§5.1.1μετὰ δὲ τὴν ὑπώρειαν τῶν Ἄλπεων ἀρχὴ τῆς νῦν Ἰταλίας.
在阿尔卑斯山麓之后,便是如今意大利的起点。
οἱ γὰρ παλαιοὶ τὴν Οἰνωτρίαν ἐκάλουν Ἰταλίαν ἀπὸ τοῦ Σικελικοῦ πορθμοῦ μέχρι τοῦ Ταραντίνου κόλπου καὶ τοῦ Ποσειδωνιάτου διήκουσαν, ἐπικρατῆσαν δὲ τοὔνομα καὶ μέχρι τῆς ὑπωρείας τῶν Ἄλπεων προὔβη.
因为古人将从西西里海峡延伸到塔兰托湾和波塞多尼亚湾的俄诺特里亚称为意大利,但这个名字逐渐占了上风,一直推进到阿尔卑斯山麓。
προσέλαβε δὲ καὶ τῆς Λιγυστικῆς τὰ μέχρι Ὀυάρου ποταμοῦ καὶ τῆς ταύτῃ θαλάττης ἀπὸ τῶν ὁρίων τῶν Τυρρηνικῶν καὶ τῆς Ἰστρίας μέχρι Πόλας.
它还合并了利古里亚直到瓦鲁斯河及其该处海域的地区(从第勒尼安人的边界算起),以及伊斯特里亚直到波拉的地区。
εἰκάσαι δʼ ἄν τις εὐτυχήσαντας τοὺς πρώτους ὀνομασθέντας Ἰταλοὺς μεταδοῦναι καὶ τοῖς πλησιοχώροις, εἶθʼ οὕτως ἐπίδοσιν λαβεῖν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας.
人们或许可以推测,最初被称为意大利人的人们因幸运而繁荣,也将这个名字分享给邻近的人,然后就这样不断扩大,直到罗马人的统治。
ὀψὲ δέ ποτε, ἀφʼ οὗ μετέδοσαν Ῥωμαῖοι τοῖς Ἰταλιώταις τὴν ἰσοπολιτείαν, ἔδοξε καὶ τοῖς ἐντὸς Ἄλπεων Γαλάταις καὶ Ἑνετοῖς τὴν αὐτὴν ἀπονεῖμαι τιμήν, προσαγορεῦσαι δὲ καὶ Ἰταλιώτας πάντας καὶ Ῥωμαίους, ἀποικίας τε πολλὰς στεῖλαι, τὰς μὲν πρότερον τὰς δʼ ὕστερον, ὧν οὐ ῥᾴδιον εἰπεῖν ἀμείνους ἑτέρας.
后来,自从罗马人向意大利人分享了同等公民权之后,他们决定也向阿尔卑斯山以内的加拉太人和威尼托人授予同样的荣誉,并将他们全部称为意大利人和罗马人,并派遣了许多殖民地,有的在先,有的在后,很难说还有比这些更好的殖民地了。
§5.1.2̔ενὶ μὲν οὖν σχήματι σύμπασαν τὴν νῦν Ἰταλίαν οὐ ῥᾴδιον περιλαβεῖν γεωμετρικῶς, καίτοι φασὶν ἄκραν εἶναι τρίγωνον ἐκκειμένην πρὸς νότον καὶ χειμερινὰς ἀνατολάς, κορυφουμένην δὲ πρὸς τῷ Σικελικῷ πορθμῷ, βάσιν δʼ ἔχουσαν τὰς Ἄλπεις· συγχωρῆσαι δὲ καὶ τῶν πλευρῶν μίαν τὴν ἐπὶ τὸν πορθμὸν τελευτῶσαν, κλυζομένην δὲ ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους.
因此,在几何学上很难用单一的形状来概括如今意大利的全部,尽管人们说它是一个向南和冬至日出方向凸出的三角形半岛,在西西里海峡处达到顶点,并以阿尔卑斯山为底边;并且也可以承认其边之一,即终止于海峡、被第勒尼安海冲刷的那一条。
τρίγωνον δὲ ἰδίως τὸ εὐθύγραμμον καλεῖται σχῆμα· ἐνταῦθα δὲ καὶ ἡ βάσις καὶ ἡ πλευρὰ περιφερεῖς εἰσιν, ὥστε, εἴ φημι δεῖν συγχωρεῖν, περιφερογράμμου σχήματος θετέον καὶ τὴν βάσιν καὶ τὴν πλευράν, συγχωρητέον δὲ καὶ τὴν λόξωσιν ταύτης τῆς πλευρᾶς τὴν ἐπὶ τὰς ἀνατολάς, τἆλλα δʼ οὐχ ἱκανῶς εἰρήκασιν, ὑποθέμενοι μίαν πλευρὰν ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου μέχρι τοῦ πορθμοῦ.
但严格来说,三角形被称为直线图形;而这里的底边和侧边都是曲线,因此,如果我说应当承认,就必须将底边和侧边都设为曲线图形,也必须承认这一侧边向东的倾斜;但在其他方面,他们的说法并不充分,因为他们假设了从亚得里亚海最深处直到海峡为一条边。
πλευρὰν γὰρ λέγομεν τὴν ἀγώνιον γραμμήν, ἀγώνιος δʼ ἐστὶν ὅταν ἢ μὴ συννεύῃ πρὸς ἄλληλα τὰ μέρη ἢ μὴ ἐπὶ πολύ.
因为我们所说的“边”是指无角的线,而无角是指其各部分互不倾斜,或者倾斜得不厉害。
ἡ δὲ ἀπὸ Ἀριμίνου ἐπὶ τὴν ἄκραν τὴν Ἰαπυγίαν καὶ ἡ ἀπὸ τοῦ πορθμοῦ ἐπὶ τὴν αὐτὴν ἄκραν πάμπολύ τι συννεύουσιν.
但从阿里米努姆到伊阿皮吉亚岬角的线,以及从海峡到同一岬角的线,彼此倾斜得非常厉害。
ὁμοίως δʼ ἔχειν οἴομαι καὶ τὴν ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου καὶ τὴν ἀπὸ τῆς Ἰαπυγίας· συμπίπτουσαι γὰρ ἐπὶ τοὺς περὶ Ἀρίμινον καὶ Ῥάουενναν τόπους γωνίαν ποιοῦσιν, εἰ δὲ μὴ γωνίαν, περιφέρειάν γε ἀξιόλογον·
我认为,从亚得里亚海最深处出发的线和从伊阿皮吉亚出发的线也是同样的情况;因为它们在阿里米努姆和拉文纳附近的地区交汇形成一个角,即使不是角,也是一个显著的弯曲。
ὥστʼ, εἰ ἄρα, τοῦτʼ ἂν εἴη μία πλευρὰ ὁ παράπλους ὁ ἀπὸ τοῦ μυχοῦ ἐπὶ τὴν Ἰαπυγίαν, οὐκ εὐθεῖα· τὸ δὲ λοιπὸν τὸ ἐνθένδε ἐπὶ τὸν πορθμὸν ἄλλην ἂν ὑπογράφοι πλευράν, οὐδὲ ταύτην εὐθεῖαν.
因此,如果是这样的话,从最深处到伊阿皮吉亚的航线将是一条边,而不是直线;而从那里到海峡的其余部分将画出另一条边,这也不是直线。
οὕτω δὲ τετράπλευρον μᾶλλον ἢ τρίπλευρον φαίη τις ἂν τὸ σχῆμα, τρίγωνον δʼ οὐδοπωσοῦν, πλὴν εἰ καταχρώμενος.
因此,人们宁可说这个形状是四边形而不是三边形,绝不是三角形,除非是滥用词义。
βέλτιον δʼ ὁμολογεῖν, ὅτι τῶν ἀγεωμετρήτων σχημάτων εὐπερίγραφος ἡ ἀπόδοσις.
但最好承认,对于非几何形状,给出粗略的轮廓描述是更好的方式。