§4.1.3ταύτης δὲ τὸ σχῆμα παραλληλόγραμμόν πώς ἐστιν, ἐκ μὲν τῆς ἑσπέρας γραφόμενον τῇ Πυρήνῃ πρὸς δὲ τὰς ἄρκτους τῷ Κεμμένῳ· τὰς δὲ λοιπὰς τὴν μὲν νότιον ἡ θάλαττα ποιεῖ μεταξὺ Πυρήνης καὶ Μασσαλίας, τὴν δʼ ἑωθινὴν αἱ Ἄλπεις ἐκ μέρους καὶ τὸ μεταξὺ διάστημα τῶν Ἄλπεων ἐπʼ εὐθείας αὐταῖς ληφθὲν καὶ τῶν ὑπωρειῶν τοῦ Κεμμένου τῶν καθηκουσῶν ἐπὶ τὸν Ῥοδανὸν καὶ ποιουσῶν ὀρθὴν γωνίαν πρὸς τὴν λεχθεῖσαν ἀπὸ τῶν Ἄλπεων εὐθεῖαν.
该地区的轮廓在某种程度上呈平行四边形,西面由比利牛斯山脉画界,北面由塞文山脉画界;至于其余两边,南边由比利牛斯山和马赛之间的海洋构成,东边则部分由阿尔卑斯山构成,部分由阿尔卑斯山与塞文山脉山麓之间、并与阿尔卑斯山取在同一直线上的中间距离构成,而该山麓下达罗讷河,并与前述来自阿尔卑斯山的直线呈直角相交。
τῷ δὲ νοτίῳ πρόσκειται παρὰ τὸ λεχθὲν σχῆμα ἡ ἐφεξῆς παραλία, ἣν ἔχουσιν οἵ τε Μασσαλιῶται καὶ οἱ Σάλυες μέχρι Λιγύων ἐπὶ τὰ πρὸς Ἰταλίαν μέρη καὶ τὸν Ὀυᾶρον ποταμόν.
在南边,除了上述轮廓之外,还附带着接续的海岸地带,该地带由马赛人和萨柳埃人占有,直至通往意大利方向及瓦尔河的利古里亚人边界。
οὗτος δʼ ἐστίν, ὡς εἶπον πρότερον, ὅριον τῆς Ναρβωνίτιδος καὶ τῆς Ἰταλίας· ὑπάρχει δὲ θέρους μὲν μικρός, χειμῶνος δὲ καὶ μέχρι ἑπτὰ σταδίων πλατυνόμενος.
正如我之前所说,这条河是纳博讷区和意大利的边界;它在夏天流量很小,但在冬天宽度可达七个斯塔迪翁。
ἐντεῦθεν μὲν οὖν ἡ παραλία παρατείνει μέχρι τοῦ ἱεροῦ τῆς Πυρηναίας Ἀφροδίτης· τοῦτο δʼ ἐστὶν ὅριον ταύτης τε τῆς ἐπαρχίας καὶ τῆς Ἰβηρικῆς· ἔνιοι δὲ τὸν τόπον ἐν ᾧ ἐστι τὰ Πομπηίου τρόπαια ὅριον Ἰβηρίας ἀποφαίνουσι καὶ τῆς Κελτικῆς.
因此,海岸线从这里一直延伸到比利牛斯阿耳忒弥斯(阿芙罗狄蒂)神殿;这是该属州与伊比利亚的边界;但也有人认为,立有庞培凯旋碑的地方是伊比利亚与凯尔特奈的边界。
ἔστι δʼ ἔνθεν μὲν εἰς Νάρβωνα μίλια ἑξήκοντα τρία, ἐκεῖθεν δὲ εἰς Νέμαυσον ὀγδοήκοντα ὀκτώ, ἐκ Νεμαύσου δὲ διὰ Οὐγέρνου καὶ Ταρούσκωνος εἰς τὰ θερμὰ ὕδατα τὰ Σέξτια καλούμενα, ἅπερ πλησίον Μασσαλίας ἐστί, πεντήκοντα τρία, ἐντεῦθεν δὲ εἰς Ἀντίπολιν καὶ τὸν Ὀυᾶρον ποταμὸν ἑβδομήκοντα τρία, ὥστε τὰ σύμπαντα γίνεται μίλια διακόσια ἑβδομήκοντα ἑπτά.
从那里到纳博讷为六十三英里,从那里到尼姆为八十八英里,从尼姆经乌杰尔努姆和塔鲁斯科到被称为塞克斯蒂亚温泉(该地靠近马赛)的温水区为五十三英里,从那里到安蒂波利斯和瓦尔河为七十三英里,因此总计为二百七十七英里。
ἔνιοι δʼ ἀπὸ τοῦ Ἀφροδισίου μέχρι τοῦ Ὀυάρου σταδίους ἀνέγραψαν δισχιλίους ἑξακοσίους, οἱ δὲ καὶ διακοσίους προστιθέασιν· οὐ γὰρ ὁμολογεῖται περὶ τῶν διαστημάτων.
但也有人记录从阿芙罗狄蒂神殿到瓦尔河为二千六百个斯塔迪翁,还有人再增加二百个;因为关于这些距离尚未达成共识。
κατὰ δὲ τὴν ἑτέραν ὁδὸν τὴν διὰ Ὀυοκοντίων καὶ τῆς Κοττίου μέχρι μὲν Οὐγέρνου καὶ Ταρούσκωνος κοινὴ ὁδὸς ἡ ἀπὸ Νεμαύσου, ἐντεῦθεν δὲ ἐπὶ μὲν τοὺς Ὀυοκοντίων ὅρους καὶ τὴν ἀρχὴν τῆς ἀναβάσεως τῶν Ἄλπεων διὰ Δρουεντία καὶ Καβαλλίωνος μίλια ἑξήκοντα τρία· πάλιν δʼ ἐντεῦθεν ἐπὶ τοὺς ἑτέρους ὅρους τῶν Ὀυοκοντίων πρὸς τὴν Κοττίου μίλια ἑκατὸν ἑνὸς δέοντα ἐπʼ Ἐβρόδουνον κώμην· εἶτʼ ἄλλα τοσαῦτα διὰ Βριγαντίου κώμης καὶ Σκιγγομάγου καὶ τῆς τῶν Ἄλπεων ὑπερθέσεως ἐπὶ Ὤκελον, τὸ πέρας τῆς Κοττίου γῆς·
至于通过沃孔蒂伊人和科蒂乌斯领地的另一条路线,从尼姆出发的道路直到乌杰尔努姆和塔鲁斯科都是共用的;但从那里出发,穿过德鲁恩蒂亚河和卡巴利奥,到沃孔蒂伊人的边界及阿尔卑斯山登山口的起点,为六十三英里;再从那里到接壤科蒂乌斯领地的沃孔蒂伊人另一边界的埃布罗杜努姆村,为九十九英里(百缺一);然后再经由布里甘蒂乌姆村和斯金戈马古斯,越过阿尔卑斯山,到达科蒂乌斯土地的尽头奥凯隆,同样是九十九英里。
ἡ ἀπὸ Σκιγγομάγου δὲ ἤδη Ἰταλία λέγεται· ἔστι δὲ ἐνθένδε ἐπὶ Ὤκελον μίλια εἰκοσιοκτώ.
从斯金戈马古斯起就已经被称为意大利了;从那里到奥凯隆为二十八英里。
§4.1.4κτίσμα δʼ ἐστὶ Φωκαιέων ἡ Μασσαλία, κεῖται δʼ ἐπὶ χωρίου πετρώδους· ὑποπέπτωκε δʼ αὐτῆς ὁ λιμὴν θεατροειδεῖ πέτρᾳ βλεπούσῃ πρὸς νότον.
马赛是福凯亚人的殖民地,坐落于多石的土地上;其港口位于一块面朝南方、呈剧场形状的岩石下方。
τετείχισται δὲ καὶ αὕτη καλῶς καὶ ἡ πόλις σύμπασα μέγεθος ἔχουσα ἀξιόλογον.
这座城市本身也筑有坚固的城墙,且整个城市规模相当可观。
ἐν δὲ τῇ ἄκρᾳ τὸ Ἐφέσιον ἵδρυται καὶ τὸ τοῦ Δελφινίου Ἀπόλλωνος ἱερόν· τοῦτο μὲν κοινὸν Ἰώνων ἁπάντων, τὸ δὲ Ἐφέσιον τῆς Ἀρτέμιδός ἐστι νεὼς τῆς Ἐφεσίας.
在角地上建有以弗所神殿和德尔斐阿波罗神殿;后者为所有伊奥尼亚人所共有,而以弗所神殿则是以弗所阿耳忒弥斯的殿堂。
ἀπαίρουσι γὰρ τοῖς Φωκαιεῦσιν ἐκ τῆς οἰκείας λόγιον ἐκπεσεῖν φασιν ἡγεμόνι χρήσασθαι τοῦ πλοῦ παρὰ τῆς Ἐφεσίας Ἀρτέμιδος λαβοῦσι· τοὺς μὲν δὴ προσαχθέντας τῇ Ἐφέσῳ ζητεῖν ὅντινα τρόπον ἐκ τῆς θεοῦ πορίσαιντο τὸ προσταχθέν.
因为据说当福凯亚人准备从故乡启航时,得到了一条神谕,让他们从以弗所阿耳忒弥斯那里取得航行的向导;于是他们来到以弗所,探寻如何才能获得女神所指示的东西。
Ἀριστάρχῃ δὲ τῶν ἐντίμων σφόδρα γυναικῶν παραστῆναι κατʼ ὄναρ τὴν θεὸν καὶ κελεῦσαι συναπαίρειν τοῖς Φωκαιεῦσιν ἀφίδρυμά τι τῶν ἱερῶν λαβούσῃ· γενομένου δὲ τούτου καὶ τῆς ἀποικίας λαβούσης τέλος, τό τε ἱερὸν ἱδρύσασθαι καὶ τὴν Ἀριστάρχην τιμῆσαι διαφερόντως ἱέρειαν ἀποδείξαντας, ἔν τε ταῖς ἀποίκοις πόλεσι πανταχοῦ τιμᾶν ἐν τοῖς πρώτοις ταύτην τὴν θεὸν καὶ τοῦ ξοάνου τὴν διάθεσιν τὴν αὐτὴν καὶ τἆλλα νόμιμα φυλάττειν τὰ αὐτὰ ἅπερ ἐν τῇ μητροπόλει νενόμισται.
对极为显贵的妇女之一阿里斯塔克而言,女神在梦中向她显现,命令她带上一尊圣像的复制品,与福凯亚人一同启航;此事既成,殖民也告结束,他们便建立了神殿,并任命阿里斯塔克为女祭司以示特别尊崇;并且在所有的殖民城市中,他们都将这位女神列为首要崇敬的对象,并保持与母邦所规定的相同的木雕造像式样及其他同样的习俗。