§3.5.3αὗται μὲν οὖν ἐντὸς στηλῶν τῶν Ἡρακλείων καλουμένων.
因此,这些岛屿位于所谓的赫拉克勒斯之柱内侧。
πρὸς αὐταῖς δὲ δύο νησίδια, ὧν θάτερον Ἥρας νῆσον ὀνομάζουσι· καὶ δή τινες καὶ ταύτας στήλας καλοῦσιν.
而在柱旁有两座小岛,其中一座人们称之为赫拉之岛;确实,也有人把这两座小岛也称为赫拉克勒斯之柱。
ἔξω δὲ στηλῶν τὰ Γάδειρα, περὶ ὧν τοσοῦτον μόνον εἰρήκαμεν ὅτι τῆς Κάλπης διέχει περὶ ἑπτακοσίους καὶ πεντήκοντα σταδίους, τῆς δὲ ἐκβολῆς τοῦ Βαίτιδος πλησίον ἵδρυται· πλείους δʼ εἰσὶ λόγοι περὶ αὐτῆς.
在柱外则是加德伊拉,关于此地我们此前仅提到,它距离卡尔佩大约七百五十斯塔迪翁,且坐落在拜提斯河口附近;但关于它的记述其实更多。
οὗτοι γάρ εἰσιν οἱ ἄνδρες οἱ τὰ πλεῖστα καὶ μέγιστα ναυκλήρια στέλλοντες εἴς τε τὴν καθʼ ἡμᾶς θάλατταν καὶ τὴν ἐκτός, οὔτε μεγάλην οἰκοῦντες νῆσον οὔτε τῆς περαίας νεμόμενοι πολλὴν οὔτʼ ἄλλων εὐποροῦντες νήσων, ἀλλὰ πλέον οἰκοῦντες τὴν θάλατταν, ὀλίγοι δʼ οἰκουροῦντες ἢ ἐν Ῥώμῃ διατρίβοντες.
因为正是这群人向我们的海以及外海派遣了数量最多、规模最大的商船队,尽管他们既不居住在大岛上,也不占领对岸的大片土地,又不富有其他岛屿,而是大半在海上生活,只有少数人留守家中或在罗马侨居。
ἐπεὶ πλήθει γε οὐδεμιᾶς ἂν ἀπολείπεσθαι δόξειε τῶν ἔξω Ῥώμης πόλεων· ἤκουσα γοῦν ἐν μιᾷ τῶν καθʼ ἡμᾶς τιμήσεων πεντακοσίους ἄνδρας τιμηθέντας ἱππικοὺς Γαδιτανούς, ὅσους οὐδένας οὐδὲ τῶν Ἰταλιωτῶν πλὴν τῶν Παταουίνων.
就人口而言,它似乎不亚于罗马以外的任何城市;至少我听说,在我们时代的某次人口普查中,有五百名加德伊拉人被登记为骑士阶级,这一数字是除了帕塔维乌姆人之外,任何意大利居民都无法企及的。
τοσοῦτοι δʼ ὄντες νῆσον ἔχουσιν οὐ πολὺ μείζονα τῶν ἑκατὸν σταδίων τὸ μῆκος, πλάτος δʼ ἔσθʼ ὅπου καὶ σταδιαῖον.
尽管人数如此众多,他们拥有的岛屿在长度上却不比一百斯塔迪翁大多少,而在某些地方,宽度甚至仅有一斯塔迪翁。
πόλιν δὲ κατʼ ἀρχὰς μὲν ᾤκουν παντάπασι μικράν, προσέκτισε δʼ αὐτοῖς Βάλβος Γαδιτανὸς ὁ θριαμβεύσας ἄλλην ἣν νέαν καλοῦσι, τὴν δʼ ἐξ ἀμφοῖν Διδύμην, οὐ πλειόνων εἴκοσι σταδίων οὖσαν τὴν περίμετρον, οὐδὲ ταύτην στενοχωρουμένην·
起初,他们居住在一座完全微小的城市里,但曾荣获凯旋式的加德伊拉人巴尔布斯为他们扩建了另一座城市,他们称之为“新城”,而由两座城市合并而成的城市则被称为“双子城”,其周长不超过二十斯塔迪翁,即便如此也并不显得拥挤。
ὀλίγοι γὰρ οἰκουροῦσιν ἐν αὐτῇ διὰ τὸ πάντας θαλαττεύειν τὸ πλέον, τοὺς δὲ καὶ τὴν περαίαν οἰκεῖν, καὶ μάλιστα τὴν ἐπὶ τῆς προκειμένης νησῖδος διὰ τὴν εὐφυΐαν, ἣν ὥσπερ ἀντίπολιν πεποιήκασι τῇ Διδύμῃ χαίροντες τῷ τόπῳ.
因为由于绝大多数人大部分时间都在海上度过,留守城中的人极少,其他人则居住在对岸,特别是由于其优越的自然条件而居住在近海的小岛上,他们喜爱这个地方,并将其建成了相当于双子城的一个“对抗城”。
ὀλίγοι δὲ κατὰ σύγκρισιν καὶ ταύτην οἰκοῦσι καὶ τὸ ἐπίνειον, ὃ κατεσκεύασεν αὐτοῖς Βάλβος ἐν τῇ περαίᾳ τῆς ἠπείρου.
然而相较而言,居住在这座小岛以及巴尔布斯在大陆对岸为他们建造的港口的人也是少数。
κεῖται δʼ ἐπὶ τῶν ἑσπερίων τῆς νήσου μερῶν ἡ πόλις, προσεχὲς δʼ αὐτῇ τελευταῖόν ἐστι τὸ Κρόνιον πρὸς τῇ νησῖδι· τὸ δʼ Ἡράκλειον ἐπὶ θάτερα τέτραπται τὰ πρὸς ἕω, καθʼ ὃ δὴ μάλιστα τῇ ἠπείρῳ τυγχάνει συνάπτουσα ἡ νῆσος ὅσον σταδιαῖον πορθμὸν ἀπολείπουσα.
城市坐落在岛的西侧,紧邻它的最尽头是靠近小岛的克罗尼翁;而赫拉克勒斯神庙则朝向相反的东侧,正是在那里,岛屿恰好最接近大陆,仅留下一斯塔迪翁左右的通道。
καὶ λέγουσι μὲν διέχειν τῆς πόλεως δώδεκα μίλια τὸ ἱερόν, ἴσον ποιοῦντες τὸν τῶν ἄθλων καὶ τὸν τῶν μιλίων ἀριθμόν· ἔστι δὲ μεῖζον καὶ σχεδόν τι τοσοῦτον ὅσον ἐστὶ τὸ τοῦ μήκους τῆς νήσου· μῆκος δʼ ἐστὶ τῆς νήσου τὸ ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολήν.
人们说神庙距离城市有十二英里,使(赫拉克勒斯的)功业数量与英里数相等;但实际上它更大,几乎相当于该岛的长度;而该岛的长度是指从西向东的距离。
§3.5.4Ἐρύθειαν δὲ τὰ Γάδειρα ἔοικε λέγειν ὁ Φερεκύδης, ἐν ᾗ τὰ περὶ τὸν Γηρυόνην μυθεύουσιν, ἄλλοι δὲ τὴν παραβεβλημένην ταύτῃ τῇ πόλει νῆσον πορθμῷ σταδιαίῳ διειργομένην, τὸ εὔβοτον ὁρῶντες, ὅτι τῶν νεμομένων αὐτόθι προβάτων τὸ γάλα ὀρὸν οὐ ποιεῖ.
斐雷库德斯似乎将加德伊拉说成是埃律提亚,即人们所神话的关于革律翁的地方;而其他人则将这一称呼赋予与该城并排横卧、由一斯塔迪翁宽的通道隔开的岛屿,这是因为看到了那里优良的牧草,因为在那里放牧的羊所产的奶不产生乳清。
τυροποιοῦσί τε πολλῷ ὕδατι μίξαντες διὰ τὴν πιότητα, ἐν πεντήκοντά τε ἡμέραις πνίγεται τὸ ζῷον, εἰ μή τις ἀποσχάζοι τι τοῦ αἵματος.
由于奶质极肥,他们混合大量的水来制作奶酪;而且如果有人不放掉它的一些血,这只动物在五十天内就会因肥胖而窒息。
ξηρὰ δέ ἐστιν ἣν νέμονται βοτάνην, ἀλλὰ πιαίνει σφόδρα·
虽然它们放牧所食的草是干燥的,却极能催肥。
τεκμαίρονται δʼ ἐκ τού πεπλάσθαι τὸν μῦθον τὸν περὶ τὰ βουκόλια τοῦ Γηρυόνου·
人们根据这一点推测,关于革律翁牛群的神话是虚构出来的。
κοινῇ μέντοι συνῴκισται πᾶς ὁ αἰγιαλός.
然而,整个海岸线是共同居住的。