Humanitext Reader

斯特拉波 · 地理学 §4.1.6

高卢湾的海岸线与纳尔博周边的河流及城市

第 123 段,共 577 段 · 希腊语

内容简介

斯特拉波详细描述了萨柳埃地区的地理状况、高卢湾的双重结构,以及纳尔博与阿雷拉特之间主要的河流与城市,并提及鲁斯基农河独特的泥地鲻鱼捕捞等地理信息。

§4.1.6̔́αμα δʼ ἥ τε τῶν Σαλύων ὀρεινὴ πρὸς ἄρκτον ἀπὸ τῆς ἑσπέρας κλίνει μᾶλλον καὶ τῆς θαλάττης ἀφίσταται κατὰ μικρόν, καὶ ἡ παραλία παρὰ τὴν ἑσπέραν περινεύει·
同时,萨柳埃人的山区从西方更偏向北方倾斜,并逐渐远离海洋,而海岸线则向西弯曲。
μικρὸν δʼ ἀπὸ τῆς πόλεως τῶν Μασσαλιωτῶν προελθοῦσα ὅσον εἰς ἑκατὸν σταδίους ἐπὶ ἄκραν εὐμεγέθη πλησίον λατομιῶν τινων ἐντεῦθεν ἄρχεται κολποῦσθαι καὶ ποιεῖν τὸν Γαλατικὸν κόλπον πρὸς τὸ Ἀφροδίσιον τὸ τῆς Πυρήνης ἄκρον· καλοῦσι δʼ αὐτὸν καὶ Μασσαλιωτικόν.
从马赛人的城市前行不远,大约一百个斯塔迪翁,到达某个石矿场附近的一个相当大的岬角,海岸线便从那里开始弯入,向着比里牛斯山的阿普罗迪西翁岬角形成高卢湾;他们也称其为马赛湾。
ἔστι δʼ ὁ κόλπος διπλοῦς· ἐν γὰρ τῇ αὐτῇ περιγραφῇ δύο κόλπους ἀφορίζον ἔκκειται τὸ Σήτιον ὄρος, προσλαβὸν καὶ τὴν Βλάσκωνα νῆσον πλησίον ἱδρυμένην·
这个海湾是双重的;因为在同一个轮廓内,塞蒂翁山突出,将两个海湾分隔开来,并且它还包容了坐落在附近的布拉斯科岛。
τῶν δὲ κόλπων ὁ μὲν μείζων ἰδίως πάλιν καλεῖται Γαλατικός, εἰς ὃν ἐξερεύγεται τὸ τοῦ Ῥοδανοῦ στόμα, ὁ δʼ ἐλάττων ὁ κατὰ Νάρβωνά ἐστι μέχρι Πυρήνης.
在这些海湾中,较大的一个又被特别称为高卢湾,罗讷河的河口便注入其中;而较小的一个则是位于纳尔博附近、一直延伸到比里牛斯山的海湾。
ἡ μὲν οὖν Νάρβων ὑπέρκειται τῶν τοῦ Ἄτακος ἐκβολῶν καὶ τῆς λίμνης τῆς Ναρβωνίτιδος, μέγιστον ἐμπόριον τῶν ταύτῃ, πρὸς δὲ τῷ Ῥοδανῷ πόλις ἐστὶ καὶ ἐμπόριον οὐ μικρὸν Ἀρελᾶτε·
纳尔博位于阿塔克斯河口和纳尔博尼蒂斯湖的上方,是该地区最大的贸易港;而在罗讷河附近,有一座城市和不小的贸易港阿雷拉特。
ἴσον δέ πως διέχει τὰ ἐμπόρια ταῦτα ἀλλήλων τε καὶ τῶν εἰρημένων ἄκρων, ἡ μὲν Νάρβων τοῦ Ἀφροδισίου τὸ δʼ Ἀρελᾶτε τῆς Μασσαλίας.
这些贸易港彼此之间的距离,以及它们与上述岬角之间的距离大致相等,即纳尔博与阿普罗迪西翁等距,阿雷拉特与马赛等距。
ἑκατέρωθεν δὲ τῆς Νάρβωνος ἄλλοι ποταμοὶ ῥέουσιν οἱ μὲν ἐκ τῶν Κεμμένων ὀρῶν οἱ δʼ ἐκ τῆς Πυρήνης, πόλεις ἔχοντες εἰς ἃς ἀνάπλους οὐ πολύς ἐστι μικροῖς πλοίοις.
在纳尔博的两侧,还有其他河流流过,有的源自凯梅努斯山脉,有的源自比里牛斯山,河畔有城市,小船可以溯流而上不远。
ἐκ μὲν τῆς Πυρήνης ὅ τε Ῥουσκίνων καὶ ὁ Ἰλίβιρρις, πόλιν ἔχων ὁμώνυμον ἑκάτερος αὐτῶν·
源自比里牛斯山的是鲁斯基农河和伊里比利斯河,它们各自拥有同名的城市。
τοῦ δὲ Ῥουσκίνωνος καὶ λίμνη πλησίον ἐστὶ καὶ χωρίον ὕφυδρον μικρὸν ὑπὲρ τῆς θαλάττης, ἁλυκίδων μεστόν, τὸ τοὺς ὀρυκτοὺς κεστρεῖς ἔχον· δύο γὰρ ἢ τρεῖς ὀρύξαντι πόδας καὶ καθέντι τριόδοντα εἰς ὕδωρ ἰλυῶδες ἔστι περιπεῖραι τὸν ἰχθὺν ἀξιόλογον τὸ μέγεθος· τρέφεται δὲ ἀπὸ τῆς ἰλύος καθάπερ αἱ ἐγχέλυες.
在鲁斯基农河附近,还有一个湖泊和一处略高于海平面的湿润地方,那里充满了盐池,产有“掘出的鲻鱼”;因为人只要掘下两三英尺,将三叉戟刺入泥水中,就能叉到体型相当大的鱼;它和鳗鱼一样靠泥土为生。
οὗτοι μὲν ἐκ τῆς Πυρήνης ῥέουσιν οἱ ποταμοὶ μεταξὺ Νάρβωνος καὶ τοῦ Ἀφροδισίου.
这些河流源自比里牛斯山,流经纳尔博和阿普罗迪西翁之间。
ἐπὶ θάτερα μέρη τῆς Νάρβωνος ἐκ τοῦ Κεμμένου φέρονται πρὸς τὴν θάλατταν, ἐξ οὗπερ καὶ ὁ Ἄταξ ὅ τε Ὄρβις καὶ ὁ Ἄραυρις.
在纳尔博的另一侧,河流从凯梅努斯山流向大海,阿塔克斯河也源自该山,它们是奥尔比斯河和阿拉乌里斯河。
τούτων ἐφʼ οὗ μὲν Βαίτερρα πόλις ἀσφαλὴς ἵδρυται πλησίον τῆς Νάρβωνος, ἐφʼ οὗ δὲ Ἀγάθη κτίσμα Μασσαλιωτῶν.
在这些河流中,奥尔比斯河畔坐落着坚固的城市拜特拉,靠近纳尔博;而阿拉乌里斯河畔则是马赛人的殖民地阿加特。

词汇与语法注释

  1. p.247προελθοῦσα — 阴性单数主格的不定过去时分词,与前句的主语 `ἡ παραλία`(海岸线)一致,修饰主句动词 `ἄρχεται`。
  2. p.247ὀρύξαντι — 阳性与格单数的不定过去时分词。此处用作关系与格(表示条件,“如果人挖掘”),与表示可能的无人称动词 `ἔστι`(可以)连用。
  3. p.248τούτων ἐφʼ οὗ μὲν ... ἐφʼ οὗ δὲ — `τούτων` 是复数属格,指代前文提到的河流(奥尔比斯河和阿拉乌里斯河)。关系代词 `οὗ` 为阳性单数,修饰省略的河流名词(`ποταμοῦ`)。

引用这一段

斯特拉波, 地理学 §4.1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。