Humanitext Reader

斯特拉波 · 地理学 §3.5.7

加德伊拉赫拉克勒斯神庙的反潮泉水

第 117 段,共 577 段 · 希腊语

内容简介

通过引述波里比乌斯、波塞多尼乌斯和阿特诺多鲁斯等人的理论,探讨了加德伊拉赫拉克勒斯神庙中一处据称与海洋潮汐相反涨落的神秘泉水(或水井)的传说及其物理成因。

§3.5.7φησὶ δὲ ὁ Πολύβιος κρήνην ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις εἶναι πότιμον, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ, ἣν ταῖς παλιρροίαις τῆς θαλάττης ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην.
波里比乌斯说,在加德伊拉的赫拉克勒斯神庙里有一口可饮用的泉水,有几级向下通往水面的台阶,据说它与海洋的潮汐相反,在满潮时枯竭,而在退潮时注满。
αἰτιᾶται δʼ ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς ἐπιβάσεις τῆς θαλάττης, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων· ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν, εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς ὥστʼ ἀναβλύειν εὐπόρως.
他将原因归于此:从地底深处喷出到地表的空气,在海水上涨、地表被波浪覆盖时,被阻挡在其固有的此类出口之外;而转向内部,阻塞了泉水的通道,导致缺水;当(地表)再次裸露出来时,它顺畅地流动,解放了泉水的矿脉,使其丰沛地喷涌。
Ἀρτεμίδωρος δὲ ἀντειπὼν τούτῳ καὶ ἅμα παρʼ αὑτοῦ τινα θεὶς αἰτίαν, μνησθεὶς δὲ καὶ τῆς Σιλανοῦ δόξης τοῦ συγγραφέως, οὔ μοι δοκεῖ μνήμης ἄξια εἰπεῖν, ὡς ἂν ἰδιώτης περὶ ταῦτα καὶ αὐτὸς καὶ Σιλανός.
然而阿耳特米多罗反驳了这一点,并同时提出了他自己的一些原因,且提及了历史学家西拉诺斯的观点,但我认为他所说的不值得记述,因为他自己和西拉诺斯在这些事物上都不过是外行。
Ποσειδώνιος δὲ ψευδῆ λέγων τὴν ἱστορίαν εἶναι ταύτην δύο φησὶν εἶναι φρέατα ἐν τῷ Ἡρακλείῳ καὶ τρίτον ἐν τῇ πόλει· τῶν δʼ ἐν τῷ Ἡρακλείῳ τὸ μὲν μικρότερον ὑδρευομένων συνεχῶς αὐθωρὸν καὶ ἐκλείπειν καὶ διαλειπόντων τῆς ὑδρείας πληροῦσθαι πάλιν, τὸ δὲ μεῖζον διʼ ὅλης τῆς ἡμέρας τὴν ὑδρείαν ἔχον, μειούμενον μέντοι, καθάπερ καὶ τἆλλα φρέατα πάντα, νύκτωρ πληροῦσθαι μηκέτι ὑδρευομένων· ἐπειδὴ δὲ συμπίπτει κατὰ τὸν τῆς συμπληρώσεως καιρὸν ἡ ἄμπωτις πολλάκις, πεπιστεῦσθαι κενῶς ὑπὸ τῶν ἐγχωρίων τὴν ἀντιπάθειαν.
而波塞多尼乌斯则指出这个传说虚假,他说在赫拉克勒斯神庙里有两个井,第三个在城里;其中在赫拉克勒斯神庙里的,较小的一个在人们连续汲水时会立刻枯竭,而停止汲水时便重新注满,而较大的一个虽然整日都可供汲水,但也会减少,就像所有其他井一样,在夜间不再汲水时便会注满;而由于注满的时间常常恰好与退潮相合,因此当地人盲目地相信了这种“对抗关系”。
ὅτι μὲν οὖν ἡ ἱστορία πεπίστευται, καὶ οὗτος εἴρηκε καὶ ἡμεῖς ἐν τοῖς παραδόξοις θρυλουμένην παρειλήφαμεν.
因此,关于这个传说被人们所深信不疑,他曾说过,我们自己也在奇闻轶事中听到过这样的传闻。
ἠκούομεν δὲ καὶ φρέατα εἶναι, τὰ μὲν πρὸ τῆς πόλεως ἐν τοῖς κήποις τὰ δὲ ἐντός, διὰ δὲ τὴν μοχθηρίαν τοῦ ὕδατος κατὰ τὴν πόλιν δεξαμενὰς ἐπιπολάζειν τοῦ λακκαίου ὕδατος· εἰ μέντοι καὶ τούτων τι τῶν φρεάτων ἐπιδείκνυται τὴν τῆς ἀντιπαθείας ὑπόνοιαν, οὐκ ἴσμεν.
但我们听说确实有井,有些在城外的花园里,有些在城内,但由于城里水质恶劣,雨水蓄水池十分普遍;然而,这些井中是否也有某一个表现出了让人怀疑有这种“对抗关系”的现象,我们并不知晓。
τὰς δʼ αἰτίας, εἴπερ συμβαίνει ταῦτα οὕτως, ὡς ἐν χαλεποῖς ἀποδέχεσθαι δεῖ.
至于其原因,如果这些事情确实是这样发生的,人们应当在困难的课题中予以接受。
εἰκὸς μὲν γὰρ οὕτως ἔχειν ὡς ὁ Πολύβιός φησιν, εἰκὸς δὲ καὶ τῶν φλεβῶν τινας τῶν πηγαίων νοτισθείσας ἔξωθεν χαυνοῦσθαι καὶ παρέκχυσιν εἰς τὰ πλάγια μᾶλλον διδόναι τοῖς ὕδασιν ἢ ἀναθλίβειν κατὰ τὸ ἀρχαῖον ῥεῖθρον εἰς τὴν κρήνην· νοτίζεσθαι δʼ ἀναγκαῖον ἐπικλύσαντος τοῦ κύματος.
因为一方面,事情可能正如波里比乌斯所说的那样;另一方面,也可能是一些水源矿脉因外部湿润而变得松弛,从而使水分更多地向两侧流溢,而不是沿着旧有的水道向上挤压到泉水中;而当波浪冲刷时,必然会被湿润。
εἰ δʼ, ὥσπερ Ἀθηνόδωρός φησιν, εἰσπνοῇ τε καὶ ἐκπνοῇ τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ περὶ τὰς ἀμπώτεις ἔοικεν, εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων, ἃ κατʼ ἄλλους μὲν πόρους ἔχει τὴν ἔκρυσιν κατὰ φύσιν εἰς τὴν ἐπιφάνειαν, ὧν δὴ τὰ στόματα πηγὰς καὶ κρήνας καλοῦμεν, κατʼ ἄλλους δὲ πόρους συνέλκεται πρὸς τὸ τῆς θαλάττης βάθος· καὶ συνεξαίροντα μὲν ἐκείνην ὥστε πλημμυρεῖν, ὅταν οἷον ἡ ἐκπνοὴ γίνηται, τὸ οἰκεῖον ἀπολείπει ῥεῖθρον, πάλιν δʼ ἀναχωρεῖ πρὸς τὸ οἰκεῖον ῥεῖθρον, ὅταν κἀκείνη λάβῃ τὴν ἀναχώρησιν.
但如果正如阿特诺多鲁斯所说,关于满潮和退潮所发生的事情类似于吸气和呼气,那么流动的泉水中,就可能会有一些它们自然地通过某些通道流向地表(我们称其出口为水源或泉),但通过其他通道又被拉回到海洋深处;一方面,当类似于呼气发生时,它们将那片海洋抬高从而形成满潮,并离开了它们原有的水道,但另一方面,当那片海洋退却时,它们又回到了自己原有的水道。

词汇与语法注释

  1. 3.5.7καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος — 阴性单数代名词 αὐτῆς 指代前文的 τῆς γῆς(地表、大地),构成属格独立结构。在随后的 γυμνωθείσης δὲ πάλιν 中,同样省略了 αὐτῆς 并构成属格独立结构。
  2. 3.5.7ὑδρευομένων συνεχῶς αὐθωρὸν — 现在分词属格复数形式 ὑδρευομένων 是一个省略了具体行为者(指一般人)的属格独立结构,表示“当人们不断汲水时”。后文的 μηκέτι ὑδρευομένων 也采用同样的句法结构。
  3. 3.5.7εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων, ἃ ... συνέλκεται ... καὶ συνεξαίροντα μὲν ἐκείνην ... ἀπολείπει ... πάλιν δʼ ἀναχωρεῖ — 此句为间接引语中表示潜在可能性的“不定式+ἄν”(εἶναι ἄν)句式,作为条件句的结论部。关系代词 ἃ 的先行词是中性复数代词 τινά(属于 τῶν ῥεόντων ὑδάτων)。由于主语是中性复数(ἃ),关系从句的主动词(ἔχει, συνέλκεται, ἀπολείπει, ἀναχωρεῖ)均采用单数第三人称形式(雅典式句法)。然而,与之相伴的分词 συνεξαίροντα 则与先行词 ἃ 的性数一致,采用了中性复数主格形式。

引用这一段

斯特拉波, 地理学 §3.5.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.5.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。