Humanitext Reader

斯特拉波 · 地理学 §4.1.11

阿尔卑斯山与罗讷河之间的内陆及各部族

第 126 段,共 577 段 · 希腊语

内容简介

斯特拉波介绍了从马萨里开始的内陆地区,特别是阿尔卑斯山与罗讷河之间的区域,概述了各个部落的领地、主要城市以及罗讷河及其支流的流向,并提及了罗马将领的历史性胜利。

§4.1.11τὴν δʼ ὑπερκειμένην αὐτῆς χώραν μάλιστα γεωγραφεῖ τά τε ὄρη τὰ περικείμενα καὶ οἱ ποταμοί, διαφερόντως δὲ ὁ Ῥοδανὸς μέγιστός τε ὢν καὶ πλεῖστον ἀνάπλουν ἔχων ἐκ πολλῶν πληρούμενος ῥευμάτων· λεκτέον οὖν ἐφεξῆς περὶ τούτων.
另一方面,海岸上方的内陆地区主要由其周围的山脉和河流来描绘特征,特别是罗讷河,它既是最大的河流,又拥有最长的通航水道,由许多支流汇聚而成;因此,我们必须依次论述这些事物。
ἀπὸ Μασσαλίας τοίνυν ἀρξαμένοις καὶ προϊοῦσιν ἐπὶ τὴν μεταξὺ χώραν τῶν τε Ἄλπεων καὶ τοῦ Ῥοδανοῦ μέχρι μὲν τοῦ Δρουεντία ποταμοῦ Σάλυες οἰκοῦσιν ἐπὶ πεντακοσίους σταδίους· πορθμείῳ δὲ διαβᾶσιν εἰς Καβαλλίωνα πόλιν ἡ ἐφεξῆς χώρα πᾶσα Καουάρων ἐστὶ μέχρι τῶν τοῦ Ἴσαρος συμβολῶν πρὸς τὸν Ῥοδανόν· ἐνταῦθα δὲ καὶ τὸ Κέμμενον συνάπτει πως τῷ Ῥοδανῷ· μῆκος τὸ μέχρι δεῦρο ἀπὸ τοῦ Δρουεντία σταδίων ἐστὶν ἑπτακοσίων.
那么,对于从马萨里出发并向着阿尔卑斯山与罗讷河之间的内陆地区前行的人来说,直到德鲁恩蒂亚河,有五百个斯塔迪翁的范围内居住着萨利人;而对于乘渡船横渡到卡巴里翁城的人来说,接下来的所有土地都属于卡乌瓦雷斯人,直到伊萨尔河与罗讷河的交汇处;在这里,凯姆梅农山也以某种方式与罗讷河相接;从德鲁恩蒂亚河到这里的路程长度为七百个斯塔迪翁。
οἱ μὲν οὖν Σάλυες ἐν αὐτοῖς τά τε πεδία καὶ τὰ ὑπερκείμενα ὄρη κατοικοῦσι, τῶν δὲ Καουάρων ὑπέρκεινται Ὀυοκόντιοί τε καὶ Τρικόριοι καὶ Ἰκόνιοι καὶ Μέδυλλοι.
萨利人本身居住在平原和上方的山脉中,而在卡乌瓦雷斯人之上则居住着沃孔蒂人、特里科里人、伊科尼人和梅杜利人。
μεταξὺ δὲ τοῦ Δρουεντία καὶ τοῦ Ἴσαρος καὶ ἄλλοι ποταμοὶ ῥέουσιν ἀπὸ τῶν Ἄλπεων ἐπὶ τὸν Ῥοδανόν, δύο μὲν οἱ περιρρέοντες πόλιν Καουάρων α κοινῷ ῥείθρῳ συμβάλλοντες εἰς τὸν Ῥοδανόν, τρίτος δὲ Σούλγας ὁ κατὰ Οὔνδαλον πόλιν μισγόμενος τῷ Ῥοδανῷ, ὅπου Γναῖος Ἀηνόβαρβος μεγάλῃ μάχῃ πολλὰς ἐτρέψατο Κελτῶν μυριάδας.
在德鲁恩蒂亚河和伊萨尔河之间,还有其他河流从阿尔卑斯山流向罗讷河,其中两条绕过卡乌瓦雷斯人的某座城市,以共同的河道汇入罗讷河,第三条是苏尔加斯河,在温达隆城附近与罗讷河相汇,在那里格奈乌斯·阿黑诺巴尔布斯在一场大战中击溃了数万凯尔特大军。
εἰσὶ δὲ ἐν τῷ μεταξὺ πόλεις καὶ Αὐενιὼν καὶ Ἀραυσίων καὶ Ἀερία, τῷ ὄντι (φησὶν Ἀρτεμίδωρος) ἀερία διὰ τὸ ἐφʼ ὕψους ἱδρῦσθαι μεγάλου.
在中间地区还有阿维尼翁、阿拉乌西翁和阿埃里亚等城市,(正如阿耳特弥多罗斯所说)阿埃里亚确实是“空中的”城市,因为它建立在极高的地势上。
ἡ μὲν οὖν ἄλλη πᾶσά ἐστι πεδιὰς καὶ εὔβοτος, ἡ δʼ ἐκ τῆς Ἀερίας εἰς τὴν Αὐενιῶνα ὑπερθέσεις ἔχει στενὰς καὶ ὑλώδεις.
虽然该地区的所有其他部分都是平坦且适于放牧的,但从阿埃里亚到阿维尼翁的通道却狭窄且多林木。
καθʼ ὃ δὲ συμπίπτουσιν ὁ Ἴσαρ ποταμὸς καὶ ὁ Ῥοδανὸς καὶ τὸ Κέμμενον ὄρος, Κόιντος Φάβιος Μάξιμος Αἰμιλιανὸς οὐχ ὅλαις τρισὶ μυριάσιν εἴκοσι μυριάδας Κελτῶν κατέκοψε, καὶ ἔστησε τρόπαιον αὐτόθι λευκοῦ λίθου καὶ νεὼς δύο, τὸν μὲν Ἄρεως τὸν δʼ Ἡρακλέους.
在伊萨尔河、罗讷河以及凯姆梅农山交汇的地方,昆图斯·法比乌斯·马克西穆斯·埃米利阿努斯仅用不足三万的全部兵力,斩杀了二十万凯尔特人,并在此处用白石建立了一座战胜纪念碑和两座神庙,一座献给阿瑞斯,另一座献给赫拉克勒斯。
ἀπὸ δὲ τοῦ Ἴσαρος εἰς Ὀυίενναν τὴν τῶν Ἀλλοβρίγων μητρόπολιν κειμένην ἐπὶ τῷ Ῥοδανῷ στάδιοί εἰσι τριακόσιοι εἴκοσι.
从伊萨尔河到位于罗讷河畔的阿洛布罗格斯人的首府维安纳,距离为三百二十个斯塔迪翁。
πλησίον δʼ ὑπέρκειται τῆς Ὀυιέννης τὸ Λούγδουνον, ἐφʼ οὗ συμμίσγουσιν ἀλλήλοις ὅ τε Ἄραρ καὶ ὁ Ῥοδανός· στάδιοι δʼ εἰσὶν ἐπʼ αὐτὸ πεζῇ μὲν περὶ διακοσίους διὰ τῆς Ἀλλοβρίγων, ἀνάπλῳ δὲ μικρῷ πλείους.
卢格杜努姆紧邻维安纳并位于其上方,在此处阿拉尔河和罗讷河相互交汇;通过阿洛布罗格斯人的领地,陆路前往该处的距离约为二百个斯塔迪翁,而乘船逆流而上的距离则稍多一些。
Ἀλλόβριγες δὲ μυριάσι πολλαῖς πρότερον μὲν ἐστράτευον, νῦν δὲ γεωργοῦσι τὰ πεδία καὶ τοὺς αὐλῶνας τοὺς ἐν ταῖς Ἄλπεσι· καὶ οἱ μὲν ἄλλοι κωμηδὸν ζῶσιν, οἱ δʼ ἐπιφανέστατοι τὴν Ὀυίενναν ἔχοντες, κώμην πρότερον οὖσαν μητρόπολιν δʼ ὅμως τοῦ ἔθνους λεγομένην, κατεσκευάκασι πόλιν· ἵδρυται δʼ ἐπὶ τῷ Ῥοδανῷ.
阿洛布罗格斯人以前曾以数万兵力进行征战,如今他们耕种平原和阿尔卑斯山脉中的山谷;其他人散居在村落中,而他们中最显赫的人则占领了维安纳,该地以前虽是个村落,但仍被称为该部落的首府,他们已将其建设为一座城市;它座落在罗讷河畔。
φέρεται δʼ ἀπὸ τῶν Ἄλπεων οὗτος πολὺς καὶ σφοδρός, ὅς γε καὶ διὰ λίμνης ἐξιὼν τῆς Λημέννης φανερὸν δείκνυσι τὸ ῥεῖθρον ἐπὶ πολλοὺς σταδίους.
罗讷河从阿尔卑斯山流出,水量充沛且水流湍急,以至于当它流经莱曼湖时,其主流在许多个斯塔迪翁内仍能清晰辨认。
κατελθὼν δὲ εἰς τὰ πεδία τῆς χώρας τῆς Ἀλλοβρίγων καὶ Σεγοσιανῶν συμβάλλει τῷ Ἄραρι κατὰ Λούγδουνον πόλιν τῶν Σεγοσιανῶν.
流落到阿洛布罗格斯人和塞古西亚维人领地的平原后,它在塞古西亚维人的城市卢格杜努姆与阿拉尔河汇合。
ῥεῖ δὲ καὶ ὁ Ἄραρ ἐκ τῶν Ἄλπεων ὁρίζων Σηκοανούς τε καὶ Αἰδούους καὶ Λιγκασίους, παραλαβὼν δʼ ὕστερον τὸν Δοῦβιν ἐκ τῶν αὐτῶν ὀρῶν φερόμενον πλωτόν, ἐπικρατήσας τῷ ὀνόματι καὶ γενόμενος ἐξ ἀμφοῖν Ἄραρ συμμίσγει τῷ Ῥοδανῷ.
阿拉尔河也源自阿尔卑斯山,界划着塞夸尼人、埃杜伊人和林戈内斯人,稍后它接纳了从同一山脉流出且可通航的杜比斯河,并在名称上占了上风,使得由两者汇合而成的河流仍叫阿拉尔河,然后与罗讷河汇合。
πάλιν δʼ ἐπικρατήσας ὁ Ῥοδανὸς εἰς τὴν Ὀυίενναν φέρεται.
随后,罗讷河重新在名称上占上风,流向维安纳。
συμβαίνει δὴ κατʼ ἀρχὰς μὲν τοὺς τρεῖς ποταμοὺς φέρεσθαι πρὸς ἄρκτον, εἶτα πρὸς δύσιν· εἰς ἓν δʼ ἤδη συμπεσὸν ῥεῖθρον πάλιν ἄλλην καμπὴν λαβὸν νότιον φέρεται τὸ ῥεῦμα μέχρι τῶν ἐκβολῶν, δεξάμενον καὶ τοὺς ἄλλους ποταμούς, κἀκεῖθεν ἤδη τὴν λοιπὴν ποιεῖται μέχρι τῆς θαλάττης ῥύσιν.
实际上,这三条河流起初都向北流,接着向西流;但当它们汇入同一河道后,水流再次转向南方,一直流到河口,期间还接纳了其他河流,并从那里开始完成通往海洋的余下流程。
ἡ μὲν οὖν μεταξὺ τῶν Ἄλπεων καὶ τοῦ Ῥοδανοῦ τοιαύτη τις.
阿尔卑斯山与罗讷河之间的地区就是这样。

词汇与语法注释

  1. 4.1.11ἀρξαμένοις καὶ προϊοῦσιν — 与格复数分词。这是一种不依赖于主句特定动词的“关系与格”(或称判断者与格),译作“对于从马萨里出发并前行的人来说……”,是地理描述文本中常见的习惯用法。后文的 διαβᾶσιν(“对于横渡的人来说”)亦属相同句式。
  2. 4.1.11πόλιν Καουάρων α — 手稿中的字母 `α`(或未知的符号)表示此处有脱漏(lacuna),卡乌瓦雷斯人的具体城市名称已丢失。在此统一译作“某座城市”。
  3. 4.1.11οὐχ ὅλαις τρισὶ μυριάσιν — 表示军事伴随或手段的与格。意思是“用不足三万的全部兵力”。否定词加上 ὅλος(“整个、完整的”)表示“不足”或“少于”的意思。

引用这一段

斯特拉波, 地理学 §4.1.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.1.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。