§4.6.4μετὰ δὲ τοὺς Σάλυας Ἀλβιεῖς καὶ Ἀλβίοικοι καὶ Ὀυοκόντιοι νέμονται τὰ προσάρκτια μέρη τῶν ὀρῶν.
在萨柳埃人之后,阿尔比埃人、阿尔比奥伊科人、以及沃孔蒂人领有山脉的北部地区。
παρατείνουσι δὲ οἱ Ὀυοκόντιοι μέχρι Ἀλλοβρίγων, ἔχοντες αὐλῶνας ἐν βάθει τῆς ὀρεινῆς ἀξιολόγους καὶ οὐ χείρους ὧν ἔχουσιν ἐκεῖνοι.
沃孔蒂人一直延伸到阿洛布罗格斯人的领地,在他们山地的深处拥有显著的谷地,不亚于后者所拥有的谷地。
Ἀλλόβριγες μὲν οὖν καὶ Λίγυες ὑπὸ τοῖς στρατηγοῖς τάττονται τοῖς ἀφικνουμένοις εἰς τὴν Ναρβωνῖτιν, Ὀυοκόντιοι δέ, καθάπερ τοὺς Ὀυόλκας ἔφαμεν τοὺς περὶ Νέμαυσον, τάττονται καθʼ αὑτούς.
因此,阿洛布罗格斯人和该地的利古里亚人被置于前往纳尔博尼蒂斯行省的罗马将领管辖之下,而沃孔蒂人,正如我们提到过的尼曼苏斯周围的沃尔卡埃人一样,则是独立管辖的。
τῶν δὲ μεταξὺ τοῦ Ὀυάρου καὶ τῆς Γενούας Λιγύων οἱ μὲν ἐπὶ τῇ θαλάττῃ τοῖς Ἰταλιώταις εἰσὶν οἱ αὐτοί, ἐπὶ δὲ τοὺς ὀρεινοὺς πέμπεταί τις ὕπαρχος τῶν ἱππικῶν ἀνδρῶν, καθάπερ καὶ ἐπʼ ἄλλους τῶν τελέως βαρβάρων.
在瓦鲁斯河和热那亚之间的利古里亚人中,海边的那些人在权利上与意大利人相同,但对于山地居民,则派遣一位骑士阶级的副官去管理,就像对其他完全野蛮的人民一样。
§4.6.5μετὰ δὲ Ὀυοκοντίους Ἰκόνιοι καὶ Τρικόριοι καὶ μετʼ αὐτοὺς Μέδουλλοι, οἵπερ τὰς ὑψηλοτάτας ἔχουσι κορυφάς· τὸ γοῦν ὀρθιώτατον αὐτῶν ὕψος σταδίων ἑκατὸν ἔχειν φασὶ τὴν ἀνάβασιν, κἀνθένδε πάλιν τὴν ἐπὶ τοὺς ὅρους τοὺς τῆς Ἰταλίας κατάβασιν.
在沃孔蒂人之后是伊科尼人和特里科里人,在他们之后是梅杜里人,他们占领着最高的山峰;事实上,据说这些山峰中最陡峭的高处,上山需要一百斯塔迪翁,而从那里再下到意大利的边界也是同样的距离。
ἄνω δʼ ἔν τισι κοίλοις χωρίοις λίμνη τε συνίσταται μεγάλη καὶ πηγαὶ δύο οὐ πολὺ ἄπωθεν ἀλλήλων, ὧν ἐκ μὲν τῆς ἑτέρας εἶσιν ὁ Δρουεντίας ποταμὸς χαραδρώδης, ὃς ἐπὶ τὸν Ῥοδανὸν καταράττει, καὶ ὁ Δουρίας εἰς τἀναντία· τῷ γὰρ Πάδῳ συμμίσγει κατενεχθεὶς διὰ Σαλασσῶν εἰς τὴν ἐντὸς τῶν Ἄλπεων Κελτικήν·
在上方的一些凹陷处,形成了一个大湖,并且有两个相距不远的水源,其中一个流出像急流一样的德鲁恩蒂亚斯河,汹涌地流入罗讷河,而杜里亚斯河则流向相反方向;因为它流经萨拉西人的土地,进入阿尔卑斯山内侧的凯尔特地区,与帕杜斯河汇合。
ἐκ δὲ τῆς ἑτέρας πολὺ ταπεινότερος τούτων τῶν χωρίων ἀναδίδωσιν αὐτὸς ὁ Πάδος πολύς τε καὶ ὀξύς, προϊὼν δὲ γίνεται μείζων καὶ πραότερος· ἐκ πολλῶν γὰρ λαμβάνει τὴν αὔξησιν ἐν τοῖς πεδίοις ἤδη γενόμενος καὶ πλατύνεται· τῇ οὖν διαχύσει περισπᾷ καὶ ἀμβλύνει τὸν ῥοῦν· εἰς δὲ τὴν Ἀδριατικὴν θάλατταν ἐκπίπτει μέγιστος γενόμενος τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν πλὴν τοῦ Ἴστρου.
而从另一个水源,在远低于这些地方的地方,帕杜斯河本身涌出,水量充沛且流速极快,随着前进,它变得更大且更温和;因为它在已经进入平原时从许多河流中获得水量增加,并变宽;因此,通过水流的分散,它分散并减弱了其流速;它流入亚得里亚海,成为除伊斯特罗斯河之外欧洲最大的河流。
ὑπέρκεινται δʼ οἱ Μέδουλλοι μάλιστα τῆς συμβολῆς τοῦ Ἴσαρος πρὸς τὸν Ῥοδανόν.
梅杜里人主要位于伊萨罗斯河与罗讷河汇合处的上方。
§4.6.6Ἐπὶ δὲ θάτερα μέρη τὰ πρὸς τὴν Ἰταλίαν κεκλιμένα τῆς λεχθείσης ὀρεινῆς Ταυρῖνοί τε οἰκοῦσι Λιγυστικὸν ἔθνος καὶ ἄλλοι Λίγυες.
在上述山地朝向意大利倾斜的另一侧,居住着塔乌里尼人(一个利古里亚部族)和其他利古里亚人。
τούτων δʼ ἐστὶ καὶ ἡ τοῦ Δόννου λεγομένη γῆ καὶ ἡ τοῦ Κοττίου.
在这些土地中,也有所谓的唐努斯领地和科蒂乌斯领地。
μετὰ δὲ τούτους καὶ τὸν Πάδον Σαλασσοί· ὑπὲρ δὲ τούτων ἐν ταῖς κορυφαῖς Κέντρωνες καὶ Κατόριγες καὶ Ὀυάραγροι καὶ Ναντουᾶται καὶ ἡ Λημέννα λίμνη, διʼ ἧς ὁ Ῥοδανὸς φέρεται, καὶ ἡ πηγὴ τοῦ ποταμοῦ.
在他们和帕杜斯河之后是萨拉西人;在他们之上的山顶上,有肯特罗内斯人、卡托里格斯人、瓦拉格里人、南图阿特斯人,以及莱门纳湖,罗讷河流经此湖,该河的水源也在那里。
οὐκ ἄπωθεν δὲ τούτων οὐδὲ τοῦ Ῥήνου αἱ πηγαί, οὐδʼ ὁ Ἀδούλας τὸ ὄρος, ἐξ οὗ ῥεῖ καὶ ὁ Ῥῆνος ἐπὶ τὰς ἄρκτους καὶ ὁ Ἀδούας εἰς τἀναντία ἐμβάλλων εἰς τὴν Λάριον λίμνην τὴν πρὸς τῷ Κώμῳ.
离这些地方以及莱茵河的水源不远的是阿杜拉斯山,莱茵河从这里向北流去,而阿杜阿斯河向相反方向流动,注入科姆姆附近的拉留斯湖。
ὑπέρκεινται δὲ τοῦ Κώμου πρὸς τῇ ῥίζῃ τῶν Ἄλπεων ἱδρυμένου τῇ μὲν Ῥαιτοὶ καὶ Ὀυέννωνες ἐπὶ τὴν ἕω κεκλιμένοι, τῇ δὲ Ληπόντιοι καὶ Τριδεντῖνοι καὶ Στόνοι καὶ ἄλλα πλείω μικρὰ ἔθνη κατέχοντα τὴν Ἰταλίαν ἐν τοῖς πρόσθεν χρόνοις λῃστρικὰ καὶ ἄπορα·
在坐落于阿尔卑斯山麓的科姆姆上方,一方面居住着向东倾斜的莱提人和温诺内斯人,另一方面居住着莱蓬蒂人、特里登蒂尼人、斯托尼人,以及其他几个在以前统治过意大利的、靠掠夺为生且贫困的小部族。
νυνὶ δὲ τὰ μὲν ἐξέφθαρται τὰ δʼ ἡμέρωται τελέως, ὥστε τὰς διʼ αὐτῶν ὑπερβολὰς τοῦ ὄρους πρότερον οὔσας ὀλίγας καὶ δυσπεράτους νυνὶ πολλαχόθεν εἶναι καὶ ἀσφαλεῖς ἀπὸ τῶν ἀνθρώπων καὶ εὐβάτους, ὡς ἔνεστι, διὰ τὴν κατασκευήν.
但现在,有些已被消灭,有些已完全被同化,因此,过去数量稀少且难以通行的跨越该山的通道,现在已有多处,不仅免受当地人的袭击,而且由于道路建设,已尽可能地易于通行。
προσέθηκε γὰρ ὁ Σεβαστὸς Καῖσαρ τῇ καταλύσει τῶν λῃστῶν τὴν κατασκευὴν τῶν ὁδῶν ὅσην οἷόν τʼ ἦν· οὐ γὰρ δυνατὸν πανταχοῦ βιάσασθαι τὴν φύσιν διὰ πετρῶν καὶ κρημνῶν ἐξαισίων, τῶν μὲν ὑπερκειμένων τῆς ὁδοῦ τῶν δʼ ὑποπιπτόντων, ὥστε καὶ μικρὸν ἐκβᾶσιν ἄφυκτον εἶναι τὸν κίνδυνον, εἰς φάραγγας ἀβύσσους τοῦ πτώματος ὄντος.
因为奥古斯都·凯萨除了消灭强盗外,还尽最大可能建设了道路;因为由于巨大的岩石和险峻的峭壁,在所有地方战胜自然是不可能的,有些峭壁耸立在道路上方,有些则塌陷在下方,因此即使是稍微偏离道路,也难免坠入深不见底的峡谷而面临不可避免的危险。
οὕτω δέ ἐστι στενὴ κατά τι αὐτοῦ ἡ ὁδὸς ὥστʼ ἴλιγγον φέρειν τοῖς πεζῇ βαδίζουσι καὶ αὐτοῖς καὶ ὑποζυγίοις τοῖς ἀήθεσι· τὰ δʼ ἐπιχώρια κομίζει τοὺς φόρτους ἀσφαλῶς.
而且道路在某些地方非常狭窄,以至于无论是徒步旅行的人,还是不习惯这种道路的驮畜,都会产生眩晕;但当地的驮畜能安全地运送货物。
οὔτʼ οὖν ταῦτα ἰάσιμα οὔθʼ αἱ κατολισθάνουσαι πλάκες τῶν κρυστάλλων ἄνωθεν ἐξαίσιοι, συνοδίαν ὅλην ἀπολαμβάνειν δυνάμεναι καὶ συνεξωθεῖν εἰς τὰς ὑποπιπτούσας φάραγγας.
因此,这些问题是无法医治的,从上方滑落的巨大冰板也是如此,它们能够截断整支商队,并将其一起推入下方的峡谷。
πολλαὶ γὰρ ἀλλήλαις ἐπίκεινται πλάκες, πάγων ἐπὶ πάγοις γενομένων τῆς χιόνος κρυσταλλωδῶν καὶ τῶν ἐπιπολῆς ἀεὶ ῥᾳδίως ἀπολυομένων ἀπὸ τῶν ἐντὸς πρὶν διαλυθῆναι τελέως ἐν τοῖς ἡλίοις.
因为有许多冰板相互重叠,这是冰在晶莹的积雪冰块上重叠而成的,而表面的冰板总是在被阳光完全融化之前,就容易从内侧的冰板上剥离。