§4.6.11τῶν δʼ ὑπερθέσεων τῶν ἐκ τῆς Ἰταλίας εἰς τὴν ἔξω Κελτικὴν καὶ τὴν προσάρκτιον ἡ διὰ Σαλασσῶν ἐστιν ἄγουσα ἐπὶ Λούγδουνον·
从意大利进入外凯尔特和北部地区的通道中,穿过萨拉索伊人领地的那条通往卢格杜努姆。
διττὴ δʼ ἐστίν, ἡ μὲν ἁμαξεύεσθαι δυναμένη διὰ μήκους πλείονος ἡ διὰ Κεντρώνων, ἡ δὲ ὀρθία καὶ στενή, σύντομος δέ, ἡ διὰ τοῦ Ποινίνου.
它是双重的:一条可以通过马车但路程较长,穿过肯特罗内斯人的领地;另一条陡峭狭窄但路程较短,穿过波伊尼努斯。
τὸ δὲ Λούγδουνον ἐν μέσῳ τῆς χώρας ἐστὶν ὥσπερ ἀκρόπολις, διά τε τὰς συμβολὰς τῶν ποταμῶν καὶ διὰ τὸ ἐγγὺς εἶναι πᾶσι τοῖς μέρεσι.
卢格杜努姆位于该地区的中部,犹如一座卫城,这既是因为河流的交汇,也是因为其接近所有的区域。
διόπερ καὶ Ἀγρίππας ἐντεῦθεν τὰς ὁδοὺς ἔτεμε, τὴν διὰ τῶν Κεμμένων ὀρῶν μέχρι Σαντόνων καὶ τῆς Ἀκυιτανίας, καὶ τὴν ἐπὶ τὸν Ῥῆνον, καὶ τρίτην τὴν ἐπὶ τὸν ὠκεανόν, τὴν πρὸς Βελλοάκοις καὶ Ἀμβιανοῖς, τετάρτη δʼ ἐστὶν ἐπὶ τὴν Ναρβωνῖτιν καὶ τὴν Μασσαλιωτικὴν παραλίαν.
因此,阿格里帕也从这里开辟了道路:一条穿过肯梅努斯山脉直到桑托内斯人和阿奎塔尼亚,一条通往莱茵河,第三条通往大洋,朝向贝洛瓦基人和安比亚尼人,第四条通往纳博讷地区和马萨利亚海岸。
ἔστι δὲ καὶ ἐν ἀριστερᾷ ἀφεῖσι τὸ Λούγδουνον καὶ τὴν ὑπερκειμένην χώραν ἐν αὐτῷ τῷ Ποινίνῳ πάλιν ἐκτροπὴ διαβάντι τὸν Ῥοδανὸν ἢ τὴν λίμνην τὴν Λημένναν εἰς τὰ Ἐλουηττίων πεδία, κἀντεῦθεν εἰς Σηκοανοὺς ὑπέρθεσις διὰ τοῦ Ἰόρα ὄρους καὶ εἰς Λίγγονας· διά τε τούτων ἐπʼ ἄμφω καὶ ἐπὶ τὸν Ῥῆνον καὶ ἐπὶ τὸν ὠκεανὸν δίοδοι σχίζονται.
对于那些把卢格杜努姆及其上方的地区留在左侧的人来说,在波伊尼努斯本身之中,在渡过罗讷河或莱曼湖时,又有一条转向赫尔维蒂人平原的分支路线,从那里穿过尤拉山脉到达塞夸尼人和林戈内斯人领地;通过这些地方,道路分岔开来,同时通往莱茵河和大洋。
§4.6.12ἔτι φησὶ Πολύβιος ἐφʼ ἑαυτοῦ κατʼ Ἀκυληίαν μάλιστα ἐν τοῖς Ταυρίσκοις τοῖς Νωρικοῖς εὑρεθῆναι χρυσεῖον οὕτως εὐφυὲς ὥστʼ ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν, τὸ δʼ ὄρυγμα μὴ πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν, εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν καθαρὸν κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος, τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος σφόδρα δὲ λυσιτελοῦς.
波里比乌斯还说,在他那个时代,在阿奎莱亚附近,特别是在诺里库斯的塔乌里斯基人中,发现了一座非常优越的金矿,以至于只要刮去表面两英尺的土,就能立即发现可以开采的金子,而挖掘的深度不超过十五英尺。 他还说,其中的一部分金子一挖出来就是纯净的,大小如蚕豆或羽扇豆,只需熔炼掉八分之一的部分,而另一部分虽然需要更多的熔炼,但极其有利可图。
συνεργασαμένων δὲ τοῖς βαρβάροις τῶν Ἰταλιωτῶν ἐν διμήνῳ, παραχρῆμα τὸ χρυσίον εὐωνότερον γενέσθαι τῷ τρίτῳ μέρει καθʼ ὅλην τὴν Ἰταλίαν, αἰσθομένους δὲ τοὺς Ταυρίσκους μονοπωλεῖν ἐκβαλόντας τοὺς συνεργαζομένους.
当意大利人与蛮族共同开采了两个月后,整个意大利的金价立刻便宜了三分之一,而塔乌里斯基人意识到这一点后,便赶走了共同开采者,实行垄断。
ἀλλὰ νῦν ἅπαντα τὰ χρυσεῖα ὑπὸ Ῥωμαίοις ἐστί.
但如今所有的金矿都已在罗马人的掌控之下。
κἀνταῦθα δʼ, ὥσπερ κατὰ τὴν Ἰβηρίαν, φέρουσιν οἱ ποταμοὶ χρυσοῦ ψῆγμα πρὸς τῷ ὀρυκτῷ, οὐ μέντοι τοσοῦτον.
在这里,就像在伊比利亚一样,除了矿金之外,河流也携带沙金,不过数量没有那么多。
ὁ δʼ αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων καὶ τοῦ ὕψους λέγων παραβάλλει τὰ ἐν τοῖς Ἕλλησιν ὄρη τὰ μέγιστα, τὸ Ταΰγετον τὸ Λύκαιον Παρνασσὸν Ὄλυμπον Πήλιον Ὄσσαν, ἐν δὲ Θρᾴκῃ Αἷμον Ῥοδόπην Δούνακα·
同一个人在谈到阿尔卑斯山的大小和高度时,将其与希腊最高大的山脉进行了对比,即泰格托斯、吕卡伊翁、帕纳索斯、奥林匹斯、佩利翁、奥萨,以及色雷斯的海莫斯、罗多彼、杜纳克斯。
καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, τὰς δʼ Ἄλπεις οὐδʼ ἂν πεμπταῖος ἀναβαίη τίς·
他说,这些山中的每一座,精力充沛的旅行者几乎一天之内就可以登顶,并在一天之内绕行,但阿尔卑斯山即使在第五天也无人能登顶。
τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων σταδίων τὸ παρῆκον παρὰ τὰ πεδία.
其沿着平原延伸的长度为两千二百斯塔迪翁。
τέτταρας δʼ ὑπερβάσεις ὀνομάζει μόνον· διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων ἣν Ἀννίβας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας κρημνώδεις.
他仅提到了四个通道:通过利古里亚人、最靠近第勒尼安海的那条,然后是通过塔乌里诺伊人、汉尼拔曾通过的那条,然后是通过萨拉索伊人的那条,第四条是通过雷蒂亚人的那条,所有通道都非常陡峭。
λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγάλας· ὧν ἡ μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ἐκρεῖ δὲ ποταμὸς Μίγκιος· ἡ δʼ ἑξῆς Λάριος τετρακοσίων, πλάτος δὲ στενωτέρα τῆς πρότερον, ἐξίησι δὲ ποταμὸν τὸν Ἀδούαν· τρίτη δὲ Ὀυερβανὸς μῆκος ἐγγὺς τριακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ποταμὸν δὲ ἐξίησι μέγαν Τικῖνον·
他说山中有好几个湖泊,但有三个大湖:其中贝纳科斯湖长五百斯塔迪翁,宽三十斯塔迪翁,有明基乌斯河流出;接下来的拉里奥斯湖长四百斯塔迪翁,宽度比前一个窄,流出阿杜阿河;第三个韦尔巴诺斯湖长近三百斯塔迪翁,宽三十斯塔迪翁,流出大河蒂基努斯河。
πάντες δʼ εἰς τὸν Πάδον συρρέουσι.
所有这些河流都汇入帕杜斯河。
τοσαῦτα καὶ περὶ τῶν ὀρῶν ἔχομεν λέγειν τῶν Ἀλπεινῶν.
关于阿尔卑斯的山脉,我们能说的就是这些。