§4.4.3τούτων δὲ τοὺς Βέλγας ἀρίστους φασίν, εἰς πεντεκαίδεκα ἔθνη διῃρημένους, τὰ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Λίγηρος παροικοῦντα τὸν ὠκεανόν, ὥστε μόνους ἀντέχειν πρὸς τὴν τῶν Γερμανῶν ἔφοδον, Κίμβρων καὶ Τευτόνων.
在这些人中,据说贝尔加人是最勇猛的,他们分为十五个部落,居住在莱茵河和利格尔河之间的大洋沿岸,因此只有他们抵抗住了日耳曼人(即辛布里人和条顿人)的入侵。
αὐτῶν δὲ τῶν Βελγῶν Βελλοάκους ἀρίστους φασί, μετὰ δὲ τούτους Σουεσσίωνας.
在贝尔加人自身中,据说贝洛瓦基人最勇猛,其次是苏埃西奥内斯人。
τῆς δὲ πολυανθρωπίας σημεῖον· εἰς γὰρ τριάκοντα μυριάδας ἐξετάζεσθαί φασι τῶν Βελγῶν πρότερον τῶν δυναμένων φέρειν ὅπλα.
作为人口众多的证据,据说以前贝尔加人中能够拿起武器的人被登记的有三十万之多。
εἴρηται δὲ καὶ τὸ τῶν Ἐλουηττίων πλῆθος καὶ τὸ τῶν Ἀρουέρνων καὶ τὸ τῶν συμμάχων, ἐξ ὧν ἡ πολυανθρωπία φαίνεται καὶ ὅπερ εἶπον ἡ τῶν γυναικῶν ἀρετὴ πρὸς τὸ τίκτειν καὶ ἐκτρέφειν τοὺς παῖδας.
赫尔维蒂人、阿尔韦尔尼人以及盟友的数量也已提及,从中可以看出他们人口的众多,以及正如我所说的,妇女在生育和抚养孩子方面的美德。
σαγηφοροῦσι δὲ καὶ κομοτροφοῦσι καὶ ἀναξυρίσι χρῶνται περιτεταμέναις, ἀντὶ δὲ χιτώνων σχιστοὺς χειριδωτοὺς φέρουσι μέχρι αἰδοίων καὶ γλουτῶν.
他们穿着萨格姆(外套),蓄长发,穿着紧身的裤子;他们不穿内衣,而是穿着有袖且开叉的衣服,一直延伸到私处和臀部。
ἡ δʼ ἐρέα τραχεῖα μὲν ἀκρόμαλλος δέ, ἀφʼ ἧς τοὺς δασεῖς σάγους ἐξυφαίνουσιν οὓς λαίνας καλοῦσιν· οἱ μέντοι Ῥωμαῖοι καὶ ἐν τοῖς προσβορροτάτοις ὑποδιφθέρους τρέφουσι ποίμνας ἱκανῶς ἀστείας ἐρέας.
他们的羊毛很粗糙,但毛尖卷曲,他们用它织成被称为莱纳的厚萨格姆;然而罗马人即使在最偏北的地区也饲养穿皮衣的羊群,以获得相当好的羊毛。
ὁπλισμὸς δὲ σύμμετρος τοῖς τῶν σωμάτων μεγέθεσι, μάχαιρα μακρὰ παρηρτημένη παρὰ τὸ δεξιὸν πλευρόν, καὶ θυρεὸς μακρὸς καὶ λόγχαι κατὰ λόγον καὶ μάδαρις, πάλτου τι εἶδος.
他们的武装与身材大小相称:右侧挂着长剑,有长盾、相称的长矛,以及一种被称为马达里斯的投枪。
χρῶνται δὲ καὶ τόξοις ἔνιοι καὶ σφενδόναις·
有些人也使用弓箭和投石器。
ἔστι δέ τι καὶ γρόσφῳ ἐοικὸς ξύλον, ἐκ χειρὸς οὐκ ἐξ ἀγκύλης ἀφιέμενον, τηλεβολώτερον καὶ βέλους, ᾧ μάλιστα καὶ πρὸς τὰς τῶν ὀρνέων χρῶνται θήρας.
还有一种类似于格罗斯福斯的木制武器,是用手直接投掷而不是通过皮带投掷,射程比箭还远,他们主要用它来捕猎鸟类。
χαμευνοῦσι δὲ καὶ μέχρι νῦν οἱ πολλοὶ καὶ καθεζόμενοι δειπνοῦσιν ἐν στιβάσι.
直到现在,大多数人仍然睡在地上,坐在草垫上用餐。
τροφὴ δὲ πλείστη μετὰ γάλακτος καὶ κρεῶν παντοίων, μάλιστα δὲ τῶν ὑείων καὶ νέων καὶ ἁλιστῶν.
他们的食物主要由牛奶和各种肉类组成,尤其是新鲜和盐渍的猪肉。
αἱ δʼ ὕες καὶ ἀγραυλοῦσιν ὕψει τε καὶ ἀλκῇ καὶ τάχει διαφέρουσαι· κίνδυνος γοῦν ἐστι τῷ ἀήθει προσιόντι, ὡσαύτως καὶ λύκῳ.
他们的猪在野外放养,在体型、力量和速度上都非常出众;因此,不熟悉的人靠近是很危险的,对狼来说也是如此。
τοὺς δʼ οἴκους ἐκ σανίδων καὶ γέρρων ἔχουσι μεγάλους θολοειδεῖς, ὄροφον πολὺν ἐπιβάλλοντες.
他们用木板和编织物建造大型圆顶房屋,上面铺着大量的茅草。
οὕτως δʼ ἐστὶ δαψιλῆ καὶ τὰ ποίμνια καὶ τὰ ὑοφόρβια ὥστε τῶν σάγων καὶ τῆς ταριχείας ἀφθονίαν μὴ τῇ Ῥώμῃ χορηγεῖσθαι μόνον, ἀλλὰ καὶ τοῖς πλείστοις μέρεσι τῆς Ἰταλίας.
他们的羊群和猪群如此丰富,以至于不仅向罗马,而且向意大利的大部分地区供应大量的萨格姆和腌肉。
ἀριστοκρατικαὶ δʼ ἦσαν αἱ πλείους τῶν πολιτειῶν· ἕνα δʼ ἡγεμόνα ᾑροῦντο κατʼ ἐνιαυτὸν τὸ παλαιόν, ὡς δʼ αὕτως εἰς πόλεμον εἷς ὑπὸ τοῦ πλήθους ἀπεδείκνυτο στρατηγός· νυνὶ δὲ προσέχουσι τοῖς τῶν Ῥωμαίων προστάγμασι τὸ πλέον.
大多数政体是贵族制;在古代,他们每年选择一位领袖,同样,由民众任命一位将军去进行战争;但现在他们主要顺从罗马人的命令。
ἴδιον δὲ τὸ ἐν τοῖς συνεδρίοις συμβαῖνον· ἐὰν γάρ τις θορυβῇ τὸν λέγοντα καὶ ὑποκρούσῃ, προσιὼν ὁ ὑπηρέτης ἐσπασμένος τὸ ξίφος κελεύει σιγᾶν μετʼ ἀπειλῆς, μὴ παυομένου δέ, καὶ δεύτερον καὶ τρίτον ποιεῖ τὸ αὐτό, τελευταῖον δὲ ἀφαιρεῖ τοῦ σάγου τοσοῦτον ὅσον ἄχρηστον ποιῆσαι τὸ λοιπόν.
在他们的会议中发生了一件独特的事情:如果有人吵闹并打断说话者,侍从会拿着拔出的剑走上前,威胁并命令其保持安静;如果他不停下来,侍从会第二次和第三次这样做,最后会割掉他外套的一部分,使剩下的部分无法使用。
τὸ δὲ περὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, τὸ διηλλάχθαι τὰ ἔργα ὑπεναντίως τοῖς παρʼ ἡμῖν, κοινὸν καὶ πρὸς ἄλλους συχνοὺς τῶν βαρβάρων ἐστί.
关于男人和女人的事情,即他们的分工与我们的相反,这在许多其他野蛮人中也是共同的。
§4.4.4παρὰ πᾶσι δʼ ὡς ἐπίπαν τρία φῦλα τῶν τιμωμένων διαφερόντως ἐστί, βάρδοι τε καὶ ὀυάτεις καὶ δρυΐδαι·
在所有人中,一般而言,有三个特别受尊重的阶层,即吟游诗人、预言者和德鲁伊。
βάρδοι μὲν ὑμνηταὶ καὶ ποιηταί, ὀυάτεις δὲ ἱεροποιοὶ καὶ φυσιολόγοι, δρυΐδαι δὲ πρὸς τῇ φυσιολογίᾳ καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσκοῦσι·
吟游诗人是赞美诗的歌者和诗人,预言者是祭司和自然哲学家,而德鲁伊除了自然哲学之外,还实践伦理哲学。
δικαιότατοι δὲ νομίζονται καὶ διὰ τοῦτο πιστεύονται τάς τε ἰδιωτικὰς κρίσεις καὶ τὰς κοινάς, ὥστε καὶ πολέμους διῄτων πρότερον καὶ παρατάττεσθαι μέλλοντας ἔπαυον, τὰς δὲ φονικὰς δίκας μάλιστα τούτοις ἐπετέτραπτο δικάζειν.
他们被认为是最公正的,因此被托付私人的和公共的裁判,以至于他们以前甚至调停战争,并阻止那些准备列阵交战的人,尤其是谋杀案的诉讼被委托给他们裁决。
ὅταν τε φορὰ τούτων ᾖ, φορὰν καὶ τῆς χώρας νομίζουσιν ὑπάρχειν.
当这些人丰收时,他们相信土地也会丰收。
ἀφθάρτους δὲ λέγουσι καὶ οὗτοι καὶ ἄλλοι τὰς ψυχὰς καὶ τὸν κόσμον, ἐπικρατήσειν δέ ποτε καὶ πῦρ καὶ ὕδωρ.
他们和其他人都认为灵魂和宇宙是不可毁灭的,但火和水总有一天会战胜一切。