Humanitext Reader

斯特拉波 · 地理学 §5.3.6

从基尔凯翁到西努埃萨的沿海地区与城市

第 162 段,共 577 段 · 希腊语

内容简介

作者描绘了从基尔凯翁到西努埃萨的拉提乌姆沿海城市和地理特征,并融入了阿appia大道的铺设、运河航运、奥斯克方言的保留以及地名由来等历史与民族轶事。

§5.3.6μετὰ δὲ Ἄντιον τὸ Κιρκαῖον ἐστὶν ἐν διακοσίοις καὶ ἐνενήκοντα σταδίοις ὄρος νησίζον θαλάττῃ τε καὶ ἕλεσι· φασὶ δὲ καὶ πολύρριζον εἶναι, τάχα τῷ μύθῳ τῷ περὶ τῆς Κίρκης συνοικειοῦντες.
安蒂乌姆之后是相距二百九十斯塔迪翁的基尔凯翁,这是一座因被海洋和沼泽环绕而形成岛屿状的山丘;人们还说这里盛产根茎植物,也许是为了迎合关于喀耳刻的神话。
ἔχει δὲ πολίχνιον καὶ Κίρκης ἱερὸν καὶ Ἀθηνᾶς βωμόν, δείκνυσθαι δὲ καὶ φιάλην τινά φασιν Ὀδυσσέως.
这里有一座小城镇、一座喀耳刻神庙和一座雅典娜祭坛,据说还展示着奥德修斯的某个杯子。
μεταξὺ δὲ ὅ τε Στόρας ποταμὸς καὶ ἐπʼ αὐτῷ ὕφορμος.
在这之间是斯托拉斯河,河口处有一处停泊地。
ἔπειτα προσεχὴς αἰγιαλὸς λιβί, πρὸς αὐτῷ μόνον τῷ Κιρκαίῳ λιμένιον ἔχων.
随后是紧邻西南风的海岸,仅在基尔凯翁本身附近有一个小港口。
ὑπέρκειται δʼ ἐν τῇ μεσογαίᾳ τὸ Πωμεντῖνον πεδίον· τὴν δὲ συνεχῆ ταύτῃ πρότερον Αὔσονες ᾤκουν, οἵπερ καὶ τὴν Καμπανίαν εἶχον, μετὰ δὲ τούτους Ὄσκοι· καὶ τούτοις δὲ μετῆν τῆς Καμπανίας, νῦν δʼ ἅπαντα Λατίνων ἐστὶ μέχρι Σινοέσσης, ὡς εἶπον.
在其上方的内陆延伸着波梅蒂亚平原;与其相连的地区以前由奥索内斯人居住,他们也曾占领坎帕尼亚,在其后是奥斯克人;这些人也曾分享坎帕尼亚的土地,但现在正如我所说,直到西努埃萨的所有地方都属于拉丁人。
ἴδιον δέ τι τοῖς Ὄσκοις καὶ τῷ τῶν Αὐσόνων ἔθνει συμβέβηκε· τῶν μὲν γὰρ Ὄσκων ἐκλελοιπότων ἡ διάλεκτος μένει παρὰ τοῖς Ῥωμαίοις, ὥστε καὶ ποιήματα σκηνοβατεῖσθαι κατά τινα ἀγῶνα πάτριον καὶ μιμολογεῖσθαι· τῶν δʼ Αὐσόνων οὐδʼ ἅπαξ οἰκησάντων ἐπὶ τῇ Σικελικῇ θαλάττῃ, τὸ πέλαγος ὅμως Αὐσόνιον καλεῖται.
在奥斯克人和奥索内斯人这两个民族中发生了一件奇特的事情:因为虽然奥斯克人已经消亡,但他们的方言仍保留在罗马人中间,以至于在某种传统的竞技会中,戏剧会以此方言在舞台上演出并进行模仿;而奥索内斯人虽然从未在西西里海沿岸居住过,但那片海却仍被称为奥索尼亚海。
ἑξῆς δʼ ἐν ἑκατὸν σταδίοις τῷ Κιρκαίῳ Ταρρακῖνα ἐστί, Τραχίνη καλουμένη πρότερον ἀπὸ τοῦ συμβεβηκότος.
接下来,在距离基尔凯翁一百斯塔迪翁的地方是塔尔拉基纳,以前因其地势特征被称为特拉希内。
πρόκειται δὲ αὐτῆς μέγα ἕλος ὃ ποιοῦσι δύο ποταμοί· καλεῖται δʼ ὁ μείζων Οὔφης.
在它前面是一片由两条河流形成的巨大沼泽,其中较大的一条被称为乌费斯河。
ἐνταῦθα δὲ συνάπτει τῇ θαλάττῃ πρῶτον ἡ Ἀππία ὁδός, ἐστρωμένη μὲν ἀπὸ τῆς Ῥώμης μέχρι Βρεντεσίου, πλεῖστον δʼ ὁδευομένη, τῶν δʼ ἐπὶ θαλάττῃ πόλεων τούτων ἐφαπτομένη μόνον, τῆς τε Ταρρακίνης καὶ τῶν ἐφεξῆς Φορμιῶν τε καὶ Μιντούρνης καὶ Σινοέσσης, καὶ τῶν ἐσχάτων Τάραντός τε καὶ Βρεντεσίου.
阿appia大道在此处首次与海洋相接,这条道路从罗马铺设至布伦特西翁,是通行最频繁的道路,但它仅触及这些沿海城市——塔尔拉基纳,以及随后的福尔米艾、明图尔奈和西努埃萨,以及最边缘的塔拉斯和布ren特西翁。
πλησίον δὲ τῆς Ταρρακίνης βαδίζοντι ἐπὶ τῆς Ῥώμης παραβέβληται τῇ ὁδῷ τῇ Ἀππίᾳ διῶρυξ ἐπὶ πολλοὺς τόπους πληρουμένη τοῖς ἑλείοις τε καὶ τοῖς ποταμίοις ὕδασι· πλεῖται δὲ μάλιστα μὲν νύκτωρ, ὥστʼ ἐμβάντας ἀφʼ ἑσπέρας ἐκβαίνειν πρωίας καὶ βαδίζειν τὸ λοιπὸν τῇ ὁδῷ, ἀλλὰ καὶ μεθʼ ἡμέραν· ῥυμουλκεῖ δʼ ἡμιόνιον.
在塔尔拉基纳附近向罗马方向行走时,有一条运河与阿appia大道并行,运河在许多地方被沼泽和河水填满;它主要在夜间通航,因此傍晚登船的人可在清晨下船,其余路程则沿大道步行,但在白天也通航,由骡子牵引。
ἑξῆς δὲ Φορμίαι Λακωνικὸν κτίσμα ἐστίν, Ὁρμίαι λεγόμενον πρότερον διὰ τὸ εὔορμον.
接下来是福尔米艾,是拉科尼亚人所建,以前因港口良好被称为奥尔米艾。
καὶ τὸν μεταξὺ δὲ κόλπον ἐκεῖνοι Καιάταν ὠνόμασαν· τὰ γὰρ κοῖλα πάντα καιέτας οἱ Λάκωνες προσαγορεύουσιν· ἔνιοι δʼ ἐπώνυμον τῆς Αἰνείου τροφοῦ τὸν κόλπον φασίν.
他们将它们之间的海湾命名为凯亚塔;因为拉科尼亚人把所有凹陷的地方都称为凯埃塔斯;但也有人说这个海湾是以埃涅阿斯的乳母命名的。
ἔχει δὲ μῆκος σταδίων ἑκατὸν ἀρξάμενος ἀπὸ Ταρρακίνης μέχρι τῆς ἄκρας τῆς ὁμωνύμου· ἀνέωγέ τʼ ἐνταῦθα σπήλαια ὑπερμεγέθη, κατοικίας μεγάλας καὶ πολυτελεῖς δεδεγμένα· ἐντεῦθεν δʼ ἐπὶ τὰς Φορμίας τετταράκοντα.
它长一百斯塔迪翁,从塔尔拉基纳一直延伸到同名的岬角;那里敞开着极大的洞窟,容纳了大型且奢华的住宅;从那里到福尔米艾是四十斯塔迪翁。
ταύτης δʼ ἀνὰ μέσον εἰσὶ καὶ Σινοέσσης αἱ Μιντοῦρναι, σταδίους ἑκατέρας διέχουσαι περὶ ὀγδοήκοντα.
在福尔米艾和西努埃萨中间是明图尔奈,各距离约八十斯塔迪翁。
διαρρεῖ δὲ Λεῖρις ποταμός, Κλάνις δʼ ἐκαλεῖτο πρότερον· φέρεται δʼ ἄνωθεν ἐκ τῶν Ἀπεννίνων ὀρῶν καὶ τῆς * Ὀυηστίνης παρὰ Φρεγέλλας κώμην (πρότερον δʼ ἦν πόλις ἔνδοξος), ἐκπίπτει δʼ εἰς ἄλσος ἱερὸν τιμώμενον περιττῶς ὑπὸ τῶν ἐν Μιντούρναις ὑποκείμενον τῇ πόλει.
利里斯河流经此处,以前被称为克拉尼斯河;它从上方阿彭宁山脉及韦斯蒂内地区流下,经过弗雷盖拉伊村(以前是一座著名的城市),注入一处受到明图尔奈居民格外崇敬的神圣树林,该树林位于城市下方。
τῶν δὲ σπηλαίων ἐν ὄψει μάλιστα πρόκεινται δύο νῆσοι πελάγιαι, Πανδατερία τε καὶ Ποντία, μικραὶ μὲν οἰκούμεναι δὲ καλῶς, οὐ πολὺ ἀπʼ ἀλλήλων διέχουσαι, τῆς ἠπείρου δὲ πεντήκοντα ἐπὶ τοῖς διακοσίοις.
在这些洞窟的视野中,最前方显眼的是两座外海岛屿,即潘达特里亚和蓬蒂亚,它们虽小但居民兴旺,彼此相距不远,距离大陆二百五十斯塔迪翁。
ἔχεται δὲ τοῦ Καιάτου κόλπου τὸ Καίκουβον, τούτου δὲ Φοῦνδοι, πόλις ἐν τῇ ὁδῷ τῇ Ἀππίᾳ κειμένη.
与凯亚塔湾相邻的是凯库布姆,紧邻此地的是丰迪,这是一座坐落在阿appia大道上的城市。
πάντες δʼ εἰσὶν οἱ τόποι οὗτοι σφόδρα εὔοινοι· ὁ δὲ Καίκουβος καὶ ὁ Φουνδανὸς καὶ ὁ Σητῖνος τῶν διωνομασμένων εἰσί, καθάπερ ὁ Φάλερνος καὶ ὁ Ἀλβανὸς καὶ ὁ Στατανός.
所有这些地方都极盛产美酒;凯库布姆、丰迪和塞蒂亚的酒都属于名声显赫之列,就像法勒纳斯、阿尔巴纳斯和斯塔塔纳斯酒一样。
ἡ δὲ Σινόεσσα ἐν κόλπῳ ἵδρυται, ἀφʼ οὗ καὶ τοὔνομα· σίνος γὰρ ὁ κόλπος· πλησίον ἐστὶ δʼ αὐτῆς θερμὰ λουτρὰ κάλλιστα, ποιοῦντα πρὸς νόσους ἐνίας.
西努埃萨建在海湾中,其名字也由此而来;因为海湾被称为西努斯;在它附近有极好的温泉,对某些疾病有疗效。
αὗται μὲν αἱ ἐπὶ θαλάττῃ τῶν Λατίνων πόλεις.
这些便是拉丁人的沿海城市。

词汇与语法注释

  1. 5.3.6συνοικειοῦντες — 现在时主动分词阳性复数主格,与前句 `φασί`(“人们说”)中隐含的主语一致。它表达了人们试图将该地的自然特征与喀耳刻的神话联系起来的意图或倾向。
  2. 5.3.6τῶν μὲν γὰρ Ὄσκων ἐκλελοιπότων — 属格独立结构。在语境中,它指出了奥斯克人已经消亡的历史事实,并与后半句的 `τῶν δʼ Αὐ斯ónων οὐδʼ ἅπαξ οἰκησάντων`(奥索内斯人从未居住)形成对称结构。
  3. 5.3.6ὥστε καὶ ποιήματα σκηνοβατεῖσθαι... καὶ μιμολογεῖσθαι — 由 `ὥστε` 引导的结果从句,带有名词对格与不定式结构(`ποιήματα` 是被动不定式 `σκηνοβατεῖσθαι` 和 `μιμολογεῖσθαι` 的动作主体),说明了奥斯克方言得以保留而在罗马戏剧实践中产生的实际结果。
  4. 5.3.6βαδίζοντι — 现在时分词单数与格(意为“对于行旅之人”),用作表示关涉或视角的与格。这是地理描述中为了设定沿途观察者或旅行者视角而使用的经典惯用法。
  5. 5.3.6ταύτης δʼ ἀνὰ μέσον... καὶ Σινοέσσης — 明确支配关系。介词短语 `ἀνὰ μέσον`(“在……中间”)同时支配指代福尔米艾的指示代词 `ταύτης`(阴性单数属格)以及由 `καὶ` 连接的专有名词 `Σινοέσσης`(属格)。

引用这一段

斯特拉波, 地理学 §5.3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。