§5.2.5τῆς δὲ Τυρρηνίας μῆκος μὲν τὸ μέγιστον εἶναί φασι τὴν παραλίαν ἀπὸ Λούνης μέχρι Ὠστίων δισχιλίων που καὶ πεντακοσίων σταδίων, πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν.
据说泰勒尼亚的最大长度是从卢纳到奥斯蒂亚的海岸线,大约为二千五百斯塔迪翁,而宽度还不到其一半,即靠近山脉的部分。
εἰς μὲν οὖν Πίσας ἀπὸ Λούνης πλείους τῶν τετρακοσίων σταδίων εἰσίν, ἐντεῦθεν δʼ εἰς Ὀυολατέρρας διακόσιοι ὀγδοήκοντα, πάλιν δʼ ἐνθένδε εἰς Ποπλώνιον διακόσιοι ἑβδομήκοντα, ἐκ δὲ Ποπλωνίου εἰς Κόσαν ἐγγὺς ὀκτακόσιοι, οἱ δὲ ἑξακόσιοι φασί Πολύβιος δʼ οὐκ εὖ καὶ τοὺς πάντας χιλίους τριακοσίους τριάκοντα λέγει.
从卢纳到皮萨有四百多斯塔迪翁,从那里到沃拉特拉是二百八十斯塔迪翁,再从那里到波普洛尼翁是二百七十斯塔迪翁,从波普洛尼翁到科萨将近八百斯塔迪翁(但有人说是六百斯塔迪翁);而波利比奥斯说总共只有一千三百三十斯塔迪翁,这是不对的。
τούτων δʼ ἡ μὲν Λοῦνα πόλις ἐστὶ καὶ λιμήν, καλοῦσι δʼ οἱ Ἕλληνες Σελήνης λιμένα καὶ πόλιν.
在这些地方中,卢纳是一个城市和港口,希腊人称之为塞勒涅的港口和城市。
ἡ μὲν οὖν πόλις οὐ μεγάλη, ὁ δὲ λιμὴν μέγιστός τε καὶ κάλλιστος, ἐν αὑτῷ περιέχων πλείους λιμένας ἀγχιβαθεῖς πάντας, οἷον ἂν γένοιτο ὁρμητήριον θαλαττοκρατησάντων ἀνθρώπων τοσαύτης μὲν θαλάττης τοσοῦτον δὲ χρόνον.
这座城市虽然不大,但港口极宽广且极美丽,其内部包容了数个港口,且皆水深极深,正适合作为在如此广阔的海域、如此长久地称霸海上的人们的基地。
περικλείεται δʼ ὁ λιμὴν ὄρεσιν ὑψηλοῖς, ἀφʼ ὧν τὰ πελάγη κατοπτεύεται καὶ ἡ Σαρδὼ καὶ τῆς ᾐόνος ἑκατέρωθεν πολὺ μέρος.
该港口被高山环绕,从山上可以俯瞰外海、萨丁尼亚岛以及两侧海岸的大部分。
μέταλλα δὲ λίθου λευκοῦ τε καὶ ποικίλου γλαυκίζοντος τοσαῦτά τʼ ἐστὶ καὶ τηλικαῦτα, μονολίθους ἐκδιδόντα πλάκας καὶ στύλους, ὥστε τὰ πλεῖστα τῶν ἐκπρεπῶν ἔργων τῶν ἐν τῇ Ῥώμῃ καὶ ταῖς ἄλλαις πόλεσιν ἐντεῦθεν ἔχειν τὴν χορηγίαν·
白色及带青色斑纹的石材采石场不仅数量多而且规模巨大,能产出整块的石板和石柱,以至于罗马和其他城市中绝大多数宏伟建筑的材料都由这里供给。
καὶ γὰρ εὐεξάγωγός ἐστιν ἡ λίθος, τῶν μετάλλων ὑπερκειμένων τῆς θαλάττης πλησίον, ἐκ δὲ τῆς θαλάττης διαδεχομένου τοῦ Τιβέριος τὴν κομιδήν·
因为这种石材极易运出,采石场就在海边且高于海面,而从海路起则由台伯河接管运输。
καὶ τὴν ξυλείαν τὴν εἰς τὰς οἰκοδομὰς σελμάτων εὐθυτάτων καὶ εὐμηκεστάτων ἡ Τυρρηνία χορηγεῖ τὴν πλείστην, τῷ ποταμῷ κατάγουσα ἐκ τῶν ὀρῶν εὐθύς.
此外,泰勒尼亚还提供了大部分用于建造最直且最长横梁的木材,利用河流直接从山上运送下来。
μεταξὺ δὲ Λούνης καὶ Πίσης ὁ Μάκρας ἐστὶ * χωρίον, ᾧ πέρατι τῆς Τυρρηνίας καὶ τῆς Λιγυστικῆς κέχρηνται τῶν συγγραφέων πολλοί.
在卢纳和皮萨之间是马克拉斯,一个 * 地方,许多历史学家将其用作泰勒尼亚和利古里亚的边界。
ἡ δὲ Πῖσα κτίσμα μέν ἐστι τῶν ἐν Πελοποννήσῳ Πισατῶν, οἳ μετὰ Νέστορος ἐπὶ Ἴλιον στρατεύσαντες κατὰ τὸν ἀνάπλουν ἐπλανήθησαν, οἱ μὲν εἰς τὸ Μεταπόντιον οἱ δʼ εἰς τὴν Πισᾶτιν, ἅπαντες Πύλιοι καλούμενοι.
而皮萨是伯罗奔尼撒半岛上皮萨人的建立物,他们曾与内斯托尔一起远征伊利翁,在回航时迷失了方向,一部分到了美塔朋提翁,另一部分到了皮萨地区,他们都被称为皮洛斯人。
δυεῖν δὲ ποταμῶν κεῖται μεταξὺ κατʼ αὐτὴν τὴν συμβολήν, Ἄρνου τε καὶ Αὔσαρος, ὧν ὁ μὲν ἐξ Ἀρρητίου φέρεται πολύς, οὐχὶ πᾶς, ἀλλὰ τριχῆ σχισθείς, ὁ δʼ ἐκ τῶν Ἀπεννίνων ὀρῶν·
它坐落于两条河流——阿尔诺斯河和奥萨罗斯河的交汇处。 其中前者从阿雷提翁流出,水量充沛,但并非整条流下,而是分成了三股;后者则源自亚平宁山脉。
συμπεσόντες δʼ εἰς ἓν ῥεῖθρον μετεωρίζουσιν ἀλλήλους ταῖς ἀντικοπαῖς ἐπὶ τοσοῦτον ὥστε τοὺς ἐπὶ τῶν ᾐόνων ἑστῶτας ἀμφοτέρων μηδέτερον ὑπὸ θατέρου καθορᾶσθαι, ὥστʼ ἀνάγκη δυσανάπλωτα ἐκ θαλάττης εἶναι· στάδιοι δʼ εἰσὶ τοῦ ἀνάπλου περὶ εἴκοσι.
它们汇入同一河道时,因相互碰撞而使水面大幅抬升,以至于站在两岸的人因水障而无法看见彼此,因此从海上溯流而上必然十分困难;溯流而上的路程约为二十斯塔迪翁。
μυθεύουσι δʼ, ὅτε πρῶτον ἐκ τῶν ὀρῶν οἱ ποταμοὶ κατεφέροντο οὗτοι, κωλυομένους ὑπὸ τῶν ἐπιχωρίων μὴ συμπεσόντες εἰς ἓν κατακλύζοιεν τὴν χώραν, ὑποσχέσθαι μὴ κατακλύσειν, καὶ φυλάξαι τὴν πίστιν.
人们传说,当这些河流最初从山上流下时,当地居民阻止它们汇合以防淹没土地,河流便承诺不会淹没,并且守信至今。
δοκεῖ δʼ ἡ πόλις εὐτυχῆσαί ποτε, καὶ νῦν οὐκ ἀδοξεῖ διά τε εὐκαρπίαν καὶ τὰ λιθουργεῖα καὶ τὴν ὕλην τὴν ναυπηγήσιμον, ᾗ τὸ μὲν παλαιὸν ἐχρῶντο πρὸς τοὺς κατὰ θάλατταν κινδύνους·
这座城市似乎曾经非常繁荣,如今因其土地肥沃、石材加工以及造船木材而依然享有盛名。
καὶ γὰρ μαχιμώτεροι Τυρρηνῶν ὑπῆρξαν, καὶ παρώξυναν αὐτοὺς οἱ Λίγυες πονηροὶ γείτονες παρὰ πλευρὰν ὄντες·
在古代,他们曾将这些木材用于应对海上危险;因为他们比泰勒尼亚人更好战,且身旁作为讨厌邻居的利古里亚人也常常挑衅他们。
νῦν δὲ τὸ πλέον εἰς τὰς οἰκοδομὰς ἀναλίσκεται τὰς ἐν Ῥώμῃ κἀν ταῖς ἐπαύλεσι βασίλεια κατασκευαζομένων Περσικά.
但现在,大部分木材都被消耗在罗马的建筑中,以及那些建造波斯式宫殿般别墅的人们手中。