Humanitext Reader

斯特拉波 · 地理学 §5.1.4-5.1.6

帕多斯河流域的部族水系及主要城市

第 147 段,共 577 段 · 希腊语

内容简介

本段描述了被帕多斯河剖开的北意大利肥沃平原的地理特征、赫内托伊人等部族的起源、该地区因河流和湿地而设的渠道与潟湖系统,以及因苏布罗伊人等凯尔特部落的变迁和梅迪奥拉尼翁、科蒙等主要城市的历史发展。

§5.1.4ἔστι δὲ πεδίον σφόδρα εὔδαιμον καὶ γεωλοφίαις εὐκάρποις πεποικιλμένον.
这是一片非常肥沃的平原,其间点缀着果实累累的丘陵。
διαιρεῖ δʼ αὐτὸ μέσον πως ὁ Πάδος, καὶ καλεῖται τὸ μὲν ἐντὸς τοῦ Πάδου τὸ δὲ πέραν· ἐντὸς μὲν ὅσον ἐστὶ πρὸς τοῖς Ἀπεννίνοις ὄρεσι καὶ τῇ Λιγυστικῇ, πέραν δὲ τὸ λοιπόν.
帕多斯河将它从中间大致剖开,分别被称为“帕多斯河此岸”和“彼岸”;此岸是指朝向亚平宁山脉和利古里亚的部分,彼岸则是其余部分。
οἰκεῖται δὲ τὸ μὲν ὑπὸ τῶν Λιγυστικῶν ἐθνῶν καὶ τῶν Κελτικῶν, τῶν μὲν ἐν τοῖς ὄρεσιν οἰκούντων τῶν δʼ ἐν τοῖς πεδίοις, τὸ δʼ ὑπὸ τῶν Κελτῶν καὶ Ἑνετῶν.
此岸居住着利古里亚和凯尔特的部族,其中一些人居住在山区,另一些人居住在平原;彼岸则居住着凯尔特人和赫内托伊人。
οἱ μὲν οὖν Κελτοὶ τοῖς ὑπεραλπείοις ὁμοεθνεῖς εἰσι, περὶ δὲ τῶν Ἑνετῶν διττός ἐστι λόγος.
凯尔特人与阿尔卑斯山外的凯尔特人同族,但关于赫内托伊人则有两种说法。
οἱ μὲν γὰρ καὶ αὐτούς φασιν εἶναι Κελτῶν ἀποίκους τῶν ὁμωνύμων παρωκεανιτῶν, οἱ δʼ ἐκ τοῦ Τρωικοῦ πολέμου μετʼ Ἀντήνορος σωθῆναι δεῦρό φασι τῶν ἐκ τῆς Παφλαγονίας Ἑνετῶν τινάς· μαρτύριον δὲ τούτου προφέρονται τὴν περὶ τὰς ἱπποτροφίας ἐπιμέλειαν, ἣ νῦν μὲν τελέως ἐκλέλοιπε, πρότερον δʼ ἐτιμᾶτο παρʼ αὐτοῖς ἀπὸ τοῦ παλαιοῦ ζήλου τοῦ κατὰ τὰς ἡμιονίτιδας ἵππους.
因为有人说他们也是大洋沿岸同名凯尔特人的殖民者,而另一些人则说,在特洛伊战争之后,一些来自帕夫拉戈尼亚的赫内托伊人随安特诺尔逃脱并在此安全定居;作为这方面的证据,他们提出了他们对养马的重视,这在如今虽然已完全绝迹,但以前由于他们对繁育骡子的母马的古老热忱而在他们中间受到尊崇。
τούτου δὲ καὶ Ὅμηρος μέμνηται ἐξ Ἑνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.
荷马也提到了这一点: “来自赫内托伊,那里是野骡种群的产地。
καὶ Διονύσιος ὁ τῆς Σικελίας τύραννος ἐντεῦθεν τὸ ἱπποτροφεῖον συνεστήσατο τῶν ἀθλητῶν ἵππων, ὥστε καὶ ὄνομα ἐν τοῖς Ἕλλησι γενέσθαι τῆς Ἑνετικῆς πωλείας καὶ πολὺν χρόνον εὐδοκιμῆσαι τὸ γένος.
” 西西里的僭主狄奥尼修斯也曾用来自那里的马建立了竞技马的饲育场,以至于“赫内托伊幼马”的名声在希腊人中流传开来,这一品种在很长一段时间内享有盛誉。
§5.1.5̔́απασα μὲν οὖν ἡ χώρα ποταμοῖς πληθύει καὶ ἕλεσι, μάλιστα δʼ ἡ τῶν Ἑνετῶν· πρόσεστι δὲ ταύτῃ καὶ τὰ τῆς θαλάττης πάθη.
因此,整个地区河流与沼泽纵横,尤其是赫内托伊人的土地;此外,这里还承受着海洋的影响。
μόνα γὰρ ταῦτα τὰ μέρη σχεδόν τι τῆς καθʼ ἡμᾶς θαλάττης ὁμοιοπαθεῖ τῷ ὠκεανῷ καὶ παραπλησίως ἐκείνῳ ποιεῖται τάς τε ἀμπώτεις καὶ τὰς πλημμυρίδας, ὑφʼ ὧν τὸ πλέον τοῦ πεδίου λιμνοθαλάττης γίνεται μεστόν.
因为在我们的海洋中,几乎只有这些地区与大洋有相似的经历,并且以与大洋相似的方式产生潮汐和落潮,平原的大部分因之而充满了潟湖。
διώρυξι δὲ καὶ παραχώμασι, καθάπερ ἡ κάτω λεγομένη χώρα τῆς Αἰγύπτου, διωχέτευται, καὶ τὰ μὲν ἀνέψυκται καὶ γεωργεῖται τὰ δὲ διάπλους ἔχει·
通过运河和堤坝,就像所谓的下埃及地区一样,这里被开渠引水,有些部分被排干并耕作,另一些部分则可通航。
τῶν δὲ πόλεων αἱ μὲν νησίζουσιν αἱ δʼ ἐκ μέρους κλύζονται, ὅσαι δὲ ὑπὲρ τῶν ἑλῶν ἐν τῇ μεσογαίᾳ κεῖνται τοὺς ἐκ τῶν ποταμῶν ἀνάπλους θαυμαστοὺς ἔχουσι, μάλιστα δʼ ὁ Πάδος· μέγιστός τε γάρ ἐστι καὶ πληροῦται πολλάκις ἔκ τε ὄμβρων καὶ χιόνων, διαχεόμενος δʼ εἰς πολλὰ μέρη κατὰ τὰς ἐκβολὰς τυφλὸν τὸ στόμα ποιεῖ καὶ δυσείσβολός ἐστιν· ἡ δʼ ἐμπειρία περιγίνεται καὶ τῶν χαλεπωτάτων.
在诸城市中,有些像岛屿一样,有些则部分被水冲刷,而那些位于沼泽上方内陆的城市,则拥有从河流逆流而上极佳的航道,特别是帕多斯河;因为它是最大的河流,经常因雨雪而泛滥,在河口处分散成许多部分,使得河口被遮蔽且难以进入;然而经验能克服最困难的事情。
§5.1.6τὸ μὲν οὖν ἀρχαῖον, ὥσπερ ἔφην, ὑπὸ Κελτῶν περιῳκεῖτο τῶν πλείστων ὁ ποταμός.
因此,正如我所说,古时候这条大河的周边大部分由凯尔特人居住。
μέγιστα δʼ ἦν τῶν Κελτῶν ἔθνη Βόιοι καὶ Ἴνσουβροι καὶ οἱ τὴν Ῥωμαίων ποτὲ ἐξ ἐφόδου καταλαβόντες Σένονες μετὰ Γαισατῶν.
凯尔特人中最大的部落是博伊奥伊人、因苏布罗伊人,以及曾与盖萨托伊人一起通过袭击占领罗马的塞诺内斯人。
τούτους μὲν οὖν ἐξέφθειραν ὕστερον τελέως Ῥωμαῖοι, τοὺς δὲ Βοΐους ἐξήλασαν ἐκ τῶν τόπων.
罗马人后来将这些人完全消灭,并将博伊奥伊人赶出了他们的领地。
μεταστάντες δʼ εἰς τοὺς περὶ τὸν Ἴστρον τόπους μετὰ Ταυρίσκων ᾤκουν πολεμοῦντες πρὸς Δακούς, ἕως ἀπώλοντο πανεθνεί· τὴν δὲ χώραν οὖσαν τῆς Ἰλλυρίδος μηλόβοτον τοῖς περιοικοῦσι κατέλιπον.
他们迁移到伊斯特罗斯河附近的地区,与塔乌里斯科伊人住在一起,与达科伊人交战,直到全族覆灭;他们把原本属于伊利里亚的土地留给周围的居民作为牧羊场。
Ἴνσουβροι δὲ καὶ νῦν εἰσί.
但因苏布罗伊人至今依然存在。
Μεδιολάνιον δʼ ἔσχον μητρόπολιν, πάλαι μὲν κώμην (ἅπαντες γὰρ ᾤκουν κωμηδόν), νῦν δʼ ἀξιόλογον πόλιν, πέραν τοῦ Πάδου, συνάπτουσάν πως ταῖς Ἄλπεσι.
他们以梅迪奥拉尼翁为母都市,过去它是一个村庄(因为他们都以村落的形式居住),但现在是一个引人注目的城市,位于帕多斯河彼岸,与阿尔卑斯山相连。
πλησίον δὲ καὶ Ὀυήρων, καὶ αὕτη πόλις μεγάλη.
在它附近还有韦隆,这也是一座大城市。
ἐλάττους δὲ τούτων Βριξία καὶ Μάντουα καὶ Ῥήγιον καὶ Κῶμον· αὕτη δʼ ἦν μὲν κατοικία μετρία, Πομπήιος δὲ Στράβων ὁ Μάγνου πατὴρ κακωθεῖσαν ὑπὸ τῶν ὑπερκειμένων Ῥαιτῶν συνῴκισεν· εἶτα Γάιος Σκιπίων τρισχιλίους προσέθηκεν· εἶτα ὁ θεὸς Καῖσαρ πεντακισχιλίους ἐπισυνῴκισεν, ὧν οἱ πεντακόσιοι τῶν Ἑλλήνων ὑπῆρξαν οἱ ἐπιφανέστατοι· τούτοις δὲ καὶ πολιτείαν ἔδωκε καὶ ἐνέγραψεν αὐτοὺς εἰς τοὺς συνοίκους· οὐ μέν τοι ᾤκησαν αὐτόθι, ἀλλὰ καὶ τοὔνομά γε τῷ κτίσματι ἐκεῖνοι κατέλιπον· Νεοκωμῖται γὰρ ἐκλήθησαν ἅπαντες, τοῦτο δὲ μεθερμηνευθὲν Νοβουμκῶμουμ λέγεται.
比这些小的城市有布里克西亚、曼图亚、雷吉翁和科蒙;后者原本是一个普通的定居点,但在受到上方赖托伊人的破坏后,大庞培的父亲庞培·斯特拉博将人们聚集重建;随后盖乌斯·西庇阿增加了三千人;接着神圣的凯撒又增加了五千人,其中五百人是希腊人中最显赫的;凯撒还给予他们公民权,并将他们登记在共同居住者名册中;然而他们并没有住在那里,但他们至少给这个新居地留下了名字;因为所有人统称为“尼奥科米泰”,翻译过来就是“诺武姆科蒙”。
ἐγγὺς δὲ τοῦ χωρίου τούτου λίμνη Λάριος καλουμένη· πληροῖ δʼ αὐτὴν ὁ Ἀδούας ποταμός· εἶτʼ ἐξίησιν εἰς τὸν Πάδον· τὰς δὲ πηγὰς ἔσχηκεν ἐν τῷ Ἀδούλᾳ ὄρει, ὅπου καὶ ὁ Ῥῆνος.
在这个地方附近有一个被称为拉里奥斯湖的湖泊,阿杜亚斯河将其注满,然后注入帕多斯河;它的源头在阿杜拉斯山,那里也是莱茵河的源头。

词汇与语法注释

  1. §5.1.4τῶν μὲν ἐν τοῖς ὄρεσιν οἰκούντων τῶν δʼ ἐν τοῖς πεδίοις — 此分词短语用作前面属格短语 `τῶν Λιγυστικῶν ἐθνῶν καὶ τῶν Κελτικῶν` 的同位语,将该地居民划分为“居住在山区者”与“居住在平原者”。
  2. §5.1.5καθάπερ ἡ κάτω λεγομένη χώρα τῆς Αἰγύπτου — 该比较从句中省略了动词,需根据上下文补出主句的被动语态动词 `διωχέτευται`(被开渠引水),即“正如所谓的下埃及地区被开渠引水一样”。
  3. §5.1.6ὧν οἱ πεντακόσιοι τῶν Ἑλλήνων ὑπῆρξαν οἱ ἐπιφανέστατοι — 关系代词属格 `ὧν` 以其前的 `πεντακισχιλίους`(五千人)为先行词,限定其中的“五百人(οἱ πεντακόσιοι)”。后接的 `τῶν Ἑλλήνων` 为部分属格,构成双重限定结构:“他们是其中最杰出的希腊人”。

引用这一段

斯特拉波, 地理学 §5.1.4-5.1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.1.4-5.1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。