§5.3.5̔́απασα δʼ ἐστὶν εὐδαίμων καὶ παμφόρος, πλὴν ὀλίγων χωρίων τῶν κατὰ τὴν παραλίαν ὅσα ἑλώδη καὶ νοσερά, οἷα τὰ τῶν Ἀρδεατῶν καὶ τὰ μεταξὺ Ἀντίου καὶ Λανουίου μέχρι Πωμεντίνου καί τινων τῆς Σητίνης χωρίων καὶ τῆς περὶ Ταρρακῖναν καὶ τὸ Κιρκαῖον ἢ εἴ τινα ὀρεινὰ καὶ πετρώδη·
拉提乌姆全境都十分富饶,物产丰富,只有沿海少数几处沼泽和有害健康的地区例外,如阿尔德亚人的土地、安蒂乌姆与拉努维乌姆之间直到波梅蒂亚平原的地区、塞蒂亚的部分土地、塔尔拉基纳和基尔凯翁周边,以及一些多山和岩石地带。
καὶ ταῦτα δʼ οὐ τελέως ἀργὰ οὐδʼ ἄχρηστα, ἀλλὰ νομὰς παρέχει δαψιλεῖς ἢ ὕλην ἢ καρπούς τινας ἑλείους ἢ πετραίους·
然而,即使是这些地方也不是完全荒废或无用的,而是提供了丰富的牧草、木材,或某些沼泽和岩石地带特有的果实。
τὸ δὲ Καίκουβον ἑλῶδες ὂν εὐοινοτάτην ἄμπελον τρέφει τὴν δενδρῖτιν.
凯库布姆虽然是湿地,却培育着高木缠绕的葡萄,生产出极佳的葡萄酒。
πόλεις δʼ ἐπὶ θαλάττῃ μὲν τῶν Λατίνων εἰσὶ τά τε Ὤστια, πόλις ἀλίμενος διὰ τὴν πρόσχωσιν ἣν ὁ Τίβερις παρασκευάζει πληρούμενος ἐκ πολλῶν ποταμῶν·
在拉丁人的沿海城市中,首先是奥斯蒂亚,该城因提贝里士河汇集众多支流导致泥沙淤积而没有港口。
παρακινδύνως μὲν οὖν ὁρμίζονται μετέωρα ἐν τῷ σάλῳ τὰ ναυκλήρια, τὸ μέντοι λυσιτελὲς νικᾷ·
因此,商船在海上波涛中冒险停泊,但利益战胜了危险。
καὶ γὰρ ἡ τῶν ὑπηρετικῶν σκαφῶν εὐπορία τῶν ἐκδεχομένων τὰ φορτία καὶ ἀντιφορτιζόντων ταχὺν ποιεῖ τὸν ἀπόπλουν πρὶν ἢ τοῦ ποταμοῦ ἅψασθαι, καὶ μέρους ἀποκουφισθέντος εἰσπλεῖ καὶ ἀνάγεται μέχρι τῆς Ῥώμης, σταδίους ἑκατὸν ἐνενήκοντα.
因为有大量辅助船只接引货物并重新装载,使船只在进入河流前就能迅速启航,而当船只减轻了一部分重量后,便能驶入并溯流而上,直达一百九十斯塔迪翁之外的罗马。
κτίσμα δʼ ἐστὶ τὰ Ὤστια Ἄγκου Μαρκίου.
奥斯蒂亚是安克斯·马尔基乌斯所建。
αὕτη μὲν ἡ πόλις τοιαύτη.
该城的情况便是如此。
ἑξῆς δʼ ἐστὶν Ἄντιον, ἀλίμενος καὶ αὐτὴ πόλις· ἵδρυται δʼ ἐπὶ πέτραις, διέχει δὲ τῶν Ὠστίων περὶ διακοσίους ἑξήκοντα σταδίους.
接下来是安蒂乌姆,它也是一座没有港口的城市,建在岩石之上,距离奥斯蒂亚约二百六十斯塔迪翁。
νυνὶ μὲν οὖν ἀνεῖται τοῖς ἡγεμόσιν εἰς σχολὴν καὶ ἄνεσιν τῶν πολιτικῶν, ὅτε λάβοιεν καιρόν, καὶ διὰ τοῦτο κατῳκοδόμηνται πολυτελεῖς οἰκήσεις ἐν τῇ πόλει συχναὶ πρὸς τὰς τοιαύτας ἐπιδημίας.
如今,该城已被让渡给统治者们,以便他们在国事之余获得闲暇和休息,因此城中建有许多奢华的住宅,以供此类旅居之用。
καὶ πρότερον δὲ ναῦς ἐκέκτηντο καὶ ἐκοινώνουν τῶν λῃστηρίων τοῖς Τυρρηνοῖς, καίπερ ἤδη Ῥωμαίοις ὑπακούοντες.
在早先时候,尽管他们已经臣服于罗马人,但仍拥有船只,并与第勒尼安人共同参与海盗活动。
διόπερ καὶ Ἀλέξανδρος πρότερον ἐγκαλῶν ἐπέστειλε, καὶ Δημήτριος ὕστερον, τοὺς ἁλόντας τῶν λῃστῶν ἀναπέμπων τοῖς Ῥωμαίοις, χαρίζεσθαι μὲν αὐτοῖς ἔφη τὰ σώματα διὰ τὴν πρὸς τοὺς Ἕλληνας συγγένειαν, οὐκ ἀξιοῦν δὲ τοὺς αὐτοὺς ἄνδρας στρατηγεῖν τε ἅμα τῆς Ἰταλίας καὶ λῃστήρια ἐκπέμπειν, καὶ ἐν μὲν τῇ ἀγορᾷ Διοσκούρων ἱερὸν ἱδρυσαμένους τιμᾶν οὓς πάντες σωτῆρας ὀνομάζουσιν, εἰς δὲ τὴν Ἑλλάδα πέμπειν τὴν ἐκείνων πατρίδα τοὺς λεηλατήσοντας.
因此,起初亚历山大曾写信谴责,后来德米特里也送还了捕获的海盗给罗马人,并表示,由于与希腊人的亲缘关系,他愿意释放这些海盗的肉身,但认为同样的一群人既统治意大利又派遣海盗是极不相称的,并且,他们在广场上建立神庙敬奉被所有人称为救星的迪奥斯库洛伊,却向那两位神明的故乡希腊派遣掠夺者。
ἔπαυσαν δʼ αὐτοὺς Ῥωμαῖοι τῆς τοιαύτης ἐπιτηδεύσεως.
罗马人最终禁止了他们的这种勾当。
ἀνὰ μέσον δὲ τούτων τῶν πόλεων ἐστὶ τὸ Λαουίνιον, ἔχον κοινὸν τῶν Λατίνων ἱερὸν Ἀφροδίτης· ἐπιμελοῦνται δʼ αὐτοῦ διὰ προπόλων Ἀρδεᾶται· εἶτα Λαυρεντόν.
在这些城市之间是拉维尼乌姆,它有一座拉丁人共有的阿芙罗狄忒神庙,由阿尔德亚人通过神官进行管理;随后是劳伦图姆。
ὑπέρκειται δὲ τούτων ἡ Ἀρδέα κατοικία Ῥουτούλων ἐν ἑβδομήκοντα σταδίοις ἀπὸ τῆς θαλάττης.
在这些城市上方是阿尔德亚,即鲁图利人的居所,距离海岸七十斯塔迪翁。
ἔστι δὲ καὶ ταύτης πλησίον Ἀφροδίσιον, ὅπου πανηγυρίζουσι Λατῖνοι.
在此附近还有一座阿芙罗狄西翁,拉丁人在此举行盛大的节日。
Σαυνῖται δʼ ἐπόρθησαν τοὺς τόπους καὶ λείπεται μὲν ἴχνη πόλεων, ἔνδοξα δὲ διὰ τὴν Αἰνείου γέγονεν ἐπιδημίαν καὶ τὰς ἱεροποιίας, ἐξ ἐκείνων τῶν χρόνων παραδεδόσθαι φασί.
萨乌尼特斯人曾蹂躏这些地方,如今仅存城市的遗迹,但因为埃涅阿斯的到来以及据称自那时起流传下来的祭祀仪式而闻名。