§5.2.6τῶν δὲ Ὀυολατερρανῶν ἡ μὲν χώρα κλύζεται τῇ θαλάττῃ, τὸ δὲ κτίσμα ἐν φάραγγι βαθείᾳ λόφος ἐστὶν ὑψηλὸς περίκρημνος πάντη τὴν κορυφὴν ἐπίπεδος, ἐφʼ ᾗ ἵδρυται τὸ τεῖχος τῆς πόλεως.
沃拉特拉人的领土虽然临海,但其城市建在深谷中一座四壁陡峭、顶部平坦的高丘上,城墙就建在山顶。
ἡ δʼ ἐπʼ αὐτὴν ἀνάβασις πεντεκαίδεκα σταδίων ἐστὶν ἀπὸ τῆς βάσεως, ὀξεῖα πᾶσα καὶ χαλεπή.
从山脚登临此处的路程为十五斯塔迪翁,全程皆是陡峭而艰难。
ἐνταῦθα συνέστησαν τινὲς τῶν Τυρρηνῶν καὶ τῶν προγεγραμμένων ὑπὸ Σύλλα· πληρώσαντες δὲ τέτταρα τάγματα στρατιᾶς διετῆ χρόνον ἐπολιορκήθησαν, εἶθʼ ὑπόσπονδοι παρεχώρησαν τοῦ τόπου.
在这里,一些泰勒尼亚人以及被苏拉处刑告示(不受法律保护)的人聚集起来;他们组成了四个军团,被围困了两年之久,随后根据停战协定撤离了该地。
τὸ δὲ Ποπλώνιον ἐπʼ ἄκρας ὑψηλῆς ἵδρυται κατερρωγυίας εἰς τὴν θάλατταν καὶ χερρονησιζούσης, πολιορκίαν καὶ αὐτὸ δεδεγμένον περὶ τοὺς αὐτοὺς καιρούς.
波普洛尼翁坐落在海中高耸、切断且呈半岛状的岬角上,它在同一时期也遭受过围攻。
τὸ μὲν οὖν πολίχνιον πᾶν ἔρημόν ἐστι πλὴν τῶν ἱερῶν καὶ κατοικιῶν ὀλίγων, τὸ δʼ ἐπίνειον οἰκεῖται βέλτιον, πρὸς τῇ ῥίζῃ τοῦ ὄρους λιμένιον ἔχον καὶ νεωσοίκους δύο·
因此,除了神殿和少数民居外,整个小城镇完全荒废了,但港口集落的居住情况较好,在山脚下有一个小港口和两个船坞。
καὶ δοκεῖ μοι μόνη τῶν Τυρρηνίδων τῶν παλαιῶν αὕτη πόλεων ἐπʼ αὐτῇ τῇ θαλάττῃ ἱδρῦσθαι·
在我看来,这是古代泰勒尼亚城市中唯一一座建在海边的城市。
αἴτιον δʼ ἐστὶ τὸ τῆς χώρας ἀλίμενον· διόπερ παντάπασιν ἔφευγον οἱ κτίσται τὴν θάλατταν ἢ προεβάλλοντο ἐρύματα πρὸ αὐτῆς, ὥστε μὴ λάφυρον ἕτοιμον ἐκκεῖσθαι τοῖς ἐπιπλεύσασιν.
其原因在于该地区缺乏港口,因此,建城者完全避开海洋,或是在其前方修筑防御工事,以免给来袭者留下易于掠夺的战利品。
ἔστι δὲ καὶ θυννοσκοπεῖον ὑπὸ τῇ ἄκρᾳ.
在岬角下方还有一个金枪鱼瞭望哨。
κατοπτεύεται δʼ ἀπὸ τῆς πόλεως πόρρωθεν μὲν καὶ μόλις ἡ Σαρδώ, ἐγγυτέρω δʼ ἡ Κύρνος ἑξήκοντά πως διέχουσα τῆς Σαρδόνος σταδίους, πολὺ δὲ μᾶλλον τούτων ἡ Αἰθαλία, προσεχεστέρα τῇ ἠπείρῳ ἐστὶν ὅσον τριακοσίους διέχουσα σταδίους, ὅσους καὶ τῆς Κύρνου διέχει.
从这座城市,可以远远地且艰难地望见撒丁岛,较近处是库尔诺斯,它距离撒丁岛大约六十斯塔迪翁,而比这些更清楚可见的是埃塔利亚,它更靠近大陆,距离大陆约三百斯塔迪翁,距离库尔诺斯也是相同的距离。
ἄριστον δʼ ἀφετήριον τοῦτο τὸ χωρίον ἐστὶν ἐπὶ τὰς τρεῖς τὰς λεχθείσας νήσους.
这个地方是前往上述三座岛屿的最佳出发点。
εἴδομεν δὲ καὶ ταύτας ἡμεῖς ἀναβάντες ἐπὶ τὸ Ποπλώνιον καὶ μέταλλά τινα ἐν τῇ χώρᾳ ἐκλελειμμένα.
我们自己登上波普洛尼翁时也看到了这些岛屿,并看到了该地区一些废弃的矿山。
εἴδομεν δὲ καὶ τοὺς ἐργαζομένους τὸν σίδηρον τὸν ἐκ τῆς Αἰθαλίας κομιζόμενον· οὐ γὰρ δύναται συλλιπαίνεσθαι καμινευόμενος ἐν τῇ νήσῳ, κομίζεται δʼ εὐθὺς ἐκ τῶν μετάλλων εἰς τὴν ἤπειρον.
我们还看到了加工从埃塔利亚运来的铁的人们;因为铁在岛上熔炼时无法凝聚成块,而是直接从矿山运往大陆。
τοῦτό τε δὴ παράδοξον ἡ νῆσος ἔχει καὶ τὸ τὰ ὀρύγματα ἀναπληροῦσθαι πάλιν τῷ χρόνῳ τὰ μεταλλευθέντα, καθάπερ τοὺς πλαταμῶνάς φασι τοὺς ἐν Ῥόδῳ καὶ τὴν ἐν Πάρῳ πέτραν τὴν μάρμαρον καὶ τὰς ἐν Ἰνδοῖς ἅλας, ἅς φησι Κλείταρχος.
这座岛屿确实具有这种奇异的特性,而且被开采的矿坑在一段时间后会重新填满,正如人们所说罗德斯岛的平坦岩滩、帕罗斯岛的大理石岩石以及印度境内的岩盐一样,克雷塔尔科斯也曾提到过后者。
οὔτʼ οὖν Ἐρατοσθένης ὀρθῶς ὁ φήσας μὴ καθορᾶσθαι μήτε τὴν Κύρνον ἐκ τῆς ἠπείρου μήτε τὴν Σαρδόνα, οὔτʼ Ἀρτεμίδωρος ὁ φήσας ἐν χιλίοις εἶναι καὶ διακοσίοις σταδίοις πελαγίας ἀμφοτέρας.
因此,说从大陆既看不见库尔诺斯也看不见撒丁岛的埃拉托斯特尼是不对的,说两座岛屿都在一千二百斯塔迪翁外之公海的阿耳特弥多罗斯也是不对的。
καὶ γὰρ εἴ τισιν, ἡμῖν γε οὐκ ἂν ὑπῆρξαν ὁραταὶ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον σαφεῖς ἑωρῶντο, καὶ μάλιστα ἡ Κύρνος.
因为即便对其他人来说看不见,至少对我们而言,它们也不至于在被如此清晰看见的程度上无法显现,尤其是库尔诺斯。
ἔστι δὲ κατὰ τὴν Αἰθαλίαν λιμὴν Ἀργῷος ἀπὸ τῆς Ἀργοῦς, ὥς φασιν.
此外,在埃塔利亚附近有一个名为阿尔戈奥斯的港口,据说因阿尔戈号而得名。
ἐκεῖσε γὰρ πλεῦσαι τὴν τῆς Κίρκης οἴκησιν ζητοῦντα τὸν Ἰάσονα, τῆς Μηδείας ἐθελούσης ἰδεῖν τὴν θεάν·
因为伊阿松在寻找喀耳刻的住处时曾航行至此,因为美狄亚想要见见这位女神。
καὶ δὴ καὶ τῶν ἀποστλεγγισμάτων παγέντων, ἃ ἐποίουν οἱ Ἀργοναῦται, διαμένειν ἔτι καὶ νῦν διαποικίλους τὰς ἐπὶ τῆς ᾐόνος ψήφους.
而且,据说由于阿耳戈船员们刮下的油垢凝固,海滩上五彩斑斓的鹅卵石至今依然存在。
αἱ δὲ τοιαῦται μυθοποιίαι τεκμήρια τῶν λεγομένων ὑφʼ ἡμῶν εἰσίν, ὅτι οὐ πάντα Ὅμηρος αὐτὸς ἔπλαττεν, ἀλλʼ ἀκούων θρυλουμένων τῶν τοιούτων πολλῶν αὐτὸς προσετίθει μήκη διαστημάτων καὶ ἐκτοπισμῶν· καὶ καθάπερ τὸν Ὀδυσσέα εἰς τὸν ὠκεανὸν ἐξέβαλε, παραπλησίως καὶ τὸν Ἰάσονα, γενομένης καὶ τούτῳ πλάνης τινὸς κἀκείνῳ, καθάπερ καὶ Μενελάῳ.
此类神话创作证明了我们所说的话,即荷马并非完全是自己凭空捏造,而是听到了许多关于此类事情的传闻,他自己便加上了遥远的距离和空间的转移;正如他把奥德修斯抛向大洋一样,他也以类似的方式对待伊阿松,因为此人和彼人都经历了一些漂泊,正如梅内劳斯一样。
περὶ μὲν οὖν τῆς Αἰθαλίας τοσαῦτα.
关于埃塔利亚,就写到这里。