοῦ λίθου τοῦ Τιβουρτίνου καὶ τοῦ ἐν Γαβίοις τοῦ καὶ ἐρυθροῦ λεγομένου, ὥστε τὴν ἐκ τῶν μετάλλων ἐξαγωγὴν καὶ τὴν πορθμείαν εὐμαρῆ τελέως εἶναι, τῶν πλείστων ἔργων τῆς Ῥώμης ἐντεῦθεν κατασκευαζομένων.
从那里,河水流经一片极肥沃的平原,经过蒂布尔石的采石场,以及加比衣的采石场(这种石也被称为红石)。 其结果是,采石场的搬运和水路运输完全便利,罗马的大多数建筑物都是用从那里运来的材料建造的。
ἐν δὲ τῷ πεδίῳ τούτῳ καὶ τὰ Ἄλβουλα καλούμενα ῥεῖ ὕδατα ψυχρὰ ἐκ πολλῶν πηγῶν, πρὸς ποικίλας νόσους καὶ πίνουσι καὶ ἐγκαθημένοις ὑγιεινά· τοιαῦτα δὲ καὶ τὰ Λαβανά, οὐκ ἄπωθεν τούτων ἐν τῇ Νωμεντανῇ καὶ τοῖς περὶ Ἠρητὸν τόποις.
在这片平原上,还流淌着被称为阿尔布拉的冷水,源自许多水源,无论是饮用还是浸泡,对各种疾病都非常健康;拉巴纳泉也具有同样的性质,距离这些不远,位于诺门塔纳大道上以及埃雷图姆周边的地区。
Πραινεστὸς δʼ ἐστὶν ὅπου τὸ τῆς Τύχης ἱερὸν ἐπίσημον χρηστηριάζον.
普赖内斯特则是著名的、传达神谕的福尔图娜神庙的所在地。
ἀμφότεραι δʼ αἱ πόλεις αὗται τῇ αὐτῇ προσιδρυμέναι τυγχάνουσιν ὀρεινῇ, διέχουσι δʼ ἀλλήλων ὅσον σταδίους ἑκατόν, τῆς δὲ Ῥώμης Πραινεστὸς μὲν καὶ διπλάσιον, Τίβουρα δʼ ἔλαττον.
这两座城市碰巧坐落在同一山脉上,彼此相距约一百斯塔迪翁,而与罗马相比,普赖内斯特的距离是其两倍,蒂布尔的距离则较短。
φασὶ δʼ Ἑλληνίδας ἀμφοτέρας· Πραινεστὸν γοῦν Πολυστέφανον καλεῖσθαι πρότερον.
人们说这两座城市都是希腊起源的;至少普赖内斯特以前被称为波吕斯特法诺斯。
ἐρυμνὴ μὲν οὖν ἑκατέρα, πολὺ δʼ ἐρυμνοτέρα Πραινεστός·
虽然两座城市都地势险要,但普赖内斯特要险要得多。
ἄκραν γὰρ ἔχει τῆς μὲν πόλεως ὕπερθεν ὄρος ὑψηλόν, ὄπισθεν δʼ ἀπὸ τῆς συνεχούσης ὀρεινῆς αὐχένι διεζευγμένον, ὑπεραῖρον καὶ δυσὶ σταδίοις τούτου πρὸς ὀρθίαν ἀνάβασιν.
因为该城上方有一座高山作为其卫城,其后部通过一个山坳与连绵的山脉相隔,且以陡峭的坡度高出其两个斯塔迪翁。
πρὸς δὲ τῇ ἐρυμνότητι καὶ διώρυξι κρυπταῖς διατέτρηται πανταχόθεν μέχρι τῶν πεδίων ταῖς μὲν ὑδρείας χάριν ταῖς δʼ ἐξόδων λαθραίων, ὧν ἐν μιᾷ Μάριος πολιορκούμενος ἀπέθανε.
除了地势险要之外,它还被暗道从四面八方贯穿直至平原,有些为了取水,有些为了秘密出口,其中在一条暗道中,马里乌斯在被围困时死去。
ταῖς μὲν οὖν ἄλλαις πόλεσι πλεῖστον τὸ εὐερκὲς πρὸς ἀγαθοῦ τίθεται, Πραινεστίνοις δὲ συμφορὰ γεγένηται διὰ τὰς Ῥωμαίων στάσεις.
因此,对其他城市而言,坚固的防御被视为极大的益处,而对普赖内斯特人来说,由于罗马的内乱,这却成了一场灾难。
καταφεύγουσι γὰρ ἐκεῖσε οἱ νεωτερίσαντες· ἐκπολιορκηθέντων δέ, πρὸς τῇ κακώσει τῆς πόλεως καὶ τὴν χώραν ἀπαλλοτριοῦσθαι συμβαίνει, τῆς αἰτίας μεταφερομένης ἐπὶ τοὺς ἀναιτίους.
因为叛乱者会逃往那里;而当他们被围困并攻克时,伴随着城市的破坏,其土地也会被没收,罪责被转嫁到了无辜者的身上。
ῥεῖ δὲ διὰ τῆς χώρας Ὀυέρεστις ποταμός.
流经该地区的是韦雷斯蒂斯河。
πρὸς ἕω δὲ τῆς Ῥώμης εἰσὶν αἱ λεχθεῖσαι πόλεις.
上述城市均位于罗马的东部。