§5.2.1δευτέρα δὲ λεγέσθω ἡ Λιγυστικὴ ἡ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσι, μεταξὺ ἱδρυμένη τῆς νῦν λεχθείσης Κελτικῆς καὶ τῆς Τυρρηνίας, οὐδὲν ἔχουσα περιηγήσεως ἄξιον, πλὴν ὅτι κωμηδὸν ζῶσι, τραχεῖαν γῆν ἀροῦντες καὶ σκάπτοντες, μᾶλλον δὲ λατομοῦντες, ὥς φησι Ποσειδώνιος.
第二,接着叙述位于阿平宁山脉之中的利古里亚。 它介于刚才提到的凯尔特人领地和泰勒尼亚之间,除了居民以村落为单位生活,耕耘和挖掘贫瘠崎岖的土地——或者如波塞多尼奥斯所说,更确切地说是采石——之外,没有什么值得记述的。
τρίτοι δʼ εἰσὶ συνεχεῖς τούτοις οἱ Τυρρηνοί, τὰ πεδία ἔχοντες τὰ μέχρι τοῦ ποταμοῦ τοῦ Τιβέριδος, κλυζόμενοι τὰ μὲν πρὸς ἕω μάλιστα μέρη τῷ ποταμῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ, κατὰ δὲ θάτερα τῷ Τυρρηνικῷ καὶ Σαρδῴῳ πελάγει.
第三,与这些地方相连的是泰勒尼亚人,他们占领了直达蒂贝里斯河的平原,其最偏东的部分主要受到该河直到河口的冲刷,而另一侧则由泰勒尼亚海和萨尔多海所环绕。
ῥεῖ δὲ ἐκ τῶν Ἀπεννίνων ὀρῶν ὁ Τίβερις, πληροῦται δʼ ἐκ πολλῶν ποταμῶν, μέρος μέν τι διʼ αὐτῆς φερόμενος τῆς Τυρρηνίας, τὸ δʼ ἐφεξῆς διορίζων ἀπʼ αὐτῆς πρῶτον μὲν τὴν Ὀμβρικήν, εἶτα τοὺς Σαβίνους καὶ Λατίνους τοὺς πρὸς τῇ Ῥώμῃ μέχρι τῆς παραλίας.
蒂贝里斯河发源于阿平宁山脉,并汇集了许多河流,它的一部分流经泰勒尼亚本身,接下来的部分则将泰勒尼亚与首先是翁布里卡、然后是萨比诺伊人以及靠近罗马直到海岸的拉蒂诺伊人分离开来。
παραβέβληνται δέ πως τῷ ποταμῷ μὲν καὶ τοῖς Τυρρηνοῖς κατὰ πλάτος, ἀλλήλοις δὲ κατὰ μῆκος· ἀνέχουσι δὲ πρὸς τὰ Ἀπέννινα ὄρη τὰ πλησιάζοντα τῷ Ἀδρίᾳ πρῶτοι μὲν οἱ Ὀμβρικοί, μετὰ δὲ τούτους Σαβῖνοι, τελευταῖοι δʼ οἱ τὴν Λατίνην ἔχοντες, ἀρξάμενοι πάντες ἀπὸ τοῦ ποταμοῦ.
这些人群在宽度上与河流及泰勒尼亚人平行,但在长度上彼此相接;而朝向靠近亚得里亚海的阿平宁山脉延伸的,首先是翁布里科伊人,其次是萨比诺伊人,最后是占领拉蒂内地方的人,他们全都以这条河为起点。
ἡ μὲν οὖν τῶν Λατίνων χώρα μεταξὺ κεῖται τῆς τε ἀπὸ τῶν Ὠστίων παραλίας μέχρι πόλεως Σινοέσσης καὶ τῆς Σαβίνης (τὰ δʼ Ὤστια ἐστὶν ἐπίνειον τῆς Ῥώμης, εἰς ὃ ἐκδίδωσιν ὁ Τίβερις παρʼ αὐτὴν ῥυείς), ἐκτείνεται δὲ ἐπὶ μῆκος μέχρι τῆς Καμπανίας καὶ τῶν Σαυνιτικῶν ὀρῶν· ἡ δὲ Σαβίνη μεταξὺ τῶν Λατίνων κεῖται καὶ τῶν Ὀμβρικῶν, ἐκτείνεται δὲ καὶ αὐτὴ πρὸς τὰ Σαυνιτικὰ ὄρη, καὶ μᾶλλον συνάπτει τοῖς Ἀπεννίνοις τοῖς κατὰ Ὀυηστίνους τε καὶ Πελίγνους καὶ Μαρσούς· οἱ δʼ Ὀμβρικοὶ μέσοι μὲν κεῖνται τῆς τε Σαβίνης καὶ τῆς Τυρρηνίας, μέχρι δʼ Ἀριμίνου καὶ Ῥαουέννης προΐασιν, ὑπερβάλλοντες τὰ ὄρη.
拉蒂诺伊人的土地介于从奥斯蒂亚直到西诺埃塞城的海岸与萨比内地方之间(奥斯蒂亚是罗马的港口,流经罗马旁的蒂贝里斯河在此注入),在长度上延伸至坎帕尼亚和萨乌尼蒂卡的山脉;而萨比内地方介于拉蒂诺伊人和翁布里科伊人之间,它自身也向萨乌尼蒂卡的山脉延伸,并更多地与维斯蒂诺伊人、佩利格诺伊人和马尔索伊人那里的阿平宁山脉相连;翁布里科伊人则介于萨比内地方和泰勒尼亚之间,他们越过山脉一直延伸到阿里米努姆和拉文纳。
Τυρρηνοὶ δὲ παύονται ὑπʼ αὐτοῖς τοῖς ὄρεσι τοῖς περικλείουσιν ἐκ τῆς Λιγυστικῆς εἰς τὸν Ἀδρίαν, ἀπὸ τῆς οἰκείας ἀρξάμενοι θαλάττης καὶ τοῦ Τιβέριδος.
泰勒尼亚人在从利古里亚包围到亚得里亚海的那些山脉本身脚下终止,他们以自己的海洋和蒂贝里斯河为起点。
τὰ καθʼ ἕκαστα δὲ διέξιμεν ἀπʼ αὐτῶν τούτων ἀρξάμενοι.
我们将从这些人本身开始详细叙述。
§5.2.2οἱ Τυρρηνοὶ τοίνυν παρὰ τοῖς Ῥωμαίοις Ἑτροῦσκοι καὶ Τοῦσκοι προσαγορεύονται.
因此,泰勒尼亚人被罗马人称为埃特鲁斯科伊和图斯科伊。
οἱ δʼ Ἕλληνες οὕτως ὠνόμασαν αὐτοὺς ἀπὸ τοῦ Τυρρηνοῦ Ἄτυος, ὥς φασι, τοῦ στείλαντος ἐκ Λυδίας ἐποίκους δεῦρο.
而希腊人则因阿提斯之子泰勒诺斯而这样称呼他们,据说他从吕底亚派遣殖民者到这里。
ἐπὶ γὰρ λιμοῦ καὶ ἀφορίας ὁ Ἄτυς, εἷς τῶν ἀπογόνων Ἡρακλέους καὶ Ὀμφάλης, δυεῖν παίδων ὄντων, κλήρῳ Λυδὸν μὲν κατέσχε, τῷ δὲ Τυρρηνῷ τὸν πλείω συστήσας λαὸν ἐξέστειλεν.
因为在发生饥荒和颗粒无收时,赫拉克勒斯与翁法勒的后代之一阿提斯,在有两个儿子的情况下,通过抽签将吕多斯留在国内,而让泰勒诺斯召集了大部分人民并将他们派遣出去。
ἐλθὼν δὲ τήν τε χώραν ἀφʼ ἑαυτοῦ Τυρρηνίαν ἐκάλεσε καὶ δώδεκα πόλεις ἔκτισεν, οἰκιστὴν ἐπιστήσας Τάρκωνα, ἀφʼ οὗ Ταρκυνία ἡ πόλις, ὃν διὰ τὴν ἐκ παίδων σύνεσιν πολιὸν γεγεννῆσθαι μυθεύουσι.
泰勒诺斯到达后,用自己的名字将该地区命名为泰勒尼亚,并创建了十二座城市,任命塔尔孔为建国者,塔尔昆尼亚城便因他而得名。 传说他因自幼聪慧,出生时便白发苍苍。
τότε μὲν οὖν ὑφʼ ἑνὶ ἡγεμόνι ταττόμενοι μέγα ἴσχυον, χρόνοις δʼ ὕστερον διαλυθῆναι τὸ σύστημα εἰκὸς καὶ κατὰ πόλεις διασπασθῆναι βίᾳ τῶν πλησιοχώρων εἴξαντας· οὐ γὰρ ἂν χώραν εὐδαίμονα ἀφέντες τῇ θαλάττῃ κατὰ λῃστείαν ἐπέθεντο ἄλλοι πρὸς ἄλλα τραπόμενοι πελάγη, ἐπεί, ὅπου γε συμπνεύσαιεν, ἱκανοὶ ἦσαν οὐκ ἀμύνασθαι μόνον τοὺς ἐπιχειροῦντας αὐτοῖς, ἀλλὰ καὶ ἀντεπιχειρεῖν καὶ μακρὰς στρατείας ποιεῖσθαι.
那时,他们在单一领袖的统治下非常强盛,但在后来的时期,这一联盟很可能解体了,并且在邻近居民的暴力压迫下分裂为各个城市;因为否则他们不会放弃肥沃的土地,转向海洋进行海盗活动,各自分布在不同的海域,毕竟,只要他们能齐心协力,他们不仅足以击退企图侵犯他们的人,还能发起反击并进行远征。
μετὰ δὲ τὴν τῆς Ῥώμης κτίσιν Δημάρατος ἀφικνεῖται λαὸν ἄγων ἐκ Κορίνθου, καὶ δεξαμένων αὐτὸν Ταρκυνιτῶν γεννᾷ Λουκούμωνα ἐξ ἐπιχωρίας γυναικός.
在罗马建国之后,德马拉托斯率领一众人民从科林斯到达,并在受到塔尔昆尼亚人接纳后,与当地一名女子生下了卢库蒙。
γενόμενος δὲ Ἄγκῳ Μαρκίῳ τῷ βασιλεῖ τῶν Ῥωμαίων φίλος, ἐβασίλευσεν οὗτος καὶ μετωνομάσθη Λεύκιος Ταρκύνιος Πρίσκος.
卢库蒙成为罗马人国王安克斯·马尔基乌斯的朋友,后来登基为王,并改名为卢基乌斯·塔尔昆尼乌斯·普里斯库斯。
ἐκόσμησε δʼ οὖν τὴν Τυρρηνίαν καὶ αὐτὸς καὶ ὁ πατὴρ πρότερον, ὁ μὲν εὐπορίᾳ δημιουργῶν τῶν συνακολουθησάντων οἴκοθεν, ὁ δὲ ταῖς ἐκ τῆς Ῥώμης ἀφορμαῖς.
总之,他自己以及在此之前的他的父亲都建设和美化了泰勒尼亚:父亲是通过从家乡随行的手工业者的技艺,而儿子则是通过来自罗马的资源。
λέγεται δὲ καὶ ὁ θριαμβικὸς κόσμος καὶ ὑπατικὸς καὶ ἁπλῶς ὁ τῶν ἀρχόντων ἐκ Ταρκυνίων δεῦρο μετενεχθῆναι καὶ ῥάβδοι καὶ πελέκεις καὶ σάλπιγγες καὶ ἱεροποιίαι καὶ μαντικὴ καὶ μουσική, ὅσῃ δημοσίᾳ χρῶνται Ῥωμαῖοι.
据说,凯旋式的装饰、执政官的装饰,以及简而言之官员们的装饰,都是从塔尔昆尼亚传入这里的,还有权标、斧头、号角、祭祀、占卜和音乐,凡是罗马人在公共场合所使用的这一切都是如此。
τούτου δʼ υἱὸς ἦν ὁ δεύτερος Ταρκύνιος ὁ Σούπερβος, ὅσπερ καὶ τελευταῖος βασιλεύσας ἐξέπεσε.
此人的儿子是第二位塔尔昆尼乌斯,即苏佩布斯,他作为最后一位国王被驱逐。
Πορσίνας δʼ, ὁ τῶν Κλουσίνων βασιλεύς, πόλεως Τυρρηνίδος, κατάγειν αὐτὸν ἐπιχειρήσας διʼ ὅπλων, ὡς οὐχ οἷός τε ἦν, καταλυσάμενος τὴν ἔχθραν ἀπῆλθε φίλος μετὰ τιμῆς καὶ δωρεῶν μεγάλων.
而泰勒尼亚城市克卢西乌姆的国王波尔西ナス,曾企图通过武力使他复位,但当发现无法做到时,便消除了敌意,带着尊荣和厚礼作为朋友离去。