§5.2.7̔η δὲ Κύρνος ὑπὸ τῶν Ῥωμαίων καλεῖται Κορσίκα.
库尔诺斯被罗马人称为科西嘉。
οἰκεῖται δὲ φαύλως τραχεῖά τε οὖσα καὶ τοῖς πλείστοις μέρεσι δύσβατος τελέως ὥστε τοὺς κατέχοντας τὰ ὄρη καὶ ἀπὸ λῃστηρίων ζῶντας ἀγριωτέρους εἶναι θηρίων.
该岛居住状况极差,因其地势崎岖,且大部分地区完全难以通行,以至于占领山区并靠掠夺为生的人比野兽还要凶猛。
ὁπόταν γοῦν ὁρμήσωσιν οἱ τῶν Ῥωμαίων στρατηγοὶ καὶ προσπεσόντες τοῖς ἐρύμασι πολὺ πλῆθος ἕλωσι, τῶν ἀνδραπόδων ὁρᾶν ἔστιν ἐν τῇ Ῥώμῃ καὶ θαυμάζειν ὅσον ἐμφαίνεται τὸ θηριῶδες καὶ τὸ βοσκηματῶδες ἐν αὐτοῖς·
因此,每当罗马的将领们出兵袭击他们的堡垒并俘获大批人口时,人们在罗马就可以看到并惊叹于在他们身上表现出的兽性和牲畜般的特质是何等明显。
ἢ γὰρ οὐχ ὑπομένουσι ζῆν ἢ ζῶντες ἀπαθείᾳ καὶ ἀναισθησίᾳ τοὺς ὠνησαμένους ἐπιτρίβουσιν, ὥστε καίπερ τὸ τυχὸν καταβαλοῦσιν ὑπὲρ αὐτῶν ὅμως μεταμέλειν.
因为他们要么无法忍受活下去,要么活下来后,以其麻木不仁和无动于衷折磨着那些购买他们的人,以至于购买者尽管为他们支付了极低的价钱,却依然感到后悔。
ἔστι δʼ ὅμως οἰκήσιμά τινα μέρη καὶ πολίσματά που Βλησίνων τε καὶ Χάραξ καὶ Ἐνικονίαι καὶ Ὀυάπανες.
然而,依然有一些可居住的地方和城镇,如布莱西诺伊、哈拉克斯、埃尼科尼亚伊和乌阿帕内斯。
μῆκος δὲ τῆς νήσου φησὶν ὁ χωρογράφος μίλια ἑκατὸν ἑξήκοντα, πλάτος δὲ ἑβδομήκοντα· Σαρδόνος δὲ μῆκος διακόσια εἴκοσι, πλάτος δὲ ἐνενήκοντα ὀκτώ.
关于该岛的长度,地理学家说是160英里,宽度是70英里;而撒丁岛的长度是220英里,宽度是98英里。
κατʼ ἄλλους δὲ Κύρνου μὲν περίμετρος περὶ χιλίους λέγεται καὶ διακοσίους σταδίους, τῆς δὲ Σαρδόνος καὶ τετρακισχιλίους.
但据其他人说,库尔诺斯的周长约为1200斯塔迪翁,撒丁岛的周长甚至达到4000斯塔迪翁。
ἔστι δὲ αὐτῆς τὸ πολὺ μέρος τραχὺ καὶ οὐκ εἰρηναῖον, πολὺ δὲ καὶ χώραν ἔχον εὐδαίμονα τοῖς πᾶσι, σίτῳ δὲ καὶ διαφερόντως.
撒丁岛的大部分地区崎岖且不安宁,但也有很大一部分拥有在各方面都很富饶的土地,尤其是在谷物方面。
πόλεις δʼ εἰσὶ μὲν πλείους, ἀξιόλογοι δὲ Κάραλις καὶ Σοῦλχοι.
这里有几座城市,其中值得一提的是卡拉利斯和苏尔霍伊。
τῇ δʼ ἀρετῇ τῶν τόπων ἀντιτάττεταί τις καὶ μοχθηρία· νοσερὰ γὰρ ἡ νῆσος τοῦ θέρους καὶ μάλιστα ἐν τοῖς εὐκαρποῦσι χωρίοις· τὰ δʼ αὐτὰ ταῦτα καὶ πορθεῖται συνεχῶς ὑπὸ τῶν ὀρείων οἳ καλοῦνται Διαγησβεῖς, Ἰολαεῖς πρότερον ὀνομαζόμενοι.
然而,与这些地方的优越性相对抗的,是一种恶劣性:因为该岛在夏季多病,特别是在那些物产丰饶的地区;而正是这些相同的地区,经常受到被称为迪亚格斯贝伊(原名伊奥拉埃伊)的山民的掠夺。
λέγεται γὰρ Ἰόλαος ἄγων τῶν παίδων τινὰς τοῦ Ἡρακλέους ἐλθεῖν δεῦρο καὶ συνοικῆσαι τοῖς τὴν νῆσον ἔχουσι βαρβάροις· Τυρρηνοὶ δʼ ἦσαν·
因为据说伊奥拉乌斯率领着赫拉克勒斯的一些孩子来到这里,与占领该岛的蛮族共同居住;而这些人是泰勒尼亚人。
ὕστερον δὲ Φοίνικες ἐπεκράτησαν οἱ ἐκ Καρχηδόνος, καὶ μετὰ τούτων Ῥωμαίοις ἐπολέμουν· καταλυθέντων δὲ ἐκείνων πάνθʼ ὑπὸ Ῥωμαίοις ὑπῆρξε.
后来,来自迦太基的腓尼基人占了上风,并与他们一起同罗马人作战;但当那些人被消灭后,一切都归罗马人所有。
τέτταρα δʼ ἐστὶ τῶν ὀρείων ἔθνη, Πάρατοι Σοσσινάτοι Βάλαροι Ἀκώνιτες, ἐν σπηλαίοις οἰκοῦντες, εἰ δέ τινα ἔχουσι γῆν σπόριμον, οὐδὲ ταύτην ἐπιμελῶς σπείροντες, ἀλλὰ τὰς τῶν ἐργαζομένων καθαρπάζοντες, τοῦτο μὲν τῶν αὐτόθι τοῦτο δʼ ἐπιπλέοντες τοῖς ἐν τῇ περαίᾳ, Πισάταις μάλιστα.
山民共有四个部落:帕拉托伊、索西纳托伊、巴拉罗伊和阿科尼特斯,他们住在洞穴中,即使他们有一些可耕作的土地,也并不用心耕种,而是强夺耕作者的作物,他们一方面掠夺当地的人,另一方面也乘船袭击对岸的人,尤其是比萨人。
οἱ δὲ πεμπόμενοι στρατηγοὶ τὰ μὲν ἀντέχουσι, πρὸς ἃ δʼ ἀπαυδῶσιν, ἐπειδὰν μὴ λυσιτελῇ τρέφειν συνεχῶς ἐν τόποις νοσεροῖς στρατόπεδον.
被派遣的将领们虽然进行了一定程度的抵抗,但面对某些情况也无能为力,因为在多病的地方持续维持一支军队是得不偿失的。
λείπεται δὲ στρατηγεῖν τέχνας τινάς· καὶ δὴ τηρήσαντες ἔθος τι τῶν βαρβάρων (πανηγυρίζουσι γὰρ ἐπὶ πλείους ἡμέρας ἀπὸ τῆς λεηλασίας), ἐπιτίθενται τότε καὶ χειροῦνται πολλούς.
因此,只能在统帅艺术上运用一些策略;事实上,在注意到蛮族的一个习惯后(因为他们在掠夺之后会举行数日的节日庆典),将领们便在此时发动袭击,降伏了许多人。
γίνονται δʼ ἐνταῦθα οἱ τρίχα φύοντες αἰγείαν ἀντʼ ἐρέας κριοί, καλούμενοι δὲ μούσμωνες, ὧν ταῖς δοραῖς θωρακίζονται.
这里生长着长着山羊毛而非绵羊毛的公羊,被称为穆斯蒙,蛮族用它们的皮来做胸甲。
χρῶνται δὲ πέλτῃ καὶ ξιφιδίῳ.
他们还使用轻盾和短剑。