§4.5.1̔η δὲ Βρεττανικὴ τρίγωνος μέν ἐστι τῷ σχήματι, παραβέβληται δὲ τὸ μέγιστον αὐτῆς πλευρὸν τῇ Κελτικῇ, τοῦ μήκους οὔθʼ ὑπερβάλλον οὔτʼ ἐλλεῖπον· ἔστι γὰρ ὅσον τετρακισχιλίων καὶ τριακοσίων ἢ τετρακοσίων σταδίων ἑκάτερον, τό τε Κελτικὸν τὸ ἀπὸ τῶν ἐκβολῶν τοῦ Ῥήνου μέχρι πρὸς τὰ βόρεια τῆς Πυρήνης ἄκρα τὰ κατὰ Ἀκυιτανίαν, καὶ τὸ ἀπὸ Καντίου τοῦ καταντικρὺ τῶν ἐκβολῶν τοῦ Ῥήνου, ἑωθινωτάτου σημείου τῆς Βρεττανικῆς, μέχρι πρὸς τὸ ἑσπέριον ἄκρον τῆς νήσου τὸ κατὰ τὴν Ἀκυιτανίαν καὶ τὴν Πυρήνην ἀντικείμενον.
不列颠在形状上是三角形的,其最长的一边与凯尔特地区平行,在长度上既不超出也不少于它;因为这两边各约有四千三百或四百斯塔德,即从莱茵河口到靠近阿奎塔尼亚的比利牛斯山脉北端的凯尔特一侧,以及从位于莱茵河口正对面、作为不列颠最东端地点的坎提乌姆,到位于阿奎塔尼亚和比利牛斯山脉对面的该岛最西端的一侧。
τοῦτο μὲν δὴ τοὐλάχιστον διάστημα ἀπὸ τῆς Πυρήνης ἐπὶ τὸν Ῥῆνόν ἐστιν, ἐπεὶ τὸ μέγιστον εἴρηται ὅτι καὶ πεντακισχιλίων σταδίων ἐστίν· ἀλλʼ εἰκὸς εἶναί τινα σύννευσιν ἐκ τῆς παραλλήλου θέσεως τῷ ποταμῷ πρὸς τὸ ὄρος, ἀμφοτέρωθεν ἐπιστροφῆς τινος γινομένης κατὰ τὰς πρὸς τὸν ὠκεανὸν ἐσχατιάς.
这确实是自比利牛斯山脉到莱茵河的最短距离,因为据说最长距离可达五千斯塔德;但由于河流与山脉的平行位置,可能存在某种向内倾斜,因为在朝向大洋的两端,两边都发生了某种弯曲。
§4.5.2τέτταρα δʼ ἐστὶ διάρματα, οἷς χρῶνται συνήθως ἐπὶ τὴν νῆσον ἐκ τῆς ἠπείρου, τὰ ἀπὸ τῶν ἐκβολῶν τῶν ποταμῶν, τοῦ τε Ῥήνου καὶ τοῦ Σηκοάνα καὶ τοῦ Λίγηρος καὶ τοῦ Γαρούνα.
从大陆到该岛通常有四个渡口,即莱茵河、塞科阿纳斯河、利格尔河和加鲁纳斯河的河口。
τοῖς δʼ ἀπὸ τῶν περὶ τὸν Ῥῆνον τόπων ἀναγομένοις οὐκ ἀπʼ αὐτῶν τῶν ἐκβολῶν ὁ πλοῦς ἐστιν, ἀλλὰ ἀπὸ τῶν ὁμορούντων τοῖς Μεναπίοις Μορίνων, παρʼ οἷς ἐστὶ καὶ τὸ Ἴτιον, ᾧ ἐχρήσατο ναυστάθμῳ Καῖσαρ ὁ θεός, διαίρων εἰς τὴν νῆσον· νύκτωρ δʼ ἀνήχθη, καὶ τῇ ὑστεραίᾳ κατῆρε περὶ τετάρτην ὥραν τριακοσίους καὶ εἴκοσι σταδίους τοῦ διάπλου τελέσας· κατέλαβε δʼ ἐν ἀρούραις τὸν σῖτον.
但对于那些从莱茵河周边地区启航的人来说,航线并非始于河口本身,而是始于与梅纳皮奥伊人接壤的莫里诺伊人的领地,神君恺撒在渡海前往该岛时曾以该处的伊蒂翁作为海军基地;他于夜间启航,次日约第四小时抵达,完成了三百二十斯塔德的航行;他在田野中获得了谷物。
ἔστι δʼ ἡ πλείστη τῆς νήσου πεδιὰς καὶ κατάδρυμος, πολλὰ δὲ καὶ γεώλοφα τῶν χωρίων ἐστί, φέρει δὲ σῖτον καὶ βοσκήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ σίδηρον·
该岛的大部分地区是平原且森林茂密,但也有许多地方是丘陵;它产出谷物、牲畜、黄金、白银和钢铁。
ταῦτά δὴ κομίζεται ἐξ αὐτῆς καὶ δέρματα καὶ ἀνδράποδα καὶ κύνες εὐφυεῖς πρὸς τὰς κυνηγεσίας· Κελτοὶ δὲ καὶ πρὸς τοὺς πολέμους χρῶνται καὶ τούτοις καὶ τοῖς ἐπιχωρίοις.
这些物资确实是从该岛运出的,此外还有皮革、奴隶和擅长狩猎的猎犬;凯尔特人在战争中以及在他们本土的狩猎中都会使用这些猎犬和当地的猎犬。
οἱ δὲ ἄνδρες εὐμηκέστεροι τῶν Κελτῶν εἰσι καὶ ἧσσον ξανθότριχες, χαυνότεροι δὲ τοῖς σώμασι.
这里的男子比凯尔特人更为高大,头发的黄色较浅,但体格较为松弛。
σημεῖον δὲ τοῦ μεγέθους· ἀντίπαιδας γὰρ εἴδομεν ἡμεῖς ἐν Ῥώμῃ τῶν ὑψηλοτάτων αὐτόθι ὑπερέχοντας καὶ ἡμιποδίῳ, βλαισοὺς δὲ καὶ τἆλλα οὐκ εὐγράμμους τῇ συστάσει.
他们高大身材的证据是:我们自己在罗马曾见过一些比当地最高的人还要高出半英尺的青年,但他们的腿有些弯曲,身体的其他构造也显得不够匀称。
τὰ δʼ ἔθη τὰ μὲν ὅμοια τοῖς Κελτοῖς τὰ δʼ ἁπλούστερα καὶ βαρβαρώτερα, ὥστʼ ἐνίους γάλακτος εὐποροῦντας μὴ τυροποιεῖν διὰ τὴν ἀπειρίαν, ἀπείρους δʼ εἶναι καὶ κηπείας καὶ ἄλλων γεωργικῶν.
他们的习俗有的与凯尔特人相似,有的则更为简单和野蛮,以至于有些人虽然有充足的牛奶,却因缺乏经验而不制作奶酪,而且对园艺和其他农艺也毫无经验。
δυναστεῖαι δʼ εἰσὶ παρʼ αὐτοῖς.
他们中间存在着若干统治权。
πρὸς δὲ τοὺς πολέμους ἀπήναις χρῶνται τὸ πλέον, καθάπερ καὶ τῶν Κελτῶν ἔνιοι.
在战争中,他们主要使用双轮战车,就像部分凯尔特人一样。
πόλεις δʼ αὐτῶν εἰσιν οἱ δρυμοί· περιφράξαντες γὰρ δένδρεσι καταβεβλημένοις εὐρυχωρῆ κύκλον ἐνταῦθα καὶ αὐτοὶ καλυβοποιοῦνται καὶ τὰ βοσκήματα κατασταθμεύουσιν οὐ πρὸς πολὺν χρόνον.
他们的城市就是森林;因为他们用砍倒的树木围成一个宽敞的圆圈,并在那里建造小屋和临时圈养牲畜。
ἔπομβροι δʼ εἰσὶν οἱ ἀέρες μᾶλλον ἢ νιφετώδεις· ἐν δὲ ταῖς αἰθρίαις ὁμίχλη κατέχει πολὺν χρόνον, ὥστε διʼ ἡμέρας ὅλης ἐπὶ τρεῖς μόνον ἢ τέτταρας ὥρας τὰς περὶ τὴν μεσημβρίαν ὁρᾶσθαι τὸν ἥλιον.
气候多雨而少雪;即使在晴天,雾气也会笼罩很长时间,以至于整天只有在正午前后的三四个小时才能看到太阳。
τοῦτο δὲ κἀν τοῖς Μορίνοις συμβαίνει καὶ τοῖς Μεναπίοις καὶ ὅσοι τούτων πλησιόχωροι.
这种情况也发生在莫里诺伊人、梅纳皮奥伊人以及所有与他们相邻的人们中间。